Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία περὶ μετανοίας

Μέγας Βασίλειος

Η διδασκαλία της Καινής Διαθήκης και τα παραδείγματα της θείας χάριτος

Η κλήση των αμαρτωλών από τον Σωτήρα, η παραβολή του Ασώτου και παραδείγματα θείας συγκαταβάσεως όπως του Πέτρου, του Παύλου και της αμαρτωλής γυναίκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ἀλλ᾽ ἔλθωμεν ἐπὶ τὴν Καινὴν, ἔτι πλείονα ἔχοντες ἀπὸ τῆς Παλαιᾶς. Καὶ γὰρ Μανασσῆς ὁ τετραπρόσωπα εἴδωλα ἐν τῷ ναῷ τοῦ Θεοῦ θεὶς, ἵν᾽ ὅθεν ἄν τις εἰσέλθῃ τοῖς εἰδώλοις προσκυνήσῃ, μετανοήσας ἀνεκλήθη ἐκ τῆς αἰχμαλωσίας. Ἔλθωμεν ἐπὶ τὴν Καινήν. Ἀφ᾽ ἧς γὰρ μάλιστα θέλουσιν ἀποκλεῖσαι τὴν μετάνοιαν, ἀπ᾽ αὐτῆς μάλιστα κηρύττεται ἡ μετάνοια. Πυνθανώμεθα τοῦ Σωτῆρος, Τί ἦλθες; καὶ ἀποκρίνεται· «Οὐκ ἦλθον δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλοὺς, φησὶν, εἰς μετάνοιαν.» Ἐξετάσωμεν αὐτὸν, Τί βαστάζεις ἐπ᾽ ὤμων; Ἀπολωλὸς, λέγει, πρόβατον. Ἐπὶ τίνος γίνεται χαρὰ ἐν οὐρανοῖς; λέγει, Ἐπί τινος ἁμαρτωλοῦ μετανοοῦντος. Ἄγγελοι χαίρουσι, καὶ σὺ βασκαίνεις; Ὁ Θεὸς χαίρων δέχεται, καὶ σὺ κωλύεις; Σφοδρότερον προσφευξώμεθα ἀγαθῷ Θεῷ. Δύο, φησὶν, ἦσαν, ἀμφότεροι υἱοὶ (οὐ δύνασαί μοι εἰπεῖν, ὅτι ἡ ἀπὸ Ἑλλήνων ἐστὶν ἡ ὧδε μετάνοια, ἀλλ᾽ ἀμφότεροι υἱοὶ, ἐξ ἴσου μερίσαντες).

Ἀναλίσκει ὃ εἶχεν ὁ νεώτερος· δίκαιος ὢν, ἐκπίπτει. Ἀναλώσας δὲ πάντα, ἦλθεν ἐπὶ μετάνοιαν, καὶ σπεύδει πρὸς τὸν πατέρα, καὶ μελετᾷ, πατρὶ ἀπαντήσων, τί εἴποι. «Ἥμαρτον, εἶπεν, ἐπὶ σοὶ, καὶ ἔμπροσθεν τοῦ οὐρανοῦ.» Ταῦτα ἐβουλεύσατο, οὐκ ἔλαθε τὸν ἀγαθὸν πατέρα. Ἦλθεν ἀπολογήσασθαι, ἀπήντησεν ὁ αἰσχυνόμενος. Μόνον θέλησον, καὶ αὐτὸς προαπαντᾷ. Ἄρχεται λέγειν, καὶ ὁ πατὴρ προσλαμβάνεται.

Κατανόει τὰ σπλάγχνα, καὶ μὴ ἀποκόψῃς· τὴν ἐλπίδα. Ἐδέξατο, καί φησι· Θύσατε ταῦρον, καὶ στολὴν ἐξενέγκατε, καὶ ταύτην ἀρχαίαν, καὶ δακτύλιον ἐν τῇ χειρί. Ταῦτα πάντα παρερμηνεύεται μὲν, δηλοῖ δὲ συντόμως τὴν προτροπὴν τὴν ἀγαθὴν τοῦ ὑποδεξαμένου, οὐ πρὸς ἃ θέλω, ἀλλὰ πρὸς ἃ λέγει. Εἰ δὲ ἀγανακτεῖς, ὅτι δέχεται μετὰ τὸ βοσκῆσαι χοίρους, μετὰ τὸ ἀναλῶσαι πάντα, ἠγανάκτησε καὶ ὁ ἀδελφὸς, ἀλλ᾽ οὖν ἐδέξατο ὁ αἰσχυνόμενος.

Καὶ συκῆ γεωργουμένη, καὶ ἐν τρισὶν ἔτεσι μὴ δοῦσα καρπὸν, ἀφείθη, καὶ οὐκ ἐξετμήθη ἐπ᾽ ἐλπίδι τοῦ δοῦναι. Δεσπότης χαρίζεται, καὶ σὺ ἀντερεῖς; Μὴ γὰρ ἴδια πράγματά τις ἑαυτῷ ἁρπάζει; Εἰ δὲ χαρίζεται ὁ Θεὸς, τίς ὁ ἀντιλέγων; Ἐπεὶ διδαχθῶμεν εὔχεσθαι· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, διότι ἀφήκαμεν καὶ ἡμεῖς.» Σὺ ἀφίης, Θεὸς οὐκ ἀφίησι; Σὲ ἐποίησεν ἰατρὸν σεαυτοῦ. ᾯ μέτρῳ ἀντιμετρῇς, ἀντιμετρηθήσεταί σοι. Ἀφίης, ἀφίησί σοι. Ἀλλὰ σὺ ὁ πονηρὸς χρηστεύῃ, ὁ ἀγαθὸς οὐ πολὺ μᾶλλον; Μετὰ ἁμαρτωλῶν Ἰησοῦς, μετὰ νοσούντων ὁ ἰατρός. Ἀγανακτοῦσι Φαρισαῖοι, οἱ πατέρες τῶν νῦν ἀγανακτούντων· οὐκ ἀποστρέφεται ὁ ἐλεήμων. Εἰσῆλθεν εἰς οἶκον Φαρισαίου κληθείς· ἐπεισῆλθεν αὐτῷ ἁμαρτωλὸς γυνὴ μὴ κληθεῖσα. Εἶδε τὴν ἁμαρτίαν, προσῆλθε τῇ δικαιοσύνῃ· εἶδε τὴν νόσον, ἀπῆλθεν ὅπου ὁ ἰατρός. Προσῆλθεν οὐ πρὸς προσώπῳ, οὐ γὰρ εἶχε παῤῥησίαν· οὐκ ἐκράτησεν αὐτοῦ χεῖρα, οὐ γὰρ ἐτόλμα· ἀλλ᾽ ἐπὶ τοὺς πόδας, οὓς τοῖς δάκρυσιν ἔπλυνεν, ἐξέβαλε τὰς τρίχας τότε μόνον καλῶς, τὰς πολλάκις κακῶς φανείσας τότε καλῶς ἐγύμνωσεν. Ὑπεγράφη σοι τὸ προσφυγεῖν τοῖς ποσὶ τοῦ Ἰησοῦ. Ἀνῆλθε πρὸς τὸν Πατέρα, ἀλλά φησιν· «Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι.» Ὁπότε θέλεις, πρόσφυγε θαῤῥῶν, βρέξον πόδας, ἐγγίζων ἐστί. Καὶ ἦλθε παρὼν, καὶ ἀπῆλθε παρών. Ταῦτα ἀπὸ Καινῆς ἀδελφὰ τῶν ἐν Παλαιᾷ. Τί κηρύττει ὁ Ἰωάννης;

Βάπτισμα μετανοίας. Καὶ διδάσκει ἐν παραβολαῖς, οὐχ ἅπαξ, οὐ δὶς, ἵνα πολλάκις διδασκόμενος μάθῃς. Πέτρος τρὶς ἀπαρνεῖται, καὶ κεῖται ἐν θεμελίῳ. Παῦλος ἀπὸ διωκτῶν κῆρυξ. Ἀλλ᾽ ἐνταῦθά ἐστι ζήτημα. Ἀλλὰ τί λέγει αὐτός; «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Τὸ ἴδιον ἐλάττωμα φανεροῖ, ἵνα δείξῃ τὸ μέγεθος τῆς χάριτος. Ἀλλὰ Πέτρος εἰπὼν καὶ εὐλογηθεὶς, εἰπὼν, ὅτι «Υἱὸς εἶ τοῦ Θεοῦ» τοῦ ὑψίστου, καὶ ἀκούσας, ὅτι «Πέτρα εἶ,» ἐνεγκωμιάσθη. Εἰ γὰρ καὶ πέτρα, οὐχ ὡς Χριστὸς πέτρα, ὡς Πέτρος πέτρα· Χριστὸς γὰρ ὄντως πέτρα ἀσάλευτος· Πέτρος δὲ διὰ τὴν πέτραν. Χαρίζεται γὰρ Ἰησοῦς τὰ ἑαυτοῦ ἀξιώματα, οὐκ ἀποκενούμενος, ἀλλ᾽ ἔχων ἃ δίδωσι. Φῶς ἐστιν. «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἱερεύς ἐστι· ποιεῖ ἱερέας. Πρόβατόν ἐστιν. «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Πέτρα ἐστί· πέτραν ποιεῖ, καὶ τὰ ἴδια χαρίζεται τοῖς δούλοις.

Τοῦτο γὰρ σημεῖον πλουσίου, τὸ ἔχειν καὶ χαρίζεσθαι. Ἀλλ᾽ οἱ παρ᾽ ἡμῖν πλούσιοι χαριζόμενοι ἐλαττοῦσιν ἃ ἔχουσιν. Οὐ γὰρ πλούσιοι, ἀλλότρια γὰρ κεκτήμεθα. Ὁ δὲ οὕτως πλουτῶν, ὅσα ἐὰν χαρίζηται, τοσοῦτον μένει πλούσιος ὤν· ὥσπερ πηγὴ ἀένναος. Ὅσον ἐὰν λάβῃς, οὐκ ἀπομειοῦται τὸ ῥεῦμα. Καὶ οὐχ ὡς πηγή· οὐδὲν γὰρ ἄξιον ὑπόδειγμα τῶν παρ᾽ ἡμῶν ἐκείνης τῆς φύσεως. Ἀλλὰ μὴ ἔχοντές τι ἄξιον, χρώμεθα τοῖς ἐλάττοσιν, ἵνα ὁπωσδήποτε γνῶμεν τὰ ἄγνωστα.

Τρὶς ὁ Πέτρος ἀρνεῖται, οὐχ ἵνα Πέτρος πέσῃ, ἀλλ᾽ ἵνα καὶ σὺ σχῇς παραμυθίαν. Ἐδάκρυσεν, ἔκαμψε τὰ δάκρυα τὸν ἐλεήμονα ἡμῶν. Ἡ γὰρ προθυμία ἦν ἀγαθή. Πανταχοῦ ὁμολογεῖ μόνος. «Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Οἶδεν ὁ πλάσας τὴν πλάσιν, καὶ βαστάζει τὰ ἀσθενήματα, συγχωρῶν τὰ παραπτώματα. «Μνήσθητι, φησὶ, Κύριε, ὅτι χοῦς ἐσμεν.» Τί γὰρ ἡμῶν ἡ δικαιοσύνη; Μέγας ἦν ὄντως Ἀβραάμ.

Οὕτως ἦν μέγας, διότι γῆ ἐστι καὶ σποδός. Ὁ γὰρ γινώσκων ὅσον μεταξὺ Θεοῦ καὶ ἀνθρώπων, οἶδεν ἑαυτόν. Ἄκουε καὶ ἄλλους μακαρισμούς. «Μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.» Θεὸς μακαρίζει, καὶ σὺ ἀποκωλύεις;