Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Εισαγωγή στη θεολογία της παρθενίας και του γάμου

Θεολογική θεμελίωση της υπεροχής της παρθενικής ζωής χωρίς την απαξίωση του έγγαμου βίου, με βάση την αποστολική διδασκαλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 6

ΟΜΙΛΙΑ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ. Ἕκαστος ἡμῶν τὸ αὐτεξούσιον λαβὼν παρὰ τοῦ θεοῦ, ὡς ὁ ἅγιος Παῦλός φησιν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, 〈ἐξουσίαν ἔχει〉 ἕκαστος 〈τοῦ ἰδίου θελήματος.〉 Καὶ ὃς μὲν 〈κέκρικε τῇ〉 ἑαυτοῦ 〈καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει, ὥστε καὶ ὁ γαμίζων,〉 φησί, 〈καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων,〉 φησί, 〈κρεῖσσον〉 ποιεῖ.

Καὶ ἵνα λαμπρότερον εἴπω, ταῦτα γάρ με ἐκίνησαν, τὸ καλὸν καὶ τὸ κρεῖσσον διηγήσασθαι οὐκ ὀκνήσω, μάλιστα τοῖς τῷ ἐπουρανίῳ καὶ πνευματικῷ ἔρωτι πρὸς θεὸν πτερουμένοις. Καλὸν γὰρ ὁ σεμνὸς γάμος, ὡς ἀπὸ θεοῦ ἁρμοζόμενος· κρεῖσσον δὲ ἡ ἄχραντος παρθενία διὰ τὸ τοῦ καλοῦ κρεῖττον, οὐδ᾽ ἕτερον δὲ ἑτέρου ἀλλότριον.

Ὥσπερ γὰρ ἐκ τῶν φυτῶν οἱ καρποὶ εὑρίσκονται. ἀλλ᾽ ὅμως ὁ γλυκὺς καρπὸς τὴν ἀξίνην ἀποστρέφει· ἡ 〈δὲ ἀξίνη,〉 φησὶν ὁ σωτὴρ ἡμῶν, 〈πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.〉 〈Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται.〉 Παράβασιν γὰρ κατηγορεῖ ὁ Παῦλος τῆς γυναικὸς κατὰ τὴν πρωτόπλαστον Ἔυαν, σωτηρίαν δὲ ἔσεσθαι ἐπαγγέλλεται διὰ τῆς τεκνογονίας.

Ἀλλ᾽ οὐκ ἀσαφὲς κατέλιπε τὸ ῥῆμα· 〈ἐὰν〉 γάρ, φησί, 〈μείνωσιν ἐν πίστει〉 καὶ ἀληθείᾳ 〈καὶ ἀγάπῃ καὶ ἁγιασμῷ καὶ σωφροσύνῃ.〉 Ἔνθεν οὖν ἤδη φανερὸν ὡς ἐὰν μὲν μείνωσιν· ἐὰν δὲ μὴ μείνωσιν, ἐν ἐγκλήματι παραβατικῷ ἔσονται ὑπεύθυνοι.