Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία εἰς τὸ ἅγιον πνεῦμα

Μέγας Βασίλειος

Η θεολογία και οι καρποί του Αγίου Βαπτίσματος

Αναφορά στους καρπούς του μυστηρίου του Βαπτίσματος, με έμφαση στη νέκρωση της αμαρτίας, την πνευματική αναγέννηση και τη θεία υιοθεσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Ἐπεὶ δὲ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ προφητῶν, αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς· διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα· νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ἐζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ, καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα· ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν καὶ τέκνα Θεοῦ ἀπηγορεύθημεν.