Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Κ': Η ταπεινοφροσύνη και η κενοδοξία

Νουθεσίες για την καλλιέργεια της ταπείνωσης, την αποφυγή της υπερηφάνειας και τον αυστηρό αυτοέλεγχο μακριά από την ανθρωπαρέσκεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 20 από 24

ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΚΑΙ ΚΕΝΟΔΟΞΙΑΣ. ΛΟΓΟΣ Κʹ. Ἀμήχανον τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον, δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πειρασμῶν. Ὁ δὲ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ καταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας. Ἀλλ᾽ ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ᾽ ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας δεόμενον. Ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι· καὶ ἁπαξαπλῶς, μέγας ἐκεῖνος παρὰ Θεῷ ὁ ταπεινοφρόνως κατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ᾽ ἑαυτὸν καταδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος χαρίσασθαι τὴν εἰρήνην τῷ ἀδελφῷ. Ὁμοίως γάρ ἐστι χαλεπὸν, ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι. Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη, ἑαυτῶν ὑπεροπτικώτερα πέφυκε γίνεσθαι. Τῷ δὲ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ἕπεται στυγνὸν ὄμμα καὶ εἰς γῆν συννενευκὸς, σχῆμα ἠμελημένον, κόμη αὐχμηρὰ, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ᾽ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεται.

Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα, μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ. Καὶ τὸ βάδισμα μήτε νωθρὸν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν· μηδ᾽ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν.

Σκοπὸς δὲ ἐσθῆτος εἷς, ὥστε κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Μήτε δὲ ἐν χρώματι, τὸ ἀνθηρὸν διωκέσθω· μήτε ἐν τῇ κατασκευῇ, τὸ λεπτὸν καὶ μαλακόν. Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν, ἴσον γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. Ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ὁ χιτὼν ὀφείλει ἔχειν, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. Καὶ ὑπόδημα, τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Γυμνάσιον γὰρ ταπεινοφροσύνης ἐστὶν ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι διατριβὴ, τὸ πάθος τῆς φιλοδοξίας θεραπεύουσα. Κενόδοξος δέ ἐστιν, ὁ ψιλῆς ἕνεκεν τῆς τοῦ κόσμου δόξης ποιῶν τι ἢ λέγων. Οἷον, ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν, καὶ οὐκ ἔστιν ἐλεήμων οὐδὲ κοινωνικός. Καὶ ὁ σωφρονῶν εἰς τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὐκ ἔστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ᾽ αὐτῆς δόξαν θηρώμενος. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ᾽ ἐπειδὴ πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο· τοιαύτην ἐκίνησε καθ᾽ ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν.

Ὁ γὰρ ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅς ἐστι πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη, καὶ καθαιροῦντι δυναστείας τῶν πόλεων; Ἦ οὕτως γ᾽ ἂν καὶ ἡ ἀξίνη μέγα φρονείη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα· καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ᾽ οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν.

Κἂν τὸν πέλας ἁμαρτάνοντα θεωρήσῃς, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων καὶ μὴ μερικὰ ψηριζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν.

Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας, ποτὲ διὰ τὴν παρὰ πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Οὕτω ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οἴει τι κατορθοῦν ἀγαθόν; εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ τὸ ὄνομα, ἢ τοῖς τῆς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου πτώσεως τὴν ὁμοίωσιν· ὃς ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπὸ ἄνθρωπον, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Μὴ γίνου κριτὴς ἄνισος ἑαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε, εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανόμενος, μηδὲ ἐφ᾽ οἷς μὲν σήμερον κατορθοῖς μεγαλυνόμενος, ἐφ᾽ οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν ἑαυτῷ διδούς· ἀλλ᾽ ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Τῷ ὄντι γὰρ χαλεπώτατόν ἐστιν ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνος ὁ ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ᾽ ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾷν· ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα βλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν, Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων· αὔθαδες γὰρ τὸ τοιοῦτον. Μηδὲ ἐπὶ μικροῖς καταδίκαζε, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· ἀλλὰ τοὺς ἐν παραπτώματι προσλαμβάνων, πνευματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Εἰ μὲν γὰρ ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι· εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα;

Ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος, οὐδὲ πληροῦντός ἐστιν ἐντολὴν τοῦ Χριστοῦ, τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Μή ποτε τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν, καὶ πρὸς ἡμᾶς ἔλθῃ· κἂν μὲν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον. Ἐμοὶ τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται, ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. Καὶ σὺ τοίνυν τοσαύτην ποιοῦ σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τὸ δοξάζεσθαι. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; γίνου τοῖς ὑπηκόοις ἴσος· τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Μωϋσῆς ὁ μέγας, ὁ πάντα εὐπειθὴς καὶ ὑπήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαὸν, Δέομαι, φησὶ, Κύριε, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Δι᾽ ὃ καὶ οἱονεὶ φιλονεικότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιον τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προφητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν, ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι.

Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐκ ἔσομαι ἀρχηγὸς, ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν, ὅτι Αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Εἶτα Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ προστασίαν τοσούτου καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ τῆς Αἰγύπτου; καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾽ οὗ ἤρξω λέγειν τῷ θεράποντί σου· καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου. Τί οὖν ὁ Μωϋσῆς· Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν; Ἡσαΐας δὲ οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς. Τίς οὖν ἡ διάνοια τῶν ἀνδρῶν;

Τοῦ μὲν Μωϋσέως, ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρῄζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν γὰρ τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκ ἔτι· ἐλθέτω οὖν ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· τοῦ δὲ Ἡσαΐου, ὅτι τῇ ὑπερβολῇ τῆς ἀγάπης, οὐδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ ἐλογίσατο.

Τούτων ἑκατέρου τὸν τρόπον ζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.