Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΚΔ': Η τιμή προς τους γονείς και η οικογενειακή τάξη
Προτροπές για τη διαφύλαξη της φιλοστοργίας στην οικογένεια, τον σεβασμό των πρεσβυτέρων και τη διατήρηση της ομόνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΚΔ': Η τιμή προς τους γονείς και η οικογενειακή τάξη
Προτροπές για τη διαφύλαξη της φιλοστοργίας στην οικογένεια, τον σεβασμό των πρεσβυτέρων και τη διατήρηση της ομόνοιας.
ΠΕΡΙ ΤΙΜΗΣ ΓΟΝΕΩΝ, ΚΑΙ ΓΗΡΩΣ, ΚΑΙ ΝΕΟΤΗΤΟΣ. ΛΟΓΟΣ ΚΔʹ. Τὸ, Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, δύναται μὲν καὶ ἐπὶ τὸ μυστήριον τῆς ἀναστάσεως ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν Πραγμάτων λαμβάνεσθαι, παρακαλοῦντος τοῦ προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. Διὸ παρακαλεῖ, εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρθωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεόν· ἀλλ᾽ ἀναστῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Δῆλον γὰρ, ὅτι ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ ἐπιστρέψουσι. Καίτοιγε ἡ περὶ τοὺς γηράσαντας τῶν πελαργῶν πρόνοια ἐξαρκεῖ καὶ μόνη τοὺς παῖδας ἡμῶν, εἰ προσέχειν βούλονται, φιλοπάτορας καταστῆσαι. Πάντως γὰρ οὐδεὶς οὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιον κρίνειν τῶν ἀλογωτάτων ὀρνίθων ὑστερίζειν κατ᾽ ἀρετήν.
Ἐκεῖνοι γὰρ, τὸν πατέρα ὑπὸ τοῦ γήρως πτεροῤῥυήσαντα περιστάντες ἐν κύκλῳ, τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχοντες βοήθειαν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέρωθεν. Καὶ οὕτω τοῦτο παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ἀντιπελάργωσιν ὀνομάζουσι.
Σὺ τοίνυν εἰ βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι, ποίει τὰ δοκοῦντα κατὰ τὸν νόμον, καὶ ἀνάμενε τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Εὐγνώμονες γὰρ παῖδες, μεγάλα ποιοῦσι τῶν πατέρων τὰ ἐγκώμια. Τὰ τέκνα, ἀγαπᾶτε τοὺς πατέρας· οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα, ὁ θεῖος Ἀπόστολος παραινεῖ. Εἰ γὰρ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκος ὑπὲρ σκυλάκων μάχεται· τί εἴπῃ ἄνθρωπος καὶ τῆς ἐντολῆς παρακούων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζων γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν προτέρων παίδων ἐπιλανθάνηται; Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξάγων νεοσσοὺς, τὸν ἕτερον ἄγων εἰς γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ᾽ οὐκ ἐᾷ τοῦτον διαφθαρῆναι ἡ φήνη· ὑπολαβοῦσα γὰρ αὐτὸν, τοῖς οἰκείοις αὐτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προφάσει πενίας ἐκτιθέμενοι τὰ νήπια, ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισότατοι πρὸς τὰ ἔκγονα. Δίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασι τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχειν.
Μὴ μιμήσῃ τῶν γαμψωνύχων τὸ ἀπηνές· οἳ, ἐπειδὰν ἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ζήλωσαι τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένων ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέχρι πλείστου.
Διαφέρει γὰρ τοῦ νηπίου καθ᾽ ἡλικίαν οὐδὲν ὁ ἐν ταῖς φρεσὶ νηπιάζων· Πολιὰ δέ ἐστι φρόνησις ἐν ἀνθρώποις. Πλεῖον γὰρ τῷ ὄντι εἰς πρεσβυτέρου σύστασιν, τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτερικόν. Ἐὰν γάρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ προαιρέσει προφερόντων. Καὶ γὰρ παιδάριον ὄντα τὸν Δανιὴλ, καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἄγοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα.
Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων προτιμοτέρους εὑρίσκεσθαι νέους, ὡς πρεσβυτέρους ὄντας διὰ τὴν πολιῶσαν αὐτῶν τῆς ψυχῆς ἀρετήν. Ἔστι δὲ καὶ χαλεπωτάτη τιμωρία, τὸ ὑπὸ νεανίσκων ἀφρόνων ἄγεσθαι πόλιν.
Κοῦφον γὰρ ἡ νεότης, καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι καὶ ὕβρεις, ὑπερηφάνειαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὑποψίαι πρὸς τὸ οἰκεῖον, μυρίων κακῶν ἐσμὸς συνέζευκται τῇ νεότητι. Ὧν πάντων ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους· διότι τὰ τῶν ἀρχόντων κακὰ συμφοραὶ τοῖς ἀρχομένοις γίνονται. Ἐντεῦθεν τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων τῆς τελευταίας ταύτης συνέβη κακὰ, ὅτε συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν οἱ πολῖται συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτουμένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλους ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον, διὰ τὸ ἀρθῆναι ἀπ᾽ αὐτῶν προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ θαυμαστὸν σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους, καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι.
Ἵν᾽ οὖν μὴ καὶ ἡμῖν τὰ αὐτὰ ἐκείνοις συμβαίη, τὸ μὲν ἀλλήλοις ἀντεπιέναι φύγωμεν· τὴν δὲ ὁμόνοιαν καὶ τὴν εἰς ἀλλήλους τιμὴν καὶ εἰρήνην διώξωμεν, ὅπως μετὰ τοῦ ἀσφαλῶς βιῶσαι, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.