Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος ἀσκητικός

Μέγας Βασίλειος

Κανόνας εγκρατείας και πρόγραμμα προσευχών

Οδηγίες για το μέτρο της ασκήσεως, τη σύμμετρη χρήση των υλικών αγαθών και τον καθορισμό των τακτών ωρών προσευχής εντός του ασκητηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ἐγκρατείας δὲ ὁ κάλλιστος ὅρος καὶ κανὼν οὗτος ἔστω, τὸ μήτε πρὸς τρυφὴν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς βλέπειν, ἀλλὰ φεύγειν ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκοῦσα ταράσσηται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν. Ἴση γὰρ ἐξ ἑκατέρων ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ ἀνυπότακτον εἶναι τὴν σάρκα, δι᾽ εὐεξίας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρετός τε καὶ ἐκλελυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχηται. Οὐ γὰρ ἄγει σχολὴν ἡ ψυχὴ, ἐν τῇ τοιαύτῃ τοῦ σώματος καταστάσει, πρὸς τὰ ἄνω βλέπειν ἐλευθερίως· ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην πρὸς τὴν τῆς ὀδύνης αἴσθησιν ἀσχολεῖται καὶ ἐπικλίνεται, συνταπεινουμένη τῇ κακοπαθείᾳ τοῦ σώματος.

Ἔστω τοίνυν ἡ χρῆσις τῇ χρείᾳ σύμμετρος, καὶ ὁ οἶνος μήτε βδελυκτὸς ἔστω, εἰ πρὸς θεραπείαν παραλαμβάνοιτο, μήτε σπουδαζέσθω χωρὶς ἀνάγκης· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ταῖς χρείαις, μὴ ταῖς ἐπιθυμίαις ὑπηρετείτω τῶν ἀσκουμένων. Προσευχῆς καιρὸς ἔστω ἅπας ὁ βίος· μάλιστα δὲ ἐπειδὴ χρή τισι διαλείμμασι τὸ σύντονον τῆς ψαλμῳδίας καὶ τῆς γονυκλισίας διαναπαύειν, ἀκολουθητέον ταῖς παρὰ τῶν ἁγίων τετυπωμέναις εἰς προσευχὴν ὥραις. Φησὶ τοίνυν ὁ μέγας Δαβὶδ, ὅτι Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· ᾧ καὶ Παῦλος καὶ Σίλας ἀκολουθοῦντες εὑρίσκονται, κατὰ τὸ μεσονύκτιον ἐν τῷ δεσμωτηρίῳ τὸν Θεὸν αἰνοῦντες. Εἶτά φησιν ὁ αὐτὸς προφήτης· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας.

Ἀλλὰ καὶ ἡ τοῦ ἁγίου Πνεύματος παρουσίᾳ κατὰ τὴν τρίτην γίνεται ὥραν, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, ὅτε, διαχλευαζόντων ἐν τῇ ποικίλῃ τῶν γλωσσῶν ἐνεργείᾳ τῶν Φαρισαίων τοὺς μαθητὰς, φησὶν ὁ Πέτρος μὴ μεθύειν τοὺς ταῦτα λαλοῦντας· ὥρα γάρ ἐστι τρίτη. Ἡ δὲ ἐνάτη τοῦ Δεσποτικοῦ πάθους ἐστὶ μνημόσυνον, τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς γενομένου. Ἀλλ᾽ ἐπειδή φησιν ὁ Δαβὶδ, ὅτι Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, οἱ δὲ μνημονευθέντες τῆς προσευχῆς καιροὶ οὐ πληροῦσι τὴν ἑβδομάδα τῶν προσευχῶν, τὴν μεσημβρινὴν προσευχὴν διατμητέον· καὶ τὴν μὲν πρὸ τοῦ προσενέγκασθαι τὴν τροφὴν, τὴν δὲ μετὰ τὸ προσενέγκασθαι· ὥστε γενέσθαι καὶ ἡμῖν ἐν τύπῳ τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεὸν κατὰ πᾶσαν τῆς ἡμέρας περίοδον. Αἱ εἴσοδοι τῶν ἀσκητηρίων ταῖς μὲν γυναιξὶν ἀποκεκλείσθωσαν· ἄνδρες δὲ μὴ πάντες εἰσίτωσαν, ἀλλ᾽ ὅσοι ἂν ὑπὸ τοῦ καθηγουμένου καταπιστευθῶσι τὴν εἴσοδον.