Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος Θ': Η αληθινή προσευχή και η θεωρία του Θεού
Κατευθύνσεις για την εσωτερική ησυχία του νου, την αδιάλειπτη δοξολογία κατά την καθημερινότητα και την ευλαβή παράσταση εντός του οίκου του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Θ': Η αληθινή προσευχή και η θεωρία του Θεού
Κατευθύνσεις για την εσωτερική ησυχία του νου, την αδιάλειπτη δοξολογία κατά την καθημερινότητα και την ευλαβή παράσταση εντός του οίκου του Θεού.
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ. ΛΟΓΟΣ Θʹ. Χρὴ τὴν προσευχὴν μὴ ἐν συλλαβαῖς ἡμᾶς ἐκπληροῦν, ἀδελφοὶ, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ᾽ ἀρετὴν παντὶ τῷ βίῳ παρεκτεινομέναις. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ᾽ εἰδέναι καὶ μὴ αἰτούντων ἡμῶν τὰ χρήσιμα. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἱ δὲ ἐν τῷ βίῳ μὲν μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ Ὁ Φαρισαῖος ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπείπερ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. Διὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ μὴ βαττολογεῖτε, ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· καὶ τὸ, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν.
Τοῦτό ἐστι τὸ αἴτιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκταθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλεπαίνοντι, δεξιὰν φιλίας αἰτούμενος· ἆρ᾽ οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλλον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείροι; Τοιαῦταί εἰσι καὶ αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖρας τῆς εἰς τὸν μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνησκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ᾽ ἑκάστην ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πωρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρχουσι.
Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Διὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ᾽ ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ παρεῖναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ᾽ ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γινομένων ὑπολαμβάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι.
Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυχία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε.
Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορούμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι᾽ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηίνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι.
Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐσεβείας.
Πεφύκασι γάρ πως αἱ καθ᾽ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ᾽ ἔργα τρεπομένου, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα, αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Εὐχαὶ καὶ πρὸ τῆς τροφῆς ἀξίως γενέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο· εὐχαὶ καὶ μετὰ τὰς τροφὰς, εὐχαριστίαν τῶν διδομένων ἔχουσαι, καὶ αἴτησιν τῶν ἐπηγγελμένων.
Εὐχὴ δὲ καλὴ, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· τοῦτο γάρ ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἔχειν ἐνιδρυμένον ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται· ἀλλὰ πάντα ἀποφεύγων, ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβων.
Καὶ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστὶ, τοῦτο τῷ τῆς εὐσεβείας ἀγωνιστῇ τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν, οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας παραπεμπόντων ἐπὶ καρδίαν· ἀλλὰ καὶ μόνου καθ᾽ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν ἐν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
Τοῦτο καὶ ἡ κατὰ Μωϋσέα παραινίσσεται ἱστορία, ὅτι διὰ τὸ τοὺς προκόπτοντας μὴ ἐξομαλίζειν τὰς πράξεις, ἀλλὰ ποτὲ μὲν κρεῖττον βιοῦν, ποτὲ δὲ δι᾽ ἀτονίαν ἐκλύεσθαι ἀσθενέστερον ἐνεργεῖν, τῆς ἀνθρωπίνης καταστάσεως σύμβολα ἦν τὰ τότε γινόμενα.
Εἰ μὲν γὰρ ἐπῆρε τὰς χεῖρας, ἐνίσχυεν Ἰσραήλ· ὅτε δὲ καθῆκε τὰς χεῖρας, ἐνίσχυεν Ἀμαλήκ. Τουτέστι, καταπιπτούσης ἡμῶν τῆς δραστικῆς δυνάμεως, ἰσχύει τὰ ἀντιπαλαίοντα ἡμῖν· ὑψουμένης δὲ καὶ διαιρομένης, δυνατώτερον γίνεται τὸ διορατικὸν ἐν ἡμῖν· ἐπαίρει μὲν γὰρ ὁ τὰ ἄνω ζητῶν, ἐκτείνει δὲ ὁ τῆς εἰς τὰ σωματικὰ βοηθείας ἐπιδεόμενος. Ὁ τοίνυν ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος, οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων ῥήματα, ἀπαγγέλλει, ἄπαγε! ἀλλ᾽ Ἐν τῷ ναῷ αὐτοῦ, κατὰ τὸν Δαβὶδ, πᾶς τις λέγει δόξαν. Ἑστήκασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἄγγελοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται τῷ Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ οὐράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ.
Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματικὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. Δεῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ᾽ Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἀλλ᾽, ὢ τοῦ θαύματος! Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον, δοξολογεῖν τὸν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δόξαν ἀναπέμπειν τῷ κτίσαντι.
Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα καὶ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος, δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεεινοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπέχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται εἰς μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ Ψαλμῳδοῦ διαμαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέγεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ, ἐπιστρέφων πρὸς ἑαυτόν. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλὰ σὲ βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. Διότι, Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Χρὴ δὲ διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. Καὶ εἰ μὲν παράσχοιτο συνεῖναι, ταῦτα ἡμῖν ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα· εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προειλοίμεθα, διοικεῖται τὰ ἡμέτερα. Ἁλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ᾽ αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ᾽ αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. Ἀλλ᾽ ὅμως κοιμίζονται μὲν πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἁλκυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας· ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί γὰρ οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ᾽ εἰκόνα γέγονας Θεοῦ, ὅπουγε ὑπὲρ ὄρνιθος οὕτω μικρᾶς ἡ μεγάλη καὶ φοβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα; Εἰ γὰρ ἁλκυόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν;
Πείσωμεν τοιγαροῦν ἑαυτοὺς, ἀδελφοὶ, καὶ ἐν ταῖς ἄλλαις ἡμῶν αἰτήσεσι, καὶ ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι· ἀλλ᾽ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ, τὰς δεήσεις ποιεῖσθαι.
Οὕτω γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, καὶ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος. Ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ ἡ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι. νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.