Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Δ': Η ελεημοσύνη και η ορθή χρήση του πλούτου

Ανάλυση της πνευματικής ωφέλειας από την ελεημοσύνη, της ορθής διαχείρισης των πόρων υπέρ των ενδεών και της δικαιοσύνης που απαιτείται στις προσφορές προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 24

ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ. ΛΟΓΟΣ Δʹ. Εἰ θαυμάζεις τὰ χρήματα, ἄνθρωπε, διὰ τὴν ἀπ᾽ αὐτῶν τιμὴν, σκόπει πόσον ἐστὶ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ.

Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ Κριτοῦ περιστάντες, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Καὶ ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προέμενος τὰ παρόντα, καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ᾽ ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολύτιμα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου. Σὺ δὲ λυπῇ χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδοὺς, τουτέστι λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν; Τί δὲ καὶ χρήσῃ τῷ πλούτῳ; ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὔκουν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν;

Ἀλλ᾽ εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος ὑστερούμενος; Δόξης τῆς ἀπὸ τοῦ πλούτου; ἀλλ᾽ ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν καὶ λαμπρὰν, προάγουσάν σε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκορπιζόμενος γὰρ ὁ πλοῦτος, καθ᾽ ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσσῃς, οὐχ ἕξεις· ἐὰν σκορπίζῃς, οὐκ ἀπολέσεις.

Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὥστε οἰκονομικὴν τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ᾽ οὐκ ἀπολαυστικὴν, τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκε, καὶ ἀποτιθεμένους χαίρειν, ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ᾽ οὐχὶ δυσχεραίνειν, ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδ᾽ οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τιμίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ πωλήσαντες, τὸ ἀπ᾽ αὐτῶν κέρδος ἀπενεγκώμεθα;

Ὁ μὲν γὰρ κακῶς τοῖς οὖσι κεχρημένος, ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων· ὁ δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ προσόντα μεταχειρίζων, καὶ οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ δεδομένων γινόμενος, μὴ οὐχὶ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζων, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι, διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου.

Ὁρᾶτε, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τὰς ὥρας τῶν οἰκείων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις διήμειψε. Πάντα γὰρ καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ᾽ ἡμῶν συμφωνήσαντα βλάβην, τοῦ βίου καὶ τῆς ζωῆς τοὺς ἀνθρώπους ἐλαύνουσι. Τίς οὖν τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; Ὅτι λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαινοῦμεν, καὶ ταύτης ἀποστεροῦμεν τοὺς δεομένους. Δοῦλοι ὄντες ἐλευθερούμεθα, καὶ ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν.

Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας· πολύτοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν.

Πένης εἶ; ἀλλ᾽ ἄλλον ἔχεις πάντως πενέστερον. Σοὶ δέκα ἡμερῶν τὰ σιτία, ἐκείνῳ μιᾶς. Ὡς καλὸς καὶ εὐγνώμων, τὸ σὸν περιττὸν ἐπανίσωσον πρὸς τὸν ἐνδεῆ. Μὴ ὀκνήσῃς ἐκ τοῦ ὀλίγου δοῦναι· μὴ προτιμήσῃς τὸ σὸν συμφέρον ἐκ τοῦ κοινοῦ κινδύνου.

Κἂν εἰς ἕνα ἄρτον περιστῇ ἡ τροφὴ, ἐπιστῇ δὲ ταῖς θύραις ὁ ζητῶν, προκόμισον ἐκ τοῦ ταμιείου τὸν ἕνα, καὶ ἐπιθεὶς ταῖς χερσὶ, πρὸς οὐρανὸν ἀνατείνας, εἰπὲ λόγον ἐλεεινὸν ὁμοῦ καὶ εὐγνώμονα· Εἷς ἄρτος ὃν ὁρᾷς, Κύριε, καὶ ὁ κίνδυνος προφανὴς, ἀλλ᾽ ἐγὼ τὴν σὴν ἐντολὴν ἐμοῦ προτίθημι, καὶ ἐκ τοῦ ὀλίγου δίδωμι τῷ λιμώττοντι ἀδελφῷ· δὸς δὴ καὶ σὺ τῷ κινδυνεύοντι δούλῳ. Οἶδά σου τὴν ἀγαθότητα, θαῤῥῶ καὶ τῇ δυνάμει· οὐχ ὑπερτίθεσαι εἰς χρόνον τὰς χάριτας, ἀλλὰ σκεδαννύεις, ὅταν ἐθέλῃς, τὰς δωρεάς.

Κἂν οὕτως εἴπῃς καὶ πράξῃς, ὃν δίδως ἐκ τῆς στενώσεως ἄρτον, σπέρμα γίνεται γεωργίας, καὶ πολύχουν ἀπογεννᾷ τὸν καρπόν. Σὺ δὲ λέγεις μὲν ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸ δὲ παρὰ τοῦ Κυρίου λεχθὲν ἐλέγχει σε τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων τοσαύτη περιουσία; Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν, οὐδὲν περισσότερον κέκτηται τοῦ πλησίον. Ἐπεὶ δὲ κέκτησαι σὺ, φαίνῃ δηλῶν τὴν οἰκείαν ἀπόλαυσιν προτιμοτέραν τῆς τῶν πολλῶν παραμυθίας ποιούμενος· ὅσον γὰρ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Εἰ γὰρ ἠγαπήκεις σου τὸν πλησίον, πάλαι ἂν ἐμελέτησας τῶν χρημάτων τὴν ἀλλοτρίωσιν· νυνὶ δὲ προσπέφυκέ σοι τὰ χρήματα πλέον ἢ τὰ μέλη τοῦ σώματος, καὶ λυπεῖ σε αὐτῶν ὁ χωρισμὸς, ὡς ἀκρωτηριασμὸς τῶν καιρίων. Εἰ γὰρ ἠμφίεσας γυμνὸν, εἰ ἔδωκας πεινῶντι τὸν ἄρτον σου, εἰ ἡ θύρα σου ἀνέῳκτο παντὶ ξένῳ, εἰ ἐγένου πατὴρ ὀρφανῶν, εἰ παντὶ συνέπασχες ἀδυνάτῳ· ὑπὲρ ποίων ἂν ἐλυπήθης χρημάτων, πάλαι μελετήσας αὐτὰ διανέμειν τοῖς ἐνδεέσιν;

Ὢ πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Συμμεριστὰς ποίησαι τῶν σιτίων τοὺς ἀδελφούς. Τὸ αὔριον σηπόμενον σήμερον παράσχου τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν. Εἰ ὁ τὸν ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὀνομασθήσεται· ὁ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἐδύνασο. Πῶς σοι ὑπ᾽ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὢ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν! Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται ἀκούοντι τῆς καταδίκης, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ!

Οὔτε γὰρ ἡ ἐλεημοσύνη ἄκριτος παρὰ Θεῷ, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ μὲν γὰρ τῆς κρίσεως ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συνέζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως, ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργάσηται.

Εἰ οὐκ ἐφόνευσας, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ· ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι᾽ οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν, ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι, διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων· ἐπεὶ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε διὰ τῆς ἐλεημοσύνης ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις ὀδυνώμενος τὴν ψυχὴν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται.

Οὐ φιλοπονήσεις περὶ σεαυτοῦ; οὐκ ἐν τῷ παρόντι αἰῶνι προαποθήσεις τὰς τοῦ μέλλοντος ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τοῦ μύρμηκος ἀποβλέψας; ὃς ἐν θέρει τὴν χειμέριον τροφὴν ἑαυτῷ θησαυρίζει, καὶ οὐχ ὅτι μήπω πάρεστι τὰ τοῦ χειμῶνος λυπηρὰ, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνον, ἀλλὰ σπουδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκοῦσαν τροφὴν ἐναπόθηται τοῖς ταμιείοις· καὶ οὐδὲ τοῦτο ῥᾳθύμως, ἀλλὰ σοφῇ τινι ἐπινοίᾳ τὴν τροφὴν ἐπιπλεῖστον διαρκεῖν μηχανώμενος.

Διακόπτει γὰρ ταῖς ἑαυτοῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατον, ὡς ἂν μὴ ἐκφυέντες ἄχρηστοι πρὸς τροφὴν αὐτῷ γένοιντο· καὶ διαψύχει τούτους, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ οὐκ ἐν παντὶ προβάλλει καιρῷ, ἀλλ᾽ ὅταν προαίσθηται τοῦ ἀέρος ἐν εὐδινῇ καταστάσει φυλαττομένου. Ἀμέλει οὐκ ἂν ἴδοις ὄμβρον ἐκ νεφῶν ἐπιῤῥυέντα, παρ᾽ ὅσον χρόνον ἐκ τῶν μυρμήκων ὁ σῖτος προβέβληται. Μίμησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ᾽ εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε. Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιίας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν.

Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν, μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβληθεὶς πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μὴ ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης· ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος. Ἀνώμαλα βλέπων, οὐκ ἐλεηθήσῃ. Φύσις μία· ἄνθρωπος, καὶ οὗτος κἀκεῖνος· χρεία μία, ἔνδεια ἐν ἀμφοτέροις ἡ αὐτή.

Δὸς τῷ ἀδελφῷ, καὶ τῷ ξένῳ· μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ προσωπολήπτην· οὐ τῷ συγγενεῖ διδόντα, τὸν δὲ ξένον ἀπωθούμενον. Πάντες γὰρ συγγενεῖς, πάντες ἀδελφοὶ, πάντες ἑνὸς πατρὸς ἔκγονοι. Εἰσί τινες ἐξ ἐπικρατείας κινδύνου τινὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες αὐτόν. Ἡμεῖς τοίνυν, ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν ἑαυτῶν.

Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν· εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ Δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ· καὶ πολεμήσας, μηδένα δείξῃ νενικημένον· καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος.

Διὰ μὲν γὰρ τὴν ἀγάπην, ἐν ἁπλότητι καὶ ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας τὸν μεταδοτικὸν δεῖ, κατὰ τὸ φάσκον παράγγελμα· Τῷ αἰτοῦντί σε, δός· λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν προσαιτούντων, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν.

Διεδίδοτο γὰρ ἑκάστῳ, φησὶ, καθ᾽ ὅ τι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαίνοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπορείας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς χρείαις ἑκάστου τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι δεῖ.

Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος καὶ τὰ ἕλκη πρὸς ἐμπορείας ἀφορμὴν συντιθεῖσιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον· ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσεται· ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπιδείκνυσθαι ἐν τοῖς μεθ᾽ ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις, ὑπὲρ ὧν καὶ λεχθήσεται, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Διὰ τοῦτο τῷ ὄντι ἐμπειρίας χρῄζει ἡ διάγνωσις τοῦ ἀληθῶς δεομένου, καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ δοὺς, τῷ Κυρίῳ ἔδωκε, καὶ παρ᾽ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ, προσέῤῥιψε κυνὶ φορτικῷ διὰ τὴν ἀναίδειαν; οὐκ ἐλεεινῷ διὰ τὴν ἔνδειαν.

Ἀκούσατε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν, ἐγκαρτερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμφορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Δανείζετε γὰρ, φησὶ, παρ᾽ ὧν οὐκ ἐλπίζετε λαβεῖν. Ὅταν γὰρ πτωχῷ παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν, διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως· δάνεισμα δὲ, διὰ τὴν μεγαλοδωρεὰν τοῦ Δεσπότου, τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ· ὃς μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδίδωσι. Σκοπείτω τοίνυν τοὺς ἰδίους πόρους τῶν πλουτούντων ἕκαστος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ, μὴ τὸν πένητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης.

Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσότητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ ὅτι κρατεῖς, βιάζου· μηδὲ ὅτι δύνασαι, πλεονέκτει· ἀλλ᾽ ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δικαιοσύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου· ἀλλ᾽ ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παραβαίνεις.

Εἰ δὲ ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων μήτε διδούς. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ.

Περὶ μὲν γὰρ τῶν ἀδικούντων, καὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων, γέγραπται· Θυσία ἀσεβῶν, βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ ὑπακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ὑπακούων. Διὰ τοῦτο ἡ Παροιμία συμβουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τοιαύτην κτῆσιν, μήτε προσφέρειν ἐξ αὐτῆς. Καθαρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων, δεκταὶ παρ᾽ αὐτῷ. Καὶ πάλιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέροις Θεῷ προσφορὰς ἀφ᾽ ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι, καθά φησι διὰ τοῦ προφήτου Μαλαχίου ὁ Θεός· Αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα ὑμῶν μεθ᾽ ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. Τί τοίνυν μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἄνθρωπε, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν, ἐξ ἀδικίας προσφέρειν ἐπιχειρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον ὃν ἀδικεῖς· εἰς τοῦτον κατάχρησαι τῇ φιλανθρωπίᾳ· τούτῳ χάρισαι, καὶ πληρώσεις ἔλεον μετὰ κρίσεως.

Οὐ γὰρ κοινωνήσει πλεονεξίᾳ Θεὸς, οὐδὲ λῃστῶν καὶ ἁρπακτῶν κοινωνὸς ὁ Κύριος· οὐδὲ ὡς ἀδύνατος τρέφειν τοὺς πένητας, ἡμῖν κατέλιπε τρέφειν αὐτοὺς, ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ᾽ ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν.

Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Κενοδοξίαι τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ. Ἐὰν γὰρ, ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος, ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν ἐκ πλεονεξίας, εἰδὼς ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις.

Οὕτως οὖν ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ· ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ, ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Μὴ πλανᾶσθε· οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο· ὅτι προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. ᾜδει γὰρ ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται.

Δῶμεν τοιγαροῦν ἐξουσίαν, ἀδελφοὶ, ὑπερχεθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ· μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους· μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν, μηδὲ τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν.

Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἣν αὐτὸς ἐφ᾽ ἑτέρων ἠγνόησας, μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα, σὺ τῶν ἐλαττόνων φεισάμενος· ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας.

Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Ὅτι κόλακες μὲν καὶ παράσιτοι, μετὰ τὸ λαμπρῶς ἑστιαθῆναι παρ᾽ ἡμῖν, καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ᾽ ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις ὑπὸ τοῦ λιμοῦ φθεγγόμενος, ἀποστρεφόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες, μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν.

Καὶ εἰ μὲν εἰς γῆν νεύσοι τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασι δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν. Καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ, ἥπερ ἐκεῖνος ὁ τὸν Λάζαρον ὑπεριδὼν πλούσιος. Ἵνα δὲ μὴ τοῦτο γένηται, τῷ ἐλέῳ τὸν ἔλεον προσκτησώμεθα, ὅπως καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.