Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὁμιλία περὶ μετανοίας

Μέγας Βασίλειος

Εισαγωγή στη μετάνοια μετά το βάπτισμα

Εισαγωγική προτροπή περί μετανοίας και αναίρεση των απόψεων που αποκλείουν τη συγχώρηση των αμαρτιών μετά το βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ. Τῶν τὴν μετάνοιαν ἀναιρεῖν τολμώντων τὴν ἀλαζονείαν μὴ ἐνεγκὼν ὁ τιμιώτατος ἀδελφὸς, δεύτερον ἡμῖν ἐπίταγμα προσέταξε, τοῦτο τὸ ὑπερήφανον βλέπων, σώφρονα δὲ τοῖς ἀδελφοῖς δεξιὰν ὀρέξων εἰς μετάνοιαν. Χρησιμώτατος δὲ ὁ λόγος ἀνθρώποις ἐστίν. Ἀνθρώπων γὰρ οὐδεὶς ἀναμάρτητος. Ἑνὶ γὰρ μαρτυρεῖται, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε. Λέξομεν οὖν περὶ μετανοίας ἐκ Παλαιᾶς τε καὶ Καινῆς. Οὗτοι γὰρ τῆς Ἐκκλησίας θησαυροί. Συνιστῶμεν δὲ μετάνοιαν, οὐχ ἁμαρτίαν ἀδελφοῦ προτρεπόμενοι (οὐ γὰρ ἐπ᾽ ἐλπίδι μετανοίας βουλόμεθα ἐφ᾽ ἁμαρτίας ἰέναι τὸν ἁμαρτήσαντα), ἀλλ᾽ ἀναστῆσαι τὸν πεσόντα σπεύδοντες.

Ἡ γὰρ παρὰ τῶν ἐναντίων εἰσαγομένη ἀνελπιστία τὸν ἅπαξ πεσόντα συνειλεῖσθαι τοῖς ἁμαρτήμασι προτρέπεται· ἡ δὲ προσδοκία τῆς μετανοίας τὸν πεσόντα ἀναστῆναι καὶ μηκέτι ἁμαρτάνειν προτρέπεται. Τίνες δέ ἐσμεν τῷ Θεῷ νομοθετοῦντες; Βούλεται ὁ Θεὸς ἀφιέναι· καὶ τίς ὁ κωλύων; Ὅτι ἡμεῖς λέγομεν οὐ τί ἐκεῖνοι τολμῶσιν, ἀλλὰ τί ὁ Θεὸς προστάσσει. «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» Ἀντιφθέγγονται τῷ Θεῷ. Ὁ πίπτων οὐκ ἀνίσταται. Οὐκ ἔπεισέ σε ψιλῷ ῥήματι, πείσει σε δι᾽ ὑποδείγματος ἐναργοῦς. Τί γὰρ οὕτως ἄπλυτον ὡς κόκκινον; τί δὲ λευκὸν παρ᾽ ἡμῖν ὡς χιὼν, ἢ ὡς ἔριον καθαρόν; Φησὶν ὁ ταῦτα πλάσας, ὅτι Ἐὰν γένωνται αἱ ἁμαρτίαι ὑμῶν ὡς τὰ ἄπλυτα χρώματα, εἰ λούσοισθε, μεταπίπτει εἰς καθαρότητα χιόνος. Ἀλλ᾽ οὐ μετὰ τὸ βάπτισμά ἐστιν αὕτη ἡ ἄφεσις. Εἶπε γὰρ, φησὶ, «Λούσασθε, καθαροὶ γίνεσθε.» Τοῦτο δὲ μάλιστα, παρ᾽ ἡμῶν εἰ ᾐτήσασθε, ἠδυνάμεθα ἀπὸ Γραφῆς δεῖξαι, ὅτι μετὰ τὸ βάπτισμά ἐστι συγχώρησις. Οὐ γὰρ τὰ εὔκολα δεῖ ἐκλεγομένους ἀντιλέγειν, ἀλλὰ πρὸς αὐτὰ τὰ δοκοῦντα ἰσχυρὰ ἐν τῷ ἐναντίῳ λόγῳ διανίστασθαι. Ἐφ᾽ ὅσον γὰρ τὰ ἀντιπίπτοντα οὐκ αἴρεται ἀπὸ τῆς ψυχῆς, ἀνίατός ἐστιν ὁ κάμνων.