Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ ἐχθρῶν καὶ φίλων

Μέγας Βασίλειος

Δέηση υπέρ των φίλων και κατακλείδα

Ικεσία για την εγκαθίδρυση της αγάπης, την ανταμοιβή των φίλων και των ευεργετών, καθώς και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 2

Ἔμβαλε ταῖς καρδίαις αὐτῶν ἄδολον ἀγάπην καὶ ἀνυπόκριτον· σύνδησον ἡμῖν αὐτοὺς ἐν ἀῤῥήκτοις δεσμοῖς εὐνοίας πνευματικῆς· καὶ τῆς ἀκηράτου σου ζωῆς, οἷς οἶδας λόγοις, κοινωνοὺς ἀποτέλεσον· τοὺς δὲ ἀγαπῶντας ἡμᾶς, ἢ καὶ εἰς τὰς σωματικὰς χρείας διὰ τὸ σὸν διακονοῦντας ἅγιον ὄνομα, ταῖς πλουσίαις σου δωρεαῖς ἀντάμειψαι, καὶ τῆς λήξεως τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἀξίωσον. Καὶ τοῖς τῆς ἀσθενείας ἡμῶν ἐν ἀγαθῇ διαθέσει μεμνημένοις, ἢ καὶ ὑπερευχομένοις, δαψιλῆ τὴν χάριν σου ἐπιβράβευσον· τοῖς ἐντειλαμένοις τῇ ἡμετέρᾳ ταλαιπώρῳ ἀναξιότητι ὑπὲρ αὐτῶν εὔχεσθαι τὰ ὠφέλιμα χάρισαι, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα παράσχες, καὶ πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῖς ἐξαπόστειλον. Πάντας, εὔσπλαγχνε, τοὺς ἐπὶ σοὶ πεποιθότας ἐλέησον, πάντας εἰς τὴν θείαν σου ἀγάπην ἕλκυσον. Πρόστηθι πάντων, καὶ ἀντιλάβου, σὺν ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀχρείοις δούλοις σου, καὶ τῆς σῆς βασιλείας κληρονόμους ἀπέργασαι. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ ἐστι τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.