Ἀλλ᾽ οὐδὲ ταῦτά σε πείθει· παίγνιον γὰρ ὡς ἔοικε πάντα σοι καταφαίνεται. Ἔβυσας γὰρ ὡσεὶ ἀσπίδος κωφῆς τὰ ὦτά σου, μὴ εἰσακούων τῶν θείων Γραφῶν. Καὶ λοιπὸν δὲ καὶ αὐτὸς εἰς θηριώδη τρόπον μετήλλαξάς σου τὴν φύσιν, τῇ τοῦ θηρίου συνοικίᾳ ὁμότροπος αὐτῇ γενόμενος· ἧς τὰ μὲν ῥήματα εὔλαλα, καὶ ἡ φωνὴ ἡδεῖα, ἡ δὲ ψυχὴ ἀγρία, καὶ τὸ φρόνημα δρακόντων, καὶ ἡ προαίρεσις ἑρπηστικῶν, καὶ τὸ βλέμμα πυρίπνουν, καὶ τὸ φίλημα ἰοβόλον· καὶ ἀγὼν αὐτῇ, ὅπως τῇ τῶν λόγων κολακείᾳ, καὶ τῇ τῆς προσόψεως ἀπάτῃ, καὶ τῇ τοῦ φιλήματος προσβολῇ ἐκπτύσῃ τὸ θηρίον τὸν ἰὸν εἰς τὸν τοῦ ἀθλίου λάρυγγα. Παρασύρει γοῦν λοιπὸν τὴν διάνοιαν, καὶ καροῖ τὸ φρόνημα, καὶ αὐτὸ τὸ ἡγεμονικὸν ἀκρωτηριάζει, καὶ ἐξίστησι τὸν νοῦν· καὶ ὥσπερ τὰ φάρμακα τὰ διδόμενα πρὸς ἀναίρεσιν τοῖς ἀνθρώποις, σκοτοῖ τὴν σύνεσιν, καὶ ὅλον τὸν ἄνθρωπον εἰς ἀναισθησίαν παρασύρει τῇ τοῦ δηλητηρίου ἀποτομίᾳ, τῷ αὐτῷ λόγῳ καὶ ἡ γυνὴ διὰ τοῦ φιλήματος καταβλάπτει τὸν λογικὸν ἄνθρωπον ἀλόγῳ ὁρμῇ ὑπαχθέντα, καὶ τὸ διὰ πολλῶν χορδῶν καὶ ἀρετῶν συγκείμενον κινητικὸν ὄργανον, τὸ αὐτεξούσιον, τὸ θεοειδὲς τῆς ψυχῆς, δι᾽ ἑνὸς δολεροῦ ῥήματος, ἢ χειλέων συρίσματος, ἢ ὀφθαλμῶν νεύματος, ὥσπερ τι ἄψυχον ὄργανον ὧδε κἀκεῖσε ὅπου βούλεται περιφέρει, καὶ ὥσπερ θάλασσα κυμαίνουσα, ὅλον τὸ σῶμα ταῖς αὑτῆς ὁρμαῖς παρασύρει.