Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Η τέλεια αποταγή του κόσμου και η καθολικότητα της σωφροσύνης

Συμβουλές για την ειλικρινή απάρνηση του κοσμικού φρονήματος και την υπέρβαση των οικογενειακών εμποδίων, με έμφαση στην καθολικότητα της ευαγγελικής κλήσης για σωφροσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 6

Ἐρχέσθωσαν οὖν παρθένοι· χρεία γὰρ αὐτῶν ἐν τῇ βασιλείᾳ, ἀλλὰ φρονίμων χρεία. Οὐ γὰρ ἀδίκως ἐξέκλεισεν, ἃς ἀκούεις παρθένους, ἀλλ᾽ ἐλαίου αὐταῖς οὐχ ὑπάρχοντος διὰ τὴν ἑαυτῶν ἀμέλειαν, τὸ καλὸν εἰσελθεῖν ἀσπάσασθαι οὐ δεδύνηνται, οὐδὲ τὸ κρεῖττον ἐν τῷ γρηγορεῖν ἐσπούδασαν· καὶ διὰ τοῦτο νύμφαι οὐκ ἤκουσαν, καὶ εἰς ἄφθαρτον νυμφῶνα οὐκ ἔφθασαν καὶ παστὸν αὐτῶν οὐκ ἐξέτειναν, καὶ διὰ τοῦτο βασιλείας οὐρανῶν στέφανον οὐκ ἐδέξαντο, καὶ τῷ ἀθανάτῳ νυμφίῳ οὐχ ὡμίλησαν· πρὸς αὐτὸν γὰρ οὐκ ἔφθασαν.

Διὰ τοῦτο εἶπε· φρονίμων χρεία. Εἰ παρθενεύεις Χριστῷ, μὴ ὡς θέλεις σύ, ἀλλ᾽ ὡς θέλει ὁ παρθενευόμενος. Μὴ τὰ ἴσα θέλε τοῖς τὰ κόσμου φρονοῦσι. Πῶς γὰρ ὁ νεκρώσας τὰ ἐπὶ γῆς μέλη ὄντα τῆς ἁμαρτίας ἔσται [τὰ] τῶν μὴ εἰξάντων τῇ ἀληθείᾳ;

Τί ζητεῖς ὁ σταυρωθεὶς τῷ κόσμῳ μετὰ τῶν κατὰ κόσμον καὶ ἐν κόσμῳ φιληδονούντων; 〈Οὐδείς,〉 φησι, 〈στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ,〉 καὶ οὐδεὶς 〈στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.〉 Τῷ Χριστῷ συνετάφης ἐν τῷ βαπτίσματι· τί ὡς ζῶν ἐν κόσμῳ δογματίζεις;

Διέβης τὸν Ἰορδάνην· μὴ στρεφοῦ εἰς Αἴγυπτον. Τουτέστιν ἐξῆλθες ἐκ τοῦ κόσμου τῷ φρονήματι· μὴ πάλιν τοῖς γηΐνοις σκότιζε τὸ φθάσαν εἰς οὐρανὸν φωτισθῆναι σὸν φρόνημα. Μὴ τὸ σχῆμα Ἱερουσαλήμ, οἱ δὲ τρόποι Αἰγύπτιοι.

Βλέπε μὴ δορᾷ προβάτων τὸν ἔνδον λύκον σκεπάζῃς, μηδὲ ἄνθεσι ῥόας τὸν τρίβολον στέφῃς. Αἴρεται τὸ ἔνδυμα, ζητεῖται ὁ τοῦ προβάτου τρόπος. Πίπτει τὰ φύλλα, ζητεῖται ὁ βότρυς. Ἀπορρεῖ τὰ ἔξωθεν ἄνθη, φαίνεται ὁ τρόπος· τοῦ γὰρ τριβόλου ἡ φύσις ἑαυτὴν δηλοῖ.

Οὕτω τῶν παρθένων, οὐ τοῦ σώματος, χρεία, ἀλλὰ τῶν ἀδόλων τρόπων χρεία. Οὕτω τὸν γεωργὸν οὐ τὰ φύλλα τρέφει, ἀλλ᾽ ὁ καρπὸς εὐφραίνει. Οὕτω μοι νόει καὶ ἐπὶ πάντων· οὐ γὰρ ταῦτα δεῖ λεπτῶς διαλέγεσθαι.

Τῶν γὰρ σοφῶν αἱ διάνοιαι τῷ νῷ προσπηδῶσαι ἄχθος ἡγοῦνται τὴν λεπτότητα τῶν λόγων. Μηδὲν οὖν σχῆμα γενέσθαι παρακαλῶ, ἀλλὰ τὸ ἔργον τοῦ σχήματος προηγείσθω, ἵνα μὴ ἄλλως τῶν ἔργων εὐσχημονούντων τινὲς ἡμῖν ἀσχήμονες τῶν ἔργων εὑρεθεῖεν.

Πολλάκις οὖν καὶ θυγατρὸς ποθούσης σπεύδειν τὰ κρείττονα, μήτηρ κηδομένη τῶν νέων ἢ κάλλει προσκαίρῳ τῷ νομιζομένῳ πλανωμένη, τάχα δὲ καὶ φθόνῳ τηκομένη, σπεύδει ποιῆσαι τὴν θυγατέρα τέκνον τοῦ αἰῶνος τούτου καὶ οὐ θεῷ νυμφευθῆναι.

Ἀλλ᾽ ἐνεδρεύει πᾶν ὅ τι νομιζόμενον δεινόν· ἀλλὰ μὴ ἀποδειλιάσῃς, ὦ τέκνον· ἄνω τὸ ὄμμα ὅπου ὁ ποθούμενος· τήρει τὰ ἴχνη τῆς προλαβούσης ἐκείνης, ἧς ἀκούεις Θέκλης. Εἰ καὶ παρεκβατικὸν τὸ λεγόμενον· κἂν Θεόκλεια ταράσσηται, κἂν Θάμυρις πενθῇ, κἂν Ἀλέξανδρος διαδέχηται, κἂν ὁ δικαστὴς ἀπειλῇ, μὴ σβεννύσθω τὸ φίλτρον.

Τοῖς γὰρ νέοις ὠφέλιμον τὸ πρὸς Ἰησοῦν Χριστὸν ἀνασταυροῦσθαι. 〈Τίς χωρίσει〉 τοὺς αὐτὸν ἐρωμένους 〈ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;〉 Οὐ 〈θλίψις,〉 οὐ 〈στενοχωρία,〉 οὐ δίκασται, οὐ ῥήτορες, οὐ ξίφος, 〈οὔτε τις ἑτέρα κτίσις δυνήσεται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.〉 Ἀλλὰ κἂν ἔρημος γένῃ γονέων, ἀλλ᾽ οὐκ ἔρημος θεοῦ.

Κἂν ἐπιλάθῃ τοῦ οἴκου τοῦ πατρός σου, ἀλλ᾽ 〈ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου〉 Δεῦρο δὴ οὖν, κἂν πολύολβος, κἂν δύσοπτος, κἂν πένης ὑπάρχῃς, κἂν χερνήτης. Θάρσει, ἐλθέ· ὁ γὰρ νυμφίος Ἰησοῦς Χριστὸς οὐ τοῦ μαραινομένου κάλλους ἐράσκεται, οὐδὲ τὴν πενίαν ἀποστρέφεται.

Μικρὸν γὰρ καὶ μέγαν ἡ αὐτὴ χάρις προσκαλεῖται, ἀλλὰ τὰς προαιρέσεις δοκιμάζει, καὶ οὕτως ἀποδέχεται τοὺς σώφρονι λογισμῷ καθοπλισμένους τὴν ἀρετήν. Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ σπεύδοντος παραστῆσαι τὸ σῶμα· ὁ πατὴρ ἔχθραν ἐγείρει πρὸς τὸν ἴδιον παῖδα, μὴ δυνάμενος γνῶναι τὸ κατόρθωμα τὸ τοιοῦτον.

Μωρίαν ἡγεῖται, κατὰ τὸ θεῖον γράμμα, τὸ σοφὸν παρὰ θεῷ. Ἀλλὰ μὴ ὀκλάσῃς, ὦ νεανίσκε, μὴ προτιμήσῃς θνητὸν πατέρα ἢ μητέρα ἢ ἕτερόν τινα. Ἀξίους ἑαυτοῦ ἀπεφήνατο, ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται, οὓς φωνήσας Ἰησοῦς· ἄφες τὸ πλοῖον, ἄφες τὸν πατέρα καὶ τὰ δίκτυα εἰς ἄγραν, κἂν ἐλπίδες τοῦ βίου πολλαί, κἂν Ζεβεδαῖος ταράσσηται.

Μηδὲν ὅλως θεοῦ προτιμήσῃς, μᾶλλον δὲ τῆς ἑαυτοῦ σωτηρίας, ἵνα ᾖς καὶ μετὰ Ἰωάννου, ὁμόθρονον αὐτοῦ ἀξίαν φορῶν. Οὕτω γὰρ ἐπηγγείλατο ὁ θεὸς τοὺς καταλείψαντας πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀγροὺς ἢ οἰκίας ἐπὶ δεκαδύο θρόνους καθίσεσθαι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ταῦτα εἶπε πρὸς παρθένους, ταῦτα εἶπε πρὸς τοὺς ἀκούοντας· τοὺς γὰρ πάντας αὐτὸς συνέκλεισε, καὶ οἱ πάντες εἰς αὐτὸν ἵνα συντρέχωσιν. Οὐ μόνον δὲ [ἐν] τοῖς παρθενεύουσι ταῦτα ἐνετείλατο, ἀλλὰ καί· 〈ὅστις ἀφῆκε〉 γυναῖκα καὶ 〈τέκνα〉 καὶ τὰ λοιπά, 〈πολυπλασίονα καὶ ζωὴν αἰώνιον κληρονομήσει.〉 Οὐ χωρίζων εἶπεν, ἀλλὰ τοὺς ἔχοντας, ἵνα μὴ ὡς ἔχοντες ὦσι διὰ τὸ 〈τὸν καιρὸν συνεσταλμένον εἶναι,〉 οὐ τὴν δέσιν λύων, ἀλλὰ τὴν σωφροσύνην σπείρων, ἵνα τὴν ἀκρασίαν πνίξῃ.

Καὶ ἐπεὶ τὰ στίγματα τοῦ Χριστοῦ 〈οὐ〉 βαστάζομεν καὶ τὰς λύσεις οὐκ ἀποστρεφόμεθα, πλὴν τῷ λόγῳ, τάχα εἰκῇ τινες ἐν τῇ ἐκκλησίᾳ συναγόμεθα. Καὶ τοῦτο οὐκ ἀφήσω ἀμάρτυρον. Φέρε, ἀπὸ τοῦ εὐαγγελίου παραθήσομαι.