Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΙΘ': Η σωφροσύνη και η ακολασία

Οριοθέτηση της αληθινής σωφροσύνης, επικρίσεις κατά των άσεμνων εκδηλώσεων και προβολή της σεμνότητας έναντι του σωματικού καλλωπισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 19 από 24

ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΣ ΚΑΙ ΑΚΟΛΑΣΙΑΣ. ΛΟΓΟΣ ΙΘʹ. Ὁ τῶν Μακεδόνων Ἀλέξανδρος, τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι λέγων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ δὲ εἰς ταυτὸν ἐκείνῳ φέρει τὸ παράγγελμα, ὅτι Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ἤγουν ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Εἰ οὖν αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, πόσον αἱ κατ᾽ ἐπιτήδευσιν γινόμεναι ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις; Τί τοίνυν ἐροῦσιν, ἢ τί ἀπολογήσονται, οἱ ἐκ τοιούτων θεαμάτων μυρίον ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐκοῦν ὑπόδικοί εἰσι κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι᾽ ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μιάσματα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης.

Ὁ δὲ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατείᾳ φυλάσσων, ἀληθῶς δείκνυσι τελείαν ἑαυτῷ διὰ πάντων ἐξηρτισμένην τῆς παρθενίας τὴν χάριν. Ἐὰν δὲ ἐπαγγελλόμενός τις τῷ τῆς παρθενίας ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ ἐκ τῆς παρθενίας σεμνὸν διώκων, τοῦ δὲ καθ᾽ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.

Οὐχ ὁ ἀνωμάλως οὖν ἔχων περὶ τὴν σωφροσύνην, καθαρός· ἀλλ᾽ ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ πνεύματι. Ὁ δὲ σωφροσύνης ἐρῶν, τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσων, παρ᾽ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδασκέσθω πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς τὰς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον.

Προτροπὴ γὰρ πρὸς σωφροσύνην ὁ βίος τοῦ Ἰωσὴφ, καὶ πρὸς ἀνδρίαν παράκλησις τὰ τοῦ Σαμψὼν διηγήματα. Σώφρονα δὲ λέγομεν, οὐχ ᾧ ἀπεμαράνθησαν ὑπὸ γήρως, ἢ νόσου, ἢ ὑπὸ ἄλλου τινὸς συμπτώματος αἱ τῆς ἀκολασίας ὀρέξεις. Τούτῳ γὰρ ἡ μὲν κακία ἐνυπάρχει· ἡ δὲ ἐνέργεια ἐκ τῆς τῶν ὀργάνων ἀσθενείας παραποδίζεται. Ἀλλὰ σωφροσύνη ἐστὶν ἀληθὴς ἐπιστημονικὴ δύναμις, ἐντυπωθεῖσα τῇ ψυχῇ διὰ βάθους, καὶ τὰ ἐνυπάρχοντα ἴχνη τῶν αἰσχρῶν κινημάτων ἐξαφανίζουσα. Οὐδὲ γὰρ ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀποκοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν, εἰ μὴ λακτίζουσιν, ἐπαινέσομεν· τοῖς δὲ βουσὶν, εἰ μὴ κερατίζουσι, τῆς ἡμερότητος ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ᾽ ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδικίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Καὶ ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλὰ ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι᾽ ἀδυναμίαν κακοῦ.

Ἅπαν μὲν οὖν κολάζειν τὸ σῶμα καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμὰς, προσῆκε, καὶ τοὺς ἀπ᾽ αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν· ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾷν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὸ δυσηνίων ἵππων ὕβρει φερόμενον, παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον; Διὸ δὴ καὶ Πλάτωνά φασι τὴν ἐκ σώματος βλάβην προειδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν εὐπάθειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φορὰν, περικόπτῃ. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ᾽ ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα. Καὶ γὰρ ἡ ἄγαν τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι· τό γε ὑποπεπτωκέναι τούτῳ καὶ θεραπεύειν, μανία σαφής.

Παντὸς τοίνυν ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλάτων, ὑπηρεσίαν φιλοσοφίας κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος ἔχειν πρόνοιαν εἰς ἐπιθυμιῶν ἀφορμήν.

Ἀλλὰ τὰ μὲν ἡμέτερα τοιαῦτα. Γυναῖκες δὲ ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ᾽ ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ὁ Κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ ἐκκαθαίρειν μὲν αὐτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι δὲ πρὸς ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, καὶ ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καὶ καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ἄῤῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ᾽ ἑαυτὰς προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως Μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πεποίηνται.

Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν· θέατρον ἑαυταῖς νεανίσκων ὄχλον παραστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπουσαι. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλοῦσα τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους οὓς ἐδιδάχθης; κινεῖς πόδας καὶ ἐξάλλῃ ἐκμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις;

Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι, αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον· εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο.

Διὰ τοῦτο πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περιβολῇ τῆς ἐσθῆτος, προσδοκάτω αὐτῆς τὴν ἀφαίρεσιν. Ἐπειδὴ γὰρ πορεύονται ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, κελεύονται γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ.

Ἀφαιρεῖται μέντοι καὶ ἀφ᾽ ἡμῶν τὴν δόξαν τοῦ ἱματισμοῦ ὁ Κύριος, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φανῶμεν, καταπατοῦντες αὐτὸν, καὶ τῶν σαρκικῶν μολυσμάτων ἀναπιμπλάντες. Τίς δὲ ὁ τοιοῦτος ἱματισμός; φησίν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν δι᾽ ἁμαρτιῶν τὸ σῶμα καταπατούντων, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων.

Αἱ τοίνυν ἐπὶ τῷ τοῦ σώματος κάλλει μέγα φρονοῦσαι γυναῖκες, ὑπεραίρουσιν ἑαυτὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι, καὶ ἐπαιρόμεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι· ὑψηλόν τε τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μέντοι σεμνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὰ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ ἄσεμνος καὶ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλλους προαιρουμένη, πορεύεται ὑψηλῷ τῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύει τῷ βλέμματι, ἰόν τέ τινα φθαρτικὸν ἐξαποστέλλει τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας.

Ἐπειδὴ δέ ἐστί τινα χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτηδευόμενα τοῦ προσώπου, λευκόν τε, καὶ ἐρυθρὸν, καὶ ἕτερον μέλαν ὂν (τὸ μὲν λευκότητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλμοῖς περιγράφει)· καὶ αὐτὰ περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται, φησὶν, ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύταις ἐλεεινῶν νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται· αἱ γὰρ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν.

Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.

Ἀλλὰ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνουμένην. Τί οὖν ἡμῶν γένοιτ᾽ ἂν ἐλεεινότερον, μὴ μόνον τὴν αὐτὴν τοῖς ἀλόγοις περὶ τοὺς ὁμόζυγας μὴ ἐπιδεικνυμένων στοργὴν, ἀλλὰ καὶ τὴν ἐναντίαν τῶν τοῦ Κυρίου ἐντολῶν ὁδευόντων, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ σοφίσμασι χρωμάτων, τὴν σωφροσύνην ὑποκλεπτομένων; Ἃ πάντως ἀφαιρεθήσεται τότε, ὅτε γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ· ὅτε ὀφρὺς συμπεπτωκυῖα, καὶ παρειὰ κατηφὴς, καὶ χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου καθίσταται· καὶ ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ.

Ἅπερ ἐν διανοίᾳ λαβόντες, ἀγαπητοὶ, σπεύσωμεν ὡς ἔστι καιρὸς, κατὰ τὰ δοκοῦντα τῷ Θεῷ πολιτεύεσθαι, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.