Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Η ευθύνη των γονέων για την αφιέρωση και την πνευματική προστασία των τέκνων

Προτροπές προς τους γονείς να υποστηρίζουν την αφιέρωση των παιδιών τους και πρακτικές συμβουλές για τη διαφύλαξη της παρθένου από κοσμικούς πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 6

Πειθέτω δὲ πατὴρ υἱὸν καὶ μήτηρ θυγατέρα ἁγνεύειν Χριστῷ· κοινὸν γὰρ τὸ γέννημα. Εἰ δέ τις κολακεύειν οὐδὲ πείθειν θέλει τῇ εἰς θεὸν σπουδῇ, μὴ θαρρεῖν τοῦ κωλύειν τοὺς σπεύδοντας ἁγνεύειν, κἂν υἱὸς κἂν θυγάτηρ, κἂν δοῦλος ἢ δούλη τυγχάνῃ.

Τὴν γὰρ ποθοῦσαν ἁγνεύειν, μὴ σπεῦδε κωλύειν, ἵνα μὴ ἔχθραν τινὰ σπείρῃς μετὰ τοῦ ἀληθινοῦ Χριστοῦ νυμφίου. Εἶτα, ἐὰν μὲν ἡ φύσις ἐκτίκτῃ ψυχήν, μετὰ σώματος καθαρῶς ἐξανθοῦσαν πρὸς δόξαν Χριστοῦ, 〈καὶ〉 πρὸς αὐτὸν τρεπομένην, πατὴρ δὲ ἅμα μητρὶ κατὰ γῆν ἡλούμενος, μὴ συγκάμνων τῷ ἐξανθήσαντι τέκνῳ πρὸς δόξαν Χριστοῦ, ἀλλ᾽ ὅμως τὸ τέκνον, τῷ καθαρῷ ἀέρι τῆς ἁγνείας τρεφόμενον καὶ τῇ δρόσῳ τῆς ἀγαθῆς ἐπαγγελίας ποτιζόμενον, φανεῖ μετὰ ἀληθείας τῷ δεσπότῃ ἄφθορον καὶ καθαρὸν καὶ ἀμίαντον αὐτὸ μὲν ὑπὲρ τιμὴν δοξασθήσεται, ὅτι ἐξ ἀκανθῶν καὶ τριβόλων σταφυλὴ γεγένηται· οἱ φύσαντες δὲ ἀντὶ δόξης κατάκρισιν ἑαυτοῖς κομίζονται.

Διὰ τοῦτο οὖν θέλει σου ἡ θυγάτηρ Χριστῷ μένειν παρθένος. Χαίρειν ὀφείλεις· μὴ εὐθὺς δὲ συγκατατίθεσθαι. Μὴ τὰ ἀπὸ καρδίας, ἀλλὰ τὰ ἀπὸ χειλέων πρόφερε. Μὴ τῷ φθόνῳ τηκόμενοι, ἀλλὰ τὴν πτῶσιν φοβούμενοι, τοῦτο γάρ ἐστι καθαρὸν μετὰ τῆς ἀρχῆς τὸ ζητούμενον· μὴ τὸν νυμφίον ἐπαισχυνόμενοι.

Εἶτα ἐὰν ἴδητε καλὰ τὰ ἴχνη, εὔτακτα τὰ κινήματα, αἰδέσιμον τὸ ὄμμα, τίς ἡ διάνοια, ποῖος ὁ πόθος ἢ ἀνθρώπινος ἢ ἐπουράνιος, ποῖοι τόνοι τῆς νηστείας καὶ πάσης ἐν Χριστῷ εὐσεβείας, ἐὰν ἐπουράνιον ἴδῃς κινούμενον ἔρωτα ἄδολον, παντοίως θαλάμευε λοιπὸν αὐτὴν τῷ παιδὶ κυρίου τοῦ θεοῦ, τῷ ἀσπίλῳ καὶ ἀμιάντῳ νυμφίῳ.

Τηρείτω λοιπὸν ὁ πατὴρ τὸν ναὸν τοῦ θεοῦ. Γενοῦ 〈ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.〉 Μηδὲν ἄφιε τῷ καθαρῷ ναῷ προσεγγίζειν φαῦλον· μή, ὅτι ἐγέννησας, καταφρόνει, ἀλλ᾽ ὅτι παραθήκην δεσποτικὴν ἔχων, ἀμεριμνεῖν οὐκ ὀφείλεις.

Φοβοῦ σαυτόν, μὴ νυστάζῃς, ἵνα μὴ τὴν παραθήκην τοῦ ἐπουρανίου βασιλέως ἀπολέσῃς. Μὴ ῥᾳθυμήσῃς φυλάσσων, ἵνα μὴ ἀθυμήσῃς ἀπολέσας· μὴ προσγελάσῃς, ἵνα μὴ προσκλαύσῃς. Κἂν ἀλγῇ, κάλλιον δὲ διὰ Χριστὸν ἀλγεῖν.

Οὐδὲ γὰρ εἴ τις μὴ θλίβων τὸν παῖδα διδάξει τὰ βέλτιστα, μὴ ὀργῇ κινούμενος, ἀλλὰ στοργῇ πατρικῇ καὶ φιλοτέκνῳ ἁπτόμενος. Μὴ καταφρόνει, ὅτι ἔχεις, ἀλλὰ φυλάσσων φοβοῦ, ἵνα ἔχῃς. Μὴ πάντα ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου· πολλαὶ γὰρ αἱ ἔνεδραι τοῦ διαβόλου.

Μὴ παντὶ ἀνθρώπῳ ἐπιδείξῃς τὴν παραθήκην σου· ὁ φθόνος γὰρ πανταχοῦ. Ἐκτενῶς κώλυε τὴν πρὸς ἄνδρας ὁμιλίαν· ἐκ γὰρ τῆς ὁμιλίας ἐν τῇ Γενέσει ὁ πρωτόπλαστος μετὰ τῆς Ἔυας ἔπεσε. Κἂν χρηστὴ ᾖ ἡ ὁμιλία, ἀλλ᾽ ὁ ἄχρηστος προσπαίζει.

Φρόνιμος γάρ ἐστιν ἐν κακίᾳ· οὐκ εὐθέως ἐπιφέρει τὰ φάρμακα, ἀλλὰ μέλιτι μίξας τὴν χολὴν λανθάνει. Ὥσπερ γὰρ ἀπὸ χειλέων γυναικὸς πόρνης παγιδεύεται. τῷ αὐτῷ ἤδη καὶ ἀπὸ ἀνδρὸς ἀκολάστου οἱ λόγοι ἐν ἀρχῇ μέλιτος δίκην λιπαίνουσι φάρυγγα, τὰ δὲ τέλη χολῆς πικρότερον καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου 〈καὶ〉 δεινότερον.

Κἂν τὸ σχῆμα σεμνόν, κἂν οἱ λόγοι θεοφιλεῖς, μὴ ἐμπιστεύσῃς φοβούμενος· ἑκάτερα γὰρ ἄμφω τὰ μέρη τοῖς ἴσοις σπέρμασιν ἔφυσαν, καὶ ἀδύνατον ἐκριζῶσαι τὸ τῆς ἐπιθυμίας φυτόν, εἰ μὴ σώφρων λογισμὸς τοῦτο σβέσοι.

Μὴ προφάσει παννυχισμοῦ, ὡς ἐπὶ ἐκκλησίαν ἀπολύσας, ἀποστείλῃς αἰχμάλωτον. Μηδὲ πάλιν λαμπαδεύουσα ἀγρυπνίας χάριν, σβέσῃ τὴν λαμπάδα τῆς ἁγνείας. Μηδὲ προφάσει συνόδων συληθεῖσα, ὑπὸ τῶν συνόδων συληθῇς, καὶ μείνῃς ἀσυνόδευτος τῶν ἁγίων.

Μηδέ τινων τελευτησάντων ἕνεκεν ἐξελθοῦσα, αὐτὴ εὑρεθῇ νεκρά. Καὶ τὴν ἔσω κοίτην ἀκριβῶς πρόσεχε, πανταχοῦ γὰρ ὁ βάσκανος, γέλωτα δὲ καὶ θυμὸν καὶ ὀργὴν καὶ ὅρκον καὶ λόγον ἀργὸν καὶ τὰ λοιπὰ τῆς σαρκὸς πάθη.

Μὴ δ᾽ ὅλως συγχώρει, ὅπως μηδεὶς μῶμος τῷ ἀμώμῳ προσγίνηται. Ἐπιμελοῦ τῶν χλωρῶν, ἵνα ἄρῃς τὰ δράγματα. Μάθε τί ἔχεις, ἵνα γνῷς καὶ φυλάσσειν ἁγιαστήριον θεῷ ναὸν Χριστοῦ, θυσιαστήριον καθαρὸν βασιλεῖ, πνεῦμα ἅγιον σεσαρκωμένον, μέλη καθαρὰ Χριστοῦ, νόμου φυλακτήριον, εὐαγγελίων μαθήτριαν, ἐκκλησίας θεοῦ σεμνολόγημα, παραβάσεως Ἔυας κατόρθωμα, ἐξορισμοῦ ἀνάκλησιν, διαλλαγὴν πρὸς ἀνθρώπους, νύμφην ἐπουρανίου βασιλέως, ἀρραβῶνα ζωῆς.

Αὕτη ἡ παραθήκη τοσαύτων παραθηκῶν αἴτιός ἐστι· μὴ οὖν ἀμελῶς πρόσεχε, ἵνα κοινωνὸς γενῇ τοῦ κατορθώματος. Ὑποφώνει ἐκ τῶν θείων γραφῶν τό· 〈κρεῖσσον ἀτεκνία μετὰ ἀρετῆς,〉 καὶ τὸ τῇ ἁγίᾳ Μαρίᾳ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου· 〈Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.〉 Καὶ τὰ τούτων ἀδελφὰ ἀνθολογῶν ἐκ τῶν σπερμάτων καὶ ὠφελημάτων τῶν θείων γραφῶν, τὰ τὴν ἁγνείαν δοξολογοῦντα ἐντάλματα, στέφανον καθαρὸν λόγοις ἁγνείας συμπλέκων προστίθει, ἵνα ἐκεῖνα ποθοῦσα προθύμως ἐπιβαίνῃ εἰς τὸν ἄχραντον τοῦ Χριστοῦ νυμφῶνα, ταῖς φρονίμοις παρθένοις συντρέχουσα, ὅπως καὶ σὺ ὁ γεννήσας παστὸν βασιλείας τρυγήσῃς, καὶ αὐτὴ ἀφθαρσίας στέφανον δέξηται.