Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος Γ': Η αγάπη προς τον Θεό και τον πλησίον
Διδασκαλία περί της ολοκληρωτικής αφιέρωσης και ευγνωμοσύνης προς τον Θεό, καθώς και της αναγκαιότητας της ισότιμης αγάπης μεταξύ των μελών της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Γ': Η αγάπη προς τον Θεό και τον πλησίον
Διδασκαλία περί της ολοκληρωτικής αφιέρωσης και ευγνωμοσύνης προς τον Θεό, καθώς και της αναγκαιότητας της ισότιμης αγάπης μεταξύ των μελών της Εκκλησίας.
ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ ΠΛΗΣΙΟΝ. ΛΟΓΟΣ Γʹ. Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας μεριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλλειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ᾽ αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι.
Τότε γὰρ καιρὸν ἔχει καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ᾽ αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος· κἂν πάντες αὑτὴν ὑπὲρ τοῦ ποθουμένου τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδοσιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται;
Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ᾽ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ᾽ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ᾽ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνειδος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διάβολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ᾽ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ.
Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος.
Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται.
Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι, τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνοις μεταδιδόναι τοῦ ἀγαπᾷν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν ἀγάπης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκοπεῖν ὀφείλομεν οἷς ἑαυτοὺς ἀναμίγνυμεν.
Εἰ γὰρ ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ μισεῖται, τί μέγα εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρὰ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Πλὴν οὔτε οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατὸν, οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Καὶ γὰρ οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Πλέον γὰρ ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα, ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ὅταν γὰρ πρὸς αὐτὰ ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲ ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου· οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον, καὶ μετ᾽ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Καὶ ἀκοὴ ἀκριβεστέρα, ἡ δι᾽ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη· καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. Καὶ ἁπαξαπλῶς, οὐδὲν οὔτε τῶν ἐκ φύσεως, οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ, ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ, μὴ ἔχουσα τοὺς συμφωνοῦντας, ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς.
Νουθετείτω σε τῶν νυκτερίδων τὸ φιλάλληλον, αἳ ὥσπερ ὁρμαθὸς ἀλλήλων ἔχονται· καὶ μὴ τὸ ἀπεσχισμένον καὶ ἰδιάζον τοῦ κοινωνικοῦ καὶ ἡνωμένου ἡγοῦ προτιμότερον.
Οὐδὲν γὰρ ἡμᾶς χωρίζει ἀπ᾽ ἀλλήλων, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε οὖν κεφαλὴν ἑαυτοὺς λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει ἑαυτοὺς τάσσετε, οὐ δύνασθε τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις λέγειν τὸ, Χρείαν ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσι.
Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι Ἡμεῖς ἔξω τοῦ πάθους ἐσμὲν τῶν πολλῶν, καὶ τίς ἡμῖν χρεία τῆς πρὸς αὐτοὺς κοινωνίας; Ὁ γὰρ Κύριος ἡμῶν τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησε. Καὶ τούτῳ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι. Οἶδας δὲ τί ποιήσεις τῷ πλησίον; ὃ σεαυτῷ βούλει παρ᾽ ἑτέρου γενέσθαι. Οἶδας ὅ τί ποτέ ἐστι τὸ κακόν; ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ᾽ ἑτέρου. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι εἰπεῖν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας, δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ.
Οὕτω τοίνυν προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ᾽ ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγίειαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ὁ γὰρ ἐν συνοδίᾳ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν, κατηγορεῖ ἑαυτοῦ μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη, καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται, ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρείας ὑποψίαι καὶ φθόνοι γίνονται· πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται. Ὥσπερ οὖν ὁ ἀγαθὸς Θεὸς κοινὴν δίδωσι πᾶσι τὴν τοῦ φωτὸς μετουσίαν, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον.
Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει· οὕτως ὁ τὸ μῖσος ἔχων, τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν κατὰ τὸ πρέπον ἑκάστῳ γίνεσθαι. Καὶ ὥσπερ ἐν ἡμῖν αὐτοῖς, ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτως τὴν μὲν συμπαθῆ διάθεσιν, καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ᾽ ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπὶ γὰρ τῶν πνευματικῶν ἀλλήλοις συναρμοζομένων, οὐδὲ ἡ σωματικὴ συγγένεια πλέον τι κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν, κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ᾽ ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.