Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Οι οδύνες του έγγαμου βίου και η εσχατολογική δόξα των παρθένων

Αντιπαραβολή των θλίψεων και των δοκιμασιών του γάμου με την άφθαρτη και αιώνια μακαριότητα της παρθενίας στη Βασιλεία των Ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 6

Εἰ δὲ οὐ θέλει οὕτω μένειν, οὐδεὶς ἀναγκάζει, οὐδεὶς μέμφεται. Μέμψεται δὲ ἑαυτήν, ὅταν οἱ πόνοι αὐτῇ παραστῶσι καὶ οἱ πρόσκαιροι*** διαφύγωσιν, ὅταν ὠδῖνες συνέλθωσιν, ὅταν ποιήσῃ 〈κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων.〉 Εἵλκυσε γὰρ ἐφ᾽ ἑαυτῆς τὴν τοῦ κυρίου ἀπόφασιν, ἣν πρὸς τὴν Ἔυαν ἐλάλησεν ἐν τῇ Γενέσει· 〈πληθύνων πληθυνῶ τοὺς πόνους σου〉 καὶ τὰς ὠδῖνας σου, καὶ τό· 〈ἐν λύπαις τέξῃ τέκνα.〉 Τὸ γὰρ 〈χαῖρε κεχαριτωμένη〉 παρέβλεψε.

Κἂν μετὰ χεῖρας κρατῇ, ὃν προσέφυγε πρόσκαιρον ἄνδρα, μακρὰν ἀπ᾽ αὐτῆς καὶ ἡ παρὰ τούτου βοήθεια γίνεται. Μέμψεται ἑαυτήν, ὅταν ἡ θυγάτηρ ἀποθάνῃ καὶ ὁ υἱὸς νοσῇ, ὅταν τῷ προηγησαμένῳ πένθει αὐτῆς ἕτερον πένθος ἀπειλῇ καὶ τὸν στεναγμὸν αὐτῆς στεναγμὸς διαδέξηται.

Μέμψεται ἑαυτήν, ὅταν ὁ ἀνὴρ ἀπόδημος καὶ αἱ λύπαι αὐτῆς ἐνδημῶσι, καὶ τὰ πρὸς τὰς χρείας μὴ παρῶσιν, ὅταν ὁ ἀνὴρ ἀποδημίᾳ βραδύνῃ καὶ αἱ λύπαι ἐνριζώσωσιν, ὅταν πολλὰς στράτας σκοπεύσασα, κρουνηδὸν καταβῇ τὰ δάκρυα, ὅταν θάνατον τοῦ ποθουμένου αὐτῆς ἀνδρὸς ἄγγελος τοῦ θανάτου αὐτῆς προλάβῃ, ὅταν πενθήφωνος καὶ λυσίκομος ἄλλην καὶ ἄλλην ὁδὸν τρέχῃ, κἂν τρυφερά, κἂν ἀνυπόδετος, κἂν ποταμοὶ συναντήσωσιν, ἡ σπουδὴ τοῦ πένθους ταῦτα παρορᾷ, ὅταν ἕλκουσα τοὺς βόστρυχας τύπτῃ τὸ ἑαυτῆς στῆθος, ὅταν πλέξῃ δακτύλους καὶ περιθῇ τοῖς γόνασι καὶ πέσῃ εἰς τὸ ἔδαφος, ὅταν τὸ πνεῦμα αὐτῆς κλαιούσης διαλείψῃ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν διανοιγῇ, ὅταν τὴν ἡμέραν ἀράσηται καὶ τὴν κόνιν ἐπὶ τῆς κεφαλῆς μετρήσῃ, ὅταν τὴν στεφθεῖσαν κεφαλὴν αὐτῆς τοῖς ἀκροδρύοις καὶ τοῖς κρίνοις ῥανθεῖσαν, τῇ ἐκ τῆς ἑστίας τέφρᾳ μολύνασα καταπάσῃ.

Καὶ μέμψεται ἑαυτήν, ὅταν τὴν νυμφικὴν στολὴν πενθήρης διαδέξηται. Καὶ τάχα τῷ πένθει αὐτῆς δεύτερον πένθος μνηστευθήσεται, δευτερογαμίας χάριν. Κἂν τοῦτο παρέλθῃ, ἀρκέσει αὐτῇ καὶ περισσεύσει τὸ θολερὸν καὶ πολυστένακτον τῆς χηρείας πνεῦμα.

Εἶτα πάντα τελέσασα ἡ ἀθλία, μᾶλλον δὲ προπάντων τελεσθεῖσα, ἀπέρχεται τοῦ τῇδε βίου πολυωδύνου ὄντος. Κἀκεῖ αὐτῇ συναντήσουσι τάχα ἄλλαι ὀδύναι καὶ δεύτεροι στεναγμοί· ὅταν ἴδῃ παρθένους ἁγίας ἐνδεδυμένας ἐνδύματα ἀφθαρσίας, κρατοῦσας μετὰ χεῖρας τὸ ψαλτήριον ἐν ταῖς καρδίαις ἐγγεγραμμένον, τὸν ἐπινίκιον ὕμνον ᾀδούσας τῆς παρθενίας, στέμματα τοῖς κροτάφοις ἀφθαρσίας φορούσας, ἀνθ᾽ ὧν κατέλιπον τὸν ὧδε ἀνθρώπινον στεναγμόν, ἔμπροσθεν τοῦ Χριστοῦ χορεύουσαι ὑπὸ ἀγγέλων ἐν εὐφροσύνῃ τέρψιν γινομένην.