Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Η παρθενία των ανδρών και η προσφορά των τέκνων στον Θεό

Γραφική θεμελίωση της εγκράτειας των ανδρών και καθοδήγηση των γονέων ώστε να προσφέρουν τα τέκνα τους κατά το παράδειγμα των βιβλικών δικαίων, θεωρώντας την πνευματική παιδεία ως τον αληθινό πλούτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 6

Ὅταν Χριστὸς ὁ νυμφίος τὴν στοργὴν ἐνδείξηται, ὅταν στεναγμῷ στενάξῃ, τότε πάλιν μέμψεται ἑαυτήν, τότε πολλὰ μεταμεληθήσεται καὶ ἀνωφελὴς ἡ μετάνοια αὐτῆς ἔσται. Ἀλλὰ μὴ μόνον τὸ τῶν θηλείων γένος πειθέτωσαν ἁγνεύειν, ἀλλὰ καὶ οἱ ἄνδρες μὴ ῥᾳθυμείτωσαν πείθεσθαι πρὸς τὸ ἁγιάζειν τὰ ἑαυτῶν σώματα, οὕτως ἐκ τῶν θείων γραφῶν παραψάλλοντες τό· 〈Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ,〉 καὶ τό· 〈Μακάριοι οἱ ἄμωμοι,〉 καὶ τό· Ὁ 〈ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου,〉 καὶ τό· Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει ὁ θεός, καὶ ὅτι· ἡ 〈φθορὰ οὐ κληρονομήσει τὴν ἀφθαρσίαν,〉 καὶ ὅτι· ὁ 〈σπείρων εἰς τὸ πνεῦμα θερίσει ζωὴν αἰώνιον,〉 καὶ ὅτι· 〈οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται,〉 καὶ ὅτι· 〈εὔσχημον〉 καὶ ὅτι· 〈εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως,〉 καὶ ὅτι· 〈καλὸν τὸ οὕτως εἶναι ἀνθρώπῳ,〉 καὶ τὸ τῷ προφήτῃ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεχθέν, ὅτι· 〈μὴ λάβῃς γυναῖκα καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ,〉 καὶ τὸ ἐν τῷ προφήτῃ Ἡσαΐᾳ λεχθὲν ὑπὸ κυρίου λέγοντος, ὅτι· 〈μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι ἐγώ εἰμι ξύλον ξηρόν.

Τάδε γάρ,〉 φησι, 〈λέγει κύριος τοῖς εὐνούχοις· ὅσοι ἐὰν ἐκλέξωνται ἃ ἐγὼ θέλω〉 εἰς τὸ διαφυλάσσειν τὰς χεῖρας ἑαυτῶν μὴ ποιεῖν ἄδικον, καὶ μὴ ἐνθυμηθῶσι κατὰ τοῦ κυρίου πονηρά, 〈καὶ δώσω,〉 φησίν, 〈αὐτοῖς ἐν τῷ οἴκῳ μου τόπον ὀνομαστὸν καὶ ἐν τῷ τειχισμῷ κρεῖσσον υἱῶν καὶ θυγατέρων,〉 ταῦτα καὶ τὰ ἐν τοῖς εὐαγγελίοις ὑπ᾽ αὐτοῦ πάλιν τοῦ κυρίου βοώμενα, ὅτι· 〈εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.〉 Τὸ πλεῖον γοῦν ἐκ τῶν ἁγίων γραφῶν στηριζέσθω τοῦ νέου παιδὸς ἡ ψυχή.

Εἰ δὲ καὶ τὰς τοῦ γάμου κακοπαθείας διηγούμενοι πρὸς αὐτοὺς πρὸς ἀποτροπὴν τῶν τῆς σαρκὸς παθῶν, οὕτω τὸν πρόσκαιρον καὶ μαινόμενον καὶ ὡσεὶ ἄνθος χόρτου παρερχόμενον τῆς σαρκὸς πόθον τῷ ἐπουρανίῳ πόθῳ καταπαλαίσαντας ἀποσβέσουσι τὸ τῆς γλυκύτητος πικρόν, σώφρονι λογισμῷ νικήσαντες.

Οὕτως οὖν παρομιλείτω πατὴρ υἱῷ ὡς ἐκμαλάσσων τοῦ νέου τὴν ἀκμήν· εἶτα ἐὰν ἴδῃς ἀρραγῆ τὴν πίστιν αὐτοῦ, μηδὲν κεκλονημένον ἢ μαλθακὸν ἢ τῇ σαρκὶ ἀτάκτως ἐν ἀσελγείᾳ ἐπανθοῦν τὸ σχῆμα, ἀλλ᾽ ἐνεργοῦσαν τῷ θείῳ φόβῳ τὴν πίστιν, μιμῆσαι τὸν πατριάρχην, γενοῦ νέος Ἀβραὰμ τὸν νέον προσφέρων Ἰσαάκ· ἄφες τὴν ὄνον καὶ τὰ παιδάρια, τουτέστι τοῦ κόσμου τούτου τὴν πρόσκαιρον ἐργασίαν, ἐπίθες δὲ αὐτῷ τὰ ξύλα, τουτέστι τὸν σταυρόν.

Κατὰ τὴν εἰκόνα ἐκείνην, ἄγε καὶ σὺ αὐτὸς τὸν σεαυτοῦ νέον Ἰσαὰκ εἰς τὸ ὄρος, θυσίαν ζῶσαν ζῶντι θεῷ προσάγων, ἵνα γένῃ καὶ σὺ 〈ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,〉 προσάγων αἶνον τῷ θεῷ· 〈τοσαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός,〉 τοιοῦτοι ἱερεῖς θεὸν θεραπεύουσι.

Κἂν συμποδίσῃς, κἂν μὴ δῷς τροφὴν ἔχειν ἐν προχείρῳ, πρὸς τὸ μὴ παχυνθεῖσαν αὐτοῦ τὴν σάρκα ἀπολακτίσαι, ἵνα μὴ ἐκ τῆς περιττῆς τροφῆς καὶ ποτοῦ, φθοριμαίων ὄντων, ἰσχὺν σώματος καὶ οὐ ψυχῆς τραφείς, προσκιρτήσας ἀπολακτίσῃ καὶ μὴ ὑποδέξηται τὰ τοῦ σταυροῦ ξύλα, ἢ μήποτε σκορπίσῃ τὸ θυσιαστήριον, ἵνα ἔχῃς καὶ μετ᾽ ἐλπίδος ἑτέρας ἐλπίδας, ἵνα ᾖς καὶ πατὴρ καὶ ἱερεὺς τοῦ ὑψίστου· κἂν εὐχὰς προσφέρητε περὶ αὐτοῦ, δείξεις τὸ φίλτρον.

Τοῦτο γὰρ ἐποίει ὁ τοῦ θεοῦ θεράπων Ἰώβ, ὃν ἀκούεις περὶ ἐνθυμήσεως τῶν υἱῶν αὐτοῦ μόσχον σφαγιάζοντα κατ᾽ ἐνιαυτόν, 〈μήποτε οἱ υἱοί μου,〉 λέγων, 〈κακὰ ἐνενόησαν πρὸς τὸν θεόν.〉 Κἂν ἡ μήτηρ ποιῇ χιτῶνας τῷ υἱῷ, μηδὲν ἀγανακτείτω· ἐποίει γὰρ τῷ ἁγίῳ Σαμουὴλ κατ᾽ ἐνιαυτὸν διπλοΐδας ὡς υἱῷ ἡ Ἄννα ὑπηρετουμένη τῷ θεῷ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλέων γέγραπται.

Καὶ πάντως οὐ καμεῖ ὁ βασιλεὺς μὴ ἀντιτιμῆσαι τοὺς τιμήσαντας τοὺς ἐκείνου στρατιώτας. Ὅτι δὲ καὶ οἱ γονεῖς θησαυρίζουσι τοῖς τέκνοις, ὁ Παῦλος ἐδίδαξε. Τίς ὁ θησαυρός; τὸ ἐκθρέψαι 〈αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.〉 Οὕτως γὰρ ὄντως ὁ θησαυρὸς ὁ ἀγαθὸς καὶ ἴδιος τῷ κεκτημένῳ, ᾧ 〈κλέπτης οὐκ ἐγγίζει, οὔτε σὴς διαφθείρει,〉 οὔτε πρόσκαιρος τοῦ κόσμου πλοῦτος, λέσχη ἀνθρώποις καὶ ἀσχολία καὶ πόλεμος.

Πολλάκις γὰρ ὁ κεκτημένος καὶ τὸ ζῆν δι᾽ αὐτοῦ προσαπώλεσεν, ὡς πολλάκις καὶ ἀκοῇ ἐδεξάμεθα καὶ ὄψει τὸ ἔργον παρελάβομεν ταῦτα οὕτως ἔχειν. Οὕτως οὖν καὶ οἱ γονεῖς τοῖς ἑαυτῶν τέκνοις θησαυριζέτωσαν, τὰ φιλὰ θεῷ ἐφοδιάζοντες.

Κἂν ἄλλος τις τοῦτο ποιεῖν διὰ θεὸν σπουδάζοι μόνον εἰς ὄνομα μαθητοῦ, κἂν ψυχροῦ ὕδατος ποτήριον ἀρυσάμενός τις καὶ ἐναντλήσας τῷ μαθήτῃ τοῦ Χριστοῦ παράσχοιτο, θείας βασιλείας ἔσται κληρονόμος. Σπευδέτωσαν οὖν πάντες οἱ φιλόχριστοι πορίζειν τὰ χρήσιμα.

Χρησιμώτερον δὲ σωτηρίας ψυχῆς μηδὲν νομιζέσθω παρὰ τῶν εὐφρονούντων. Πολλὰ δέ ἐστι τὰ τὴν σωτηρίαν τῇ ψυχῇ περιποιούμενα, καὶ γὰρ ἕως δύο λεπτῶν καὶ ἕως λόγου ἀγαθοῦ ὑπὲρ δόμα τυγχάνοντος. Αὕτη γὰρ ἡ ἀπὸ ἀληθινῆς διανοίας ἄδολος προαίρεσις προσδεκτέα τῷ φιλανθρώπῳ θεῷ ἢ θυσιῶν αἷμα.

Πολλάκις γὰρ κατήχησεν ἡμῖν τὸ μαρτυρηθὲν ὑπὸ τοῦ πανσόφου θεοῦ τῷ Δαυὶδ ἐν πρώτοις διὰ τοῦ ἁγίου Σαμουήλ, 〈ὅτι ἄνθρωποι εἰς πρόσωπον, ὁ δὲ θεὸς ἐν καρδίαις,〉 μάλιστα ταῖς τελείου πόθου ἐπουρανίου πτερῷ μετεωριζομέναις.