Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικός

Μέγας Βασίλειος

Θεολογικές προϋποθέσεις και ο σκοπός του ασκητικού βίου

Η δημιουργία του ανθρώπου, η πτώση και η αποκατάσταση του κατ' εικόνα μέσω της απαθείας, της παρθενίας και της ολόπλευρης καθαρότητας σε προσομοίωση του αγγελικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ. Ὁ ἄνθρωπος κατ᾽ εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν· ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρείωσεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθέλκουσα. Ὁ δὲ Θεὸς, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινή ἐστι ζωή. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωὴν οἰκειότητα· τὸν δὲ ἐκτὸς τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακαρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὐκοῦν ἐπανέλθωμεν εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλοτριώθημεν.

Καὶ πάλιν κατὰ τὴν τοῦ Θεοῦ εἰκόνα ἑαυτοὺς καλλωπίσωμεν, διὰ τῆς ἀπαθείας ὁμοιωθέντες τῷ κτίσαντι. Ὁ γὰρ τὸ ἀπαθὲς τῆς θείας φύσεως, καθώς ἐστι δυνατὸν, ἐφ᾽ ἑαυτοῦ μιμησάμενος, οὗτος ἐπανέλαβεν ἐπὶ τῆς ἰδίας ψυχῆς τοῦ Θεοῦ τὴν εἰκόνα. Ὁ δὲ ὁμοιωθεὶς τῷ Θεῷ κατὰ τὸν ῥηθέντα τρόπον, καὶ τῆς θείας ζωῆς ἐκτήσατο πάντως τὴν ὁμοιότητα, εἰς τὸ διηνεκὲς παραμένων τῇ ἀϊδίῳ μακαριότητι. Εἰ οὖν διὰ τῆς ἀπαθείας τὴν εἰκόνα τοῦ Θεοῦ πάλιν ἀναλαμβάνομεν, ἡ δὲ πρὸς τὸν Θεὸν ὁμοιότης τὸ διηνεκὲς τῆς ζωῆς ἡμῖν χαρίζεται, πάντων ἀμελήσαντες τῶν ἄλλων, ταύτης γενώμεθα τῆς σπουδῆς, ὥστε μηδενὶ πάθει μηδέποτε καταδυναστευθῆναι ἡμῶν τὴν ψυχὴν, ἀλλ᾽ ἀκλινῆ καὶ ἀκατάβλητον ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς τὴν διάνοιαν ἡμῶν διαμένειν, ἵνα γενώμεθα τῆς θείας μακαριότητος μέτοχοι. Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ ἐν μόνῳ τῷ φείσασθαι τῆς παιδοποιίας κατορθοῦται τὸ χάρισμα τῆς παρθενίας, ἀλλ᾽ ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνύμενος. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι᾽ ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μίασμα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης.

Ὁ γὰρ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατεία φυλάσσων ἀληθῶς δείκνυσι τελείαν ἐν ἑαυτῷ διὰ πάντων ἀπηρτισμένην τῆς παρθενίας τὴν χάριν.

Οὐκοῦν εἴπερ ἐπιθυμοῦμεν καθ᾽ ὁμοιότητα τοῦ Θεοῦ τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπαθείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μήπου τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ᾽ ἐπειδὴ, πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, τοιαύτην ἐκίνησε καθ᾽ ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Οὐκοῦν πρὸ τῆς ἐπαγγελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν, καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας, φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τι τῶν ἱερῶν ἀναθημάτων, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυλίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου ὑπηρεσίᾳ καταῤῥυπώσας.

Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατόρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία, προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπισμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλακῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινόμενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος.

Ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς ἐστι φύσεως, τὸ ἀπηλλάχθαι τῆς γαμικῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρίζεσθαι, ἀλλ᾽ εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενίζειν.

Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ταῦτα μὲν οὖν κοινοτέρα τις ἔστω παραγγελία τῶν τὸν ἐγκρατῆ καὶ ἁγνὸν βίον προελομένων.