Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος εἰς τὴν διδασκαλίαν τῶν ἱερέων

Μέγας Βασίλειος

Μέριμνα των τιμίων δώρων και δοξολογικός επίλογος

Κανόνες για την ασφαλή διαχείριση των τιμίων δώρων προς αποφυγή βεβήλωσης και τελική κατακλείδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

Βλέπε τοὺς βουλομένους τὰ δῶρα μεταλαμβάνειν ἐν τοῖς οἴκοις· σὺ ὄψει, ὅτι καὶ ὑπὸ γυναικῶν χαρίζονται, ἀλλὰ καὶ ἀναξίων. Ὅρα οὖν, ὡς οἱ θεῖοι κανόνες καὶ αἱ σύνοδοι τῶν ἁγίων Πατέρων ἐπεκύρωσαν· οὕτω πράττε, καὶ μὴ μεταδίδῳς ἀναξίοις ἢ λαϊκοῖς, παρὰ ἐπιστρέψαι αὐτοὺς τῇ ὀρθοδόξῳ πίστει. Οὐαὶ δὲ τοῖς μεταδιδοῦσιν αὐτοῖς! Ὅρα οὖν μὴ μυῖαι ἐμπέσωσι εἰς τὸ ἅγιον ποτήριον, ἢ ἐξ ἀμελείας σου νοτισθῇ, ἢ μοχλιάσῃ, ἢ κονοπισθῇ, ἢ ἐγχειρισθῇ ὑπὸ αἱρετικῶν· ἀλλὰ βλέπε πῶς καταστέλλεις μετὰ τὴν συμπλήρωσιν τῆς θείας λειτουργίας, μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, ἢ ἀπομείνῃ ἐν τῷ ποτηρίῳ· ἢ ἔχον νᾶμα τὸ ἅγιον ποτήριον, καὶ κονοπισθῇ· ἀλλὰ ἀμφότερα καταστείλας, πορεύου ἐν εἰρήνῃ. Ταύτην τὴν παράδοσιν ἐὰν φυλάξῃς, ὦ ἱερεῦ, σώσεις σεαυτὸν, καὶ οὓς μέλλεις διδάσκειν· εὐχόμενος καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος πρὸς Κύριον, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.