Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ παρθενίας

Μέγας Βασίλειος

Εσχατολογικές παραβολές, τελική κρίση και προτροπή σε μετάνοια

Χρήση ευαγγελικών παραβολών για την απεικόνιση του εσχατολογικού διαχωρισμού, υπογράμμιση της αναγκαιότητας για πνευματική ετοιμότητα και τελική έκκληση για κάθαρση πριν από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 6

Σαγήνῃ παρέβαλε τὴν ἑαυτοῦ βασιλείαν χαλασθείσῃ ἐν τῷ κόσμῳ καὶ πάμπολλα ἐκ παντὸς πλήθους συναγαγούσῃ. Ὅτε εἰς τὸν αἰγιαλόν, φησί, τὰ καλὰ ἐπιλέγεσθε, τὰ δὲ σαπρὰ ἔξω βάλλετε. Αὐτός φησι· 〈Πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί,〉 οὐ διὰ τὸν ἐκλεγόμενον ὀλίγοι, ἀλλὰ διὰ τὸ μὴ εὑρίσκεσθαι ἐκλεκτούς.

Ὥσπερ γὰρ ἐν τῇ ἅλωνι πολλὰ συστρέφεται, ἐν δὲ τῇ ἀποθήκῃ ὀλίγα εἰσφέρεται, οὕτως ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ συστρεφόμεθα, ἐν δὲ τῇ βασιλείᾳ ὀλίγοι εἰσαχθήσονται. Τὸ γὰρ πλοῖον τῆς βασιλείας χωρεῖ καὶ ἐπιθύνει ἐπὶ βατῶν, καὶ οἱ βορεῖς οὐ παίζονται.

Οὔτε τὸ πλοῖον φθονεῖ, ἀλλὰ τὸ κοῦφον ἀποφέρεται. Μηδεὶς οὖν κοῦφος, ἵνα μὴ ὡς ἄχυρα γένηται ἔξω διαχωριζόμενα. Οὐδεὶς γὰρ λανθάνειν εὑρίσκεται. 〈Τὸ〉 γὰρ 〈πτύον ἐν τῇ χειρί,〉 ὂν τοῦ τὴν ἅλωνα καθαίροντος θεοῦ, τὸ ἔγκαρπον τοῖς ἐγκάρποις μίγνυται· τὸ ἄχυρον διαχωρίζεται τῇ τοῦ πνεύματος διακρίσει, καὶ πυρί, ὡς ἀκούεις, παραδίδοται.

Καὶ ἄλλως δὲ ἐμανθάνομεν ἀκριβὲς τῆς ἐρευνήσεως ἡμῶν ἐν τῷ εὐαγγελίῳ. Εἰσῆλθε γὰρ ὁ βασιλεύς, φησιν, ἰδεῖν τοὺς ἀνακειμένους καὶ εὗρε τὸν δοκοῦντα λανθάνειν. Εἶπεν ὁ βασιλεύς. Ἔπαθεν, ὡς ἤκουσε· τὸ γὰρ αὐτῷ λεχθὲν σκυθρωπόν.

Ὀκνῶ καὶ διὰ γλώττης φθέγξασθαι, καὶ διὰ τοῦτο λόγῳ οὐ καραπέμψω. Οἱ γὰρ φιλομαθεῖς ἐπίστανται τὸν φοβερὸν λόγον τὸν πρὸς ἐκεῖνον καὶ τοὺς ὁμοιοτρόπους αὐτοῦ γεγενημένους. Οὐ τὸ ἄριστον ἐλλείπει, ἀλλ᾽ ὁ ἀνακείμενος ἀνάξιος ἦν τοῦ ἀρίστου.

Οὐχ ὁ βασιλεὺς φθονερός, ἀλλ᾽ ὁ εἰσελθὼν οὐκ ἄξιον ἑαυτὸν παρεσκεύασεν, ἐπειδὴ πονηρὸς ὢν ἀνέκειτο. Μηδεὶς οὖν αὐτὸ πάθοι, μηδεὶς πονηρός, ἵνα μὴ φιμωθῇ. Οὕτω φιμώσατε τὰς τῆς σαρκὸς ὀρέξεις οἱ θέλοντες εὐσεβῶς ζῆν. 〈Τὰς〉 γὰρ 〈νεωτερικὰς ἐπιθυμίας〉 φεύγειν ὁ Παῦλος βοᾷ.

Οὐκ ἐπόθουν οὕτω φθέγξασθαι, ἀλλ᾽ ἠναγκάσθην οὕτως εἰπεῖν, ἵνα σὺ ἀκούσας τὸ σκυθρωπὸν φύγῃς τὸ δεινόν. Καὶ πότε φεύγειν χρή; 〈Νῦν ἡμέρα σωτηρίας.〉 Ὁποῖος θέλει εἶναι παρὰ Χριστῷ, οἶδας ὅτι 〈ἔρχεται〉 καιρὸς 〈ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.〉 Ἔρχεται νὺξ ὅτε 〈ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν.〉 Ἔρχεται ἡμέρα ὅτε οὐδεὶς δύναται ἀναβαλέσθαι εἰς τὴν αὔριον. 〈Οὐ〉 γάρ 〈ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου〉 καὶ 〈ἐν τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι;〉 Εἰ οὖν οὕτως ὁ ὅρος, ἀδελφοί, καὶ οὐ δυνάμεθα παρελθεῖν ἢ παρελθόντας λανθάνειν οὐκ ἔστι, 〈προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.〉 Προφθάσωμεν, ἵνα μὴ προφθασθῶμεν.

Νικήσωμεν τὰ κακὰ ἐν τοῖς καλοῖς, ἵνα μὴ εὑρεθῶμεν ἐν τοῖς κακοῖς. 〈Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος,〉 ἵνα καθαροὶ καθαρῷ φανέντες, καθαρὸν στέφανον κομισώμεθα διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι᾽ οὗ τῷ πατρὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.