Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατόρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία, προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπισμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλακῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινόμενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος.