Καὶ συκῆ γεωργουμένη, καὶ ἐν τρισὶν ἔτεσι μὴ δοῦσα καρπὸν, ἀφείθη, καὶ οὐκ ἐξετμήθη ἐπ᾽ ἐλπίδι τοῦ δοῦναι. Δεσπότης χαρίζεται, καὶ σὺ ἀντερεῖς; Μὴ γὰρ ἴδια πράγματά τις ἑαυτῷ ἁρπάζει; Εἰ δὲ χαρίζεται ὁ Θεὸς, τίς ὁ ἀντιλέγων; Ἐπεὶ διδαχθῶμεν εὔχεσθαι· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, διότι ἀφήκαμεν καὶ ἡμεῖς.» Σὺ ἀφίης, Θεὸς οὐκ ἀφίησι; Σὲ ἐποίησεν ἰατρὸν σεαυτοῦ. ᾯ μέτρῳ ἀντιμετρῇς, ἀντιμετρηθήσεταί σοι. Ἀφίης, ἀφίησί σοι. Ἀλλὰ σὺ ὁ πονηρὸς χρηστεύῃ, ὁ ἀγαθὸς οὐ πολὺ μᾶλλον; Μετὰ ἁμαρτωλῶν Ἰησοῦς, μετὰ νοσούντων ὁ ἰατρός. Ἀγανακτοῦσι Φαρισαῖοι, οἱ πατέρες τῶν νῦν ἀγανακτούντων· οὐκ ἀποστρέφεται ὁ ἐλεήμων. Εἰσῆλθεν εἰς οἶκον Φαρισαίου κληθείς· ἐπεισῆλθεν αὐτῷ ἁμαρτωλὸς γυνὴ μὴ κληθεῖσα. Εἶδε τὴν ἁμαρτίαν, προσῆλθε τῇ δικαιοσύνῃ· εἶδε τὴν νόσον, ἀπῆλθεν ὅπου ὁ ἰατρός. Προσῆλθεν οὐ πρὸς προσώπῳ, οὐ γὰρ εἶχε παῤῥησίαν· οὐκ ἐκράτησεν αὐτοῦ χεῖρα, οὐ γὰρ ἐτόλμα· ἀλλ᾽ ἐπὶ τοὺς πόδας, οὓς τοῖς δάκρυσιν ἔπλυνεν, ἐξέβαλε τὰς τρίχας τότε μόνον καλῶς, τὰς πολλάκις κακῶς φανείσας τότε καλῶς ἐγύμνωσεν. Ὑπεγράφη σοι τὸ προσφυγεῖν τοῖς ποσὶ τοῦ Ἰησοῦ. Ἀνῆλθε πρὸς τὸν Πατέρα, ἀλλά φησιν· «Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι.» Ὁπότε θέλεις, πρόσφυγε θαῤῥῶν, βρέξον πόδας, ἐγγίζων ἐστί. Καὶ ἦλθε παρὼν, καὶ ἀπῆλθε παρών. Ταῦτα ἀπὸ Καινῆς ἀδελφὰ τῶν ἐν Παλαιᾷ. Τί κηρύττει ὁ Ἰωάννης;