Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΙΖ': Η οργή, η έχθρα και η ανεξικακία
Ηθική διδασκαλία κατά της μνησικακίας και του παραλόγου θυμού, με ταυτόχρονη ανάδειξη της ορθής χρήσης της δικαίας οργής μέσω αγιογραφικών παραδειγμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΙΖ': Η οργή, η έχθρα και η ανεξικακία
Ηθική διδασκαλία κατά της μνησικακίας και του παραλόγου θυμού, με ταυτόχρονη ανάδειξη της ορθής χρήσης της δικαίας οργής μέσω αγιογραφικών παραδειγμάτων.
ΠΕΡΙ ΟΡΓΗΣ ΚΑΙ ΕΧΘΡΑΣ. ΛΟΓΟΣ ΙΖʹ. Μέγιστον κατηγόρημα Χριστιανοῦ, πρόχειρον εἶναι πρὸς ἄμυναν, καὶ παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυπῆσαι τὸν βλάψαντα; μὴ μιμούμενος τὴν πραότητα τοῦ Δαβὶδ λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Διὸ δεῖ τὸ μανικὸν καὶ ἔμπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων τούτου ὑποδειγμάτων· πῶς πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν. Ὅτι Κύριος, φησὶν, εἶπε τῷ Σεμεεὶ καταράσασθαι τὸν Δαβίδ. Διόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπηνεν, ἀλλ᾽ ἑαυτὸν ἐταπείνωσεν, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Πᾶς γὰρ ἔλεγχος ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτήματος· ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων, εἰς συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν.
Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος καταπληκτικὸς, καθικνούμενος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων· Οὐχ οὕτω σώματος χαρακτὴρ ἴδιός τινος ἐνομίσθη, ὡς τῆς φιλοθέου ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ᾽ ἂν τῷ τοιούτῳ, τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσιν, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι, αὐτὸν τοῖς ἄλλοις καθηγεῖσθαι ἐπὶ τὰ βέλτιστα, ἀλλ᾽ οὐχὶ ἀκολουθεῖν ἑτέροις, ἐφ᾽ ἃ μὴ δεῖ· καὶ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι᾽ ἀνεξικακίας λύειν τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι, παντός ἐστι τοῦ ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο ἑνός που μόνου, καὶ εἴ τις αὐτῷ τὴν ἀρετὴν παραπλήσιος. Οἷον γὰρ θέαμα! πῶς σεμνὸν καὶ θαυμαστὸν καὶ μικροῦ τὴν φύσιν ἐκβαῖνον τὴν ἀνθρωπίνην, ἄνθρωπον πολλὰ λοιδορηθέντα, καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης, καὶ ἄλλα μυρία παθόντα τῶν λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν, ἀλλὰ πράως καὶ ἀοργήτως προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ, ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχωρηθῆναι, καὶ πρὸς τὸ ἑξῆς τῆς πρεπούσης παρὰ Θεοῦ ἐπιμελείας ἀξιωθῆναι!
Νῦν δὲ ἡμεῖς μετὰ τῶν ἄλλων κακῶν κἀν τούτῳ μάλιστα ἁμαρτάνομεν, διώκοντες ἀνταπόδομα, οὐδὲ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόντες, ἀλλὰ μεθ᾽ ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ᾽ ἐὰν μὴ καὶ τιμηθῶμεν παροξυνόμενοι· καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους αὑτοὺς ὑπειλήφαμεν, ὡς ἐχθροὺς λογιζόμενοι.
Ὕβρισέ σε ὀργισθεὶς ὁ δεῖνα; στῆσον τῇ σιωπῇ τὸ κακὸν, καὶ μὴ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Ἐκεῖνος ἐλοιδόρησε; σὺ εὐλόγησον. Ἐτύπτησεν ἐκεῖνος; σὺ ὑπόμεινον. Διαπτύει, καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑπέστης, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ καὶ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ταῦτα ἑαυτὸν ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχόν; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γέννησιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως καλόν.
Ἐκεῖνος ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατ᾽ αὐτῶν ἐνέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Καὶ σὺ τοίνυν, ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς, τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριάνῃς, τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διαπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον;
Οὐδὲν ἤκουσας δεινόν. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Τί ὀργῆς ἀφρονέστερον; Ἐὰν μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ὡς γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα, ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων, παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Ἀμυνόμενος δὲ, καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς, ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι, ἱκανὸν εἰς παραίτησιν.
Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν· διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ᾽ ἀγανακτεῖς καὶ χαλεπαίνεις, καὶ ἀνταγωνίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος.
Εἰ μὲν πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; Εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ; ἔοικε γάρ πως συνεξομοιοῦσθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. Διόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν, μὴ ἀποκρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ᾽ εἰκόνα Θεοῦ γεγενημένον καθυβρίζων.
Ἀνδρὶ θυμώδει μὴ συναυλίζου, φησί. Κακὸν γὰρ πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Φεῦγε τοίνυν τὰς μετ᾽ αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθυλακτοῦντες· εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσπερ σφενδόνας ἀφίετε τῶν ῥημάτων τὰς ἀσχημοσύνας.
Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος, ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λαβὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀντίδοσιν, οὐκ ἔστη τῆς ὁρμῆς, ἀλλ᾽ ἐστράφη, καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν· μείζων ἠβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δεξάμενος πάλιν, ὑπερυψώθης, καὶ γέγονε κακῶν φιλονεικία.
Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτερός ἐστιν. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ τοῦ θυμοῦ πάθος, καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ· ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμός. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Ἀγνοοῦσι μὲν γὰρ αὑτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται, καὶ θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν· γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο· καὶ ὥσπερ αἱ χαράδραι πρὸς τὰ κοῖλα συῤῥέουσαι τὸ προστυχὸν παρασύρουσιν· οὕτω καὶ αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῦ τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι.
Ὅταν γὰρ ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ τοῖς παροξύνουσιν ὁ θυμὸς ἐξαφθῇ, τότε δὴ, τότε, τὰ οὔτε λόγῳ ῥητὰ, οὔτε ἔργῳ φορητὰ, ἐπιδεῖν ἔστι θεάματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, πόδας δὲ ἀφειδῶς ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γενόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναντίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλοις καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Αἱ γὰρ πρὸς ἀλλήλους λύπαι, καὶ μικροψυχίαι, παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι· προϊόντος δὲ τοῦ χρόνου, ὑπὸ φιλονεικίας αὐξόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασιν.
Ἕως γὰρ ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον αὔξεσθαι. Ἂν τοίνυν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως.
Τί γὰρ τὸν Φινεὲς ἐδικαίωσεν; οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πραῢς, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρῆ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐ συγκαλυπτόντων αὐτῶν τὴν ἀσχήμονα θέαν τῆς αἰσχύνης, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι᾽ ἀμφοῖν ἐλάσας τὸν σειρομάστην.
Ἡλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἄλσεων, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης.
Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. Τούτους καὶ ἡμεῖς ζηλῶσαι σπουδάσωμεν, καὶ μὴ καθ᾽ ἡμῶν, ἀλλὰ κατὰ τοῦ διαβόλου τὸν θυμὸν ὁπλίζωμεν μόνον, εἴ γε τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν βουλοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.