Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΚΒ': Η θεία πρόνοια στην κτίση

Παραδείγματα από τον ζωικό κόσμο ως αποδείξεις της πάνσοφης θείας μέριμνας και φυσικές μαρτυρίες για τα πνευματικά μυστήρια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 22 από 24

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ. ΛΟΓΟΣ ΚΒʹ. Τὸ τῆς ἐν τῷ προστάγματι διανοίας τοῦ Δημιουργοῦ πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν δημιουργηθέντων διαφοραὶ καὶ κοινότητες. Οἷς πᾶσι δι᾽ ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πελάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Πῶς γὰρ ἄν τις δι᾽ ἀκριβείας ἐπέλθοι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν οἱ πελαργοὶ οὕτω κατὰ τὸν ἕνα καιρὸν οἰκοδομοῦσι τοῖς τῇδε χωρίοις· οὕτω δὲ ὑφ᾽ ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν, ὅπερ οὐδὲ πόῤῥω ἐστὶ συνέσεως λογικῆς. Πῶς δὲ δορυφοροῦσιν αὐτοὺς αἱ κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πολεμίους.

Σημεῖον δὲ, πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειθ᾽ ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κομίζουσι. Τίς παρ᾽ αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Αἱ γέρανοι δὲ τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται. Καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχονται τὴν ἀσφάλειαν. Εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου, ἡ μὲν βοήσασα, πρὸς ὕπνον ἐτράπετο, ἡ δὲ τὴν διαδοχὴν ὑποδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας μετέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν φυλάττουσιν. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται, καὶ τακτόν τινα χρόνον προκαθηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μεθ᾽ ἑαυτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν.

Οἱ δέ γε ἀπιστοῦντες περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, μεμνημένοι τῆς κατὰ τοὺς σῆρας μεταβολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν. Καὶ οἱ γελῶντες τὸ μυστήριον ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως παρθένον τεκεῖν, τῆς παρθενίας αὐτῇ φυλαττομένης ἀχράντου· ἐνθυμήθητε, ὅτι ὁ ἐν τούτῳ εὐδοκήσας Θεὸς, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. Τούς τε γὰρ γῦπας ἀσυνδυάστως τίκτειν ἐποίησε, καὶ ταῦτα μακροβιωτάτους ὄντας, οἷς γε μέχρις ἑκατὸν ἐτῶν ὡς τὰ πολλὰ ἡ ζωὴ παρατείνεται· καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλέλοιπεν.

Ἔστι δέ τις καὶ παρὰ τοῖς ἰχθύσι σοφὴ καὶ εὔτακτος διακόσμησις, καὶ ἕκαστον γένος αὐτῶν οἶδε τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν· καὶ ὥσπερ πόλεσιν, ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ᾽ ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι ἀπ᾽ ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες, ἐπὶ τὴν βορείαν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθύας ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσταγμα βασιλέως; ποῖα διαγράμματα κατ᾽ ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; Οἱ ξεναγωγοῦντες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφρονα παντελῶς καὶ ἄλογα· ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ τοῦ κτίσαντος ἀνθιστάμενος. Οὐδὲν παρ᾽ αὐτοῖς ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ᾽ ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ᾽ αὐτοῖς, εἰ μὴ τὸν σκαρὸν μόνον ἱστοροῦσί τινες.

Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασσήσει ἡ τροφὴ διαῤῥέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος, Ἄκουε τοίνυν αὐτῶν μονονουχὶ φωνὴν ἀφιέντων δι᾽ ὧν ποιοῦσιν, ὅτι Εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ἐπιδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης τὸ ὕδωρ ἐκεῖνο, διότι ἐπ᾽ ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια. Ὅθεν καὶ ἐπὶ ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥω θαλάσσης φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ θρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑποστρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεία θάλασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. Διὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι.

Ἀλλὰ καὶ ψυχρὰ χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. Διὰ τοῦτο, ἐφ᾽ ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσήνεμον τῶν ἀρκτῴων, τοῖς ἐπ᾽ ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθύς· τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίαις προτραπέντες, ἐν πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ᾽ ἑαυτοὺς διατιθέμενοι; εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπιστίας δι᾽ ἡδονῆς βοσκημάτων τὴν ζωὴν ἀναλίσκομεν.

Ἂν δὲ ἐπέλθωμεν τῷ λόγῳ, πόση τοῖς ἀλόγοις ζώοις ἐνυπάρχει ἀδίδακτος καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, οὐχὶ πρὸς τὴν ἡμῶν αὐτῶν φυλακὴν, καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνοιαν κινηθησόμεθα, ἢ ἐπιπλέον κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπολειπόμενοι; Ἄρκτος πολλάκις βαθυτάταις κατατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχαναῖς, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα, διὰ τῆς τοῦ ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ ὄφις, τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται, βοσκηθεὶς μαράθρῳ. Καὶ βόες μὲν κατακεκλεισμένοι χρονίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη ποτὲ τοῦ ἔαρος προσιόντος, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμενοι, ἐκ τῶν βουστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι, πάντες ὑφ᾽ ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα.

Πρόβατα δὲ, χειμῶνος προσιόντος, λάβρως τὴν τροφὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενα πρὸς τὴν μέλλουσαν ἔνδειαν. Τί δὲ διὰ τούτων ἡμῖν ἐνδείκνυται τοῖς ἀνθρώποις; τὸ καὶ παρὰ τοῖς ἀλόγοις τινὰ εἶναι τοῦ μέλλοντος αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρούσῃ ζωῇ προστετηκέναι, ἀλλ᾽ ὑπὲρ τοῦ μέλλοντος αἰῶνος τὴν πᾶσαν ἔχειν σπουδήν. Πόθεν ἐν μυρίοις προβάτοις, ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδε μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γάλακτος; κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται, παραδραμὼν οὔθατα βαρυνόμενα.

Καὶ ἡ μήτηρ ἐν μυρίοις ἀρνάσιν ἐπιγινώσκει τὸ ἴδιον; Φωνὴ μία, χρόα ἡ αὐτὴ, ὀσμὴ παρὰ πάντων ὁμοία, ὅσον τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται. Ἀλλ᾽ ὅμως ἐστί τις αὐτοῖς αἴσθησις, τῆς ἡμετέρας καταλήψεως ὀξυτέρα, καθ᾽ ἣν ἑκάστῳ πάρεστιν ἡ τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα.

Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. Διότι ὁ δημιουργήσας αὐτὰ Θεὸς, τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιουσίας παρεμυθήσατο. Καὶ μηδεὶς ἐγκαλείτω τῷ Ποιητῇ, ὅτι καὶ ἰοβόλα ζῶα φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν. Ἢ οὕτω δ᾽ ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη, εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι.

Πέποιθας ἐπὶ Κύριον; ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐχ ὁρᾷς, ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐναψαμένη ἡ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον, ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι᾽ ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας Καὶ γὰρ πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδότους ταῖς πονηραῖς κολαστικαῖς δυνάμεσιν, ἀλλ᾽ αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Καὶ πᾶν ὅπερ εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσει, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ τῷ Θεῷ· πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρεστι, σκορπίζων ἑκάστῳ τὴν σωτηρίαν. Πολλάκις γοῦν καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία αὐτοῦ καὶ ἡ πρόνοια διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι᾽ αὐτοῦ ἐκχεῖσθαι. Εὔκαιρον οὖν εἰπεῖν μετὰ τοῦ προφήτου· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας. Αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ μεγαλοπρέπεια, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.