Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος εἰς τὴν διδασκαλίαν τῶν ἱερέων

Μέγας Βασίλειος

Προϋποθέσεις συμμετοχής και διαχείριση των αγίων δώρων

Συστάσεις για τη διαφύλαξη των μυστηρίων από τους αναξίους, την αποφυγή προσωποληψίας και την προστασία των τιμίων δώρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ὅρα οὖν τίνι παρέστηκας, πῶς ἱερουργεῖς καὶ τίσι μεταδίδως. Ὅρα μὴ ἐπιλάθῃ τῆς δεσποτικῆς ἐντολῆς καὶ τῆς τῶν ἁγίων ἀποστόλων· ‘Μὴ δότε γάρ, φησί, τὰ ἅγια τοῖς κυσί, καὶ τοὺς μαργαρίτας μὴ βάλητε ἔμπροσθεν τῶν χοίρων’· ‘Βλέπετε τοὺς κύνας’ καὶ τὰ ἑξῆς.

Ὅρα οὖν μὴ φόβῳ ὑπαχθεὶς ἀνθρωπίνῳ, πτοηθῇς ἄνθρωπον εἰς πτῶσίν σου· μὴ παραδῶς τὸν υἱὸν τοῦ θεοῦ εἰς χεῖρας ἀναξίων. Ὅρα οὖν μὴ ἐντραπῇς τοὺς ἐνδόξους τῆς γῆς, μηδ᾽ αὐτὸν τὸν τὸ διάδημα περικείμενον πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν παρίστασαι ἱερουργῆσαι.

Βλέπε τοὺς βουλομένους λαμβάνειν δωρεὰν ἐν τοῖς οἴκοις πῶς δίδως· ἐγὼ πρᾶγμα οὐκ ἔχω, σὺ ὄψει. Τοῖς δὲ τῆς θείας μεταλήψεως ἀξίοις μεταδίδου δωρεάν, ὡς καὶ αὐτὸς ἔλαβες· οἷς οἱ θεῖοι κανόνες οὐκ ἐπιτρέπουσι μὴ μεταδώσης, ὡς ἐθνικοὶ γὰρ ἐλογίσθησαν καὶ πρὶν ἐπιστρέψωσι τοῖς μεταδιδοῦσιν αὐτοῖς οὐαί. Ὅρα οὖν μὴ μῦς ἢ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων· μὴ ἐξ ἀμελείας σου νοτισθῇ ἢ καπνισθῇ ἢ χειρισθῇ ὑπὸ ἀνιέρων. [Ὅρα πῶς καταστέλλεις τὰ ἅγια μετὰ τὴν ἐκπλήρωσιν τῆς θείας λειτουργίας· μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, βλέπε μὴ ἐάσῃς ἔχον νᾶμα τὸ ἅγιον ποτήριον καὶ κονοπιασθῇ, ἀλλ᾽ ἀμφότερα καταστείλας οὕτω πορεύου.

Βλέπε, ἐὰν ἀπομείνωσιν ἅγια δῶρα οὐκ ἔξεστι κοινωνεῖν αὐτὰ πλὴν τῶν ἱερέων καὶ μόνον· εἰ δὲ μή γε, καὶ εἰσὶν αὐταρκῆ παιδία σώφρονα, ἄγαγε καὶ ταῦτα κοινωνήτωσαν, καὶ διαμεινάτωσαν νηστεύοντες ἕως ὥρας εʹ. Ὅρα μὴ μυῖαι πέσωσιν εἰς τὸ ἅγιον ποτήριον ἢ ἐπάνω τοῦ ἄρτου καθήσωσιν· ὅρα μὴ ἄλλο τι ἅψηται τῶν θείων μυστηρίων].