Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Πίνακας των Ογδόντα Όρων

Ο αναλυτικός κατάλογος των ογδόντα κανόνων (όρων) που περιλαμβάνονται στο έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 15

αʹ Περὶ μετανοίας, καὶ τίς ὁ τῆς μετανοίας καιρὸς, καὶ περὶ τῶν ἰδιωμάτων αὐτῆς, καὶ περὶ τῶν καρπῶν αὐτῆς. βʹ Περὶ τοῦ ἀμιγῆ παντὸς ἐναντίου, καὶ καθαρὰν εἶναι τὴν σπουδὴν τῶν εὐαρεστῆσαι τῷ Θεῷ βουλομένων.

γʹ Περὶ τῆς εἰς Θεὸν ἀγάπης, καὶ τίς ἡ ταύτης ἀπόδειξις. δʹ Τίς ἡ εἰς Θεὸν τιμὴ, καὶ τίς ἡ ἀτιμία. εʹ Περὶ τῆς εἰς ἀλλήλους ἀγάπης, καὶ τῶν ταύτης ἰδιωμάτων. ϛʹ Περὶ τοῦ δεῖν παῤῥησιάζεσθαι ἐν τῇ ὁμολογίᾳ τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ.

ζʹ Ὅτι μὴ ἀρκεῖ πρὸς σωτηρίαν ἡ ὁμολογία τοῦ Κυρίου τοῖς τὰς ἐντολὰς αὐτοῦ παραβαίνουσιν. ηʹ Περὶ πίστεως καὶ πληροφορίας τῶν τοῦ Κυρίου ῥημάτων. θʹ Περὶ γνώσεως ἢ ἀγνοίας τῶν ἐπιβαλλόντων ἡμῖν. ιʹ Τί τὸ τέλος τῆς ἁμαρτίας, καὶ τί τῆς ἐντολῆς τοῦ Θεοῦ.

ιαʹ Περὶ κριμάτων Θεοῦ, καὶ τοῦ ἀπ᾽ αὐτῶν φόβου. ιβʹ Περὶ ἀθετήσεως καὶ ἀντιλογίας, ἢ ὑπακοῆς καὶ φυλακῆς τῶν τοῦ Θεοῦ θελημάτων. ιγʹ Περὶ τῆς ἐν παντὶ καιρῷ ἑτοιμότητος καὶ ἀνυπερθέτου σπουδῆς τῶν πρὸς εὐαρέστησιν Θεοῦ σπουδαζομένων.

ιδʹ Περὶ τῆς ἑκάστου τῶν κατὰ μέρος κατορθουμένων εὐκαιρίας. ιεʹ Ὅτι μὴ δεῖ τοῖς ἄλλων κατορθώμασιν ἐπελπίζοντα, τῶν καθ᾽ ἑαυτὸν ἀμελεῖν. ιϛʹ Περὶ τῶν οἰομένων ὠφελεῖσθαί τι ἐκ τοῦ συζῇν τοῖς καλοῖς καὶ εὐαρέστοις, καὶ ἑαυτοὺς μὴ κατορθούντων.

ιζʹ Πῶς δεῖ πρὸς τὸν παρόντα καιρὸν διατίθεσθαι. ιηʹ Περὶ τρόπου καὶ διαθέσεως τῶν περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἐσπουδακότων. ιθʹ Περὶ ἐμποδίζοντος καὶ ἐμποδιζομένου εἰς τὴν ἐντολὴν τοῦ Θεοῦ. κʹ Περὶ βαπτίσματος, καὶ τίς ὁ λόγος καὶ ἡ δύναμις τοῦ βαπτίσματος.

καʹ Περὶ κοινωνίας τοῦ σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, καὶ τίς ὁ ταύτης λόγος. κβʹ Πῶς ἀπαλλοτριοῦταί τις Θεοῦ, καὶ διὰ τίνων οἰκειοῦται Θεῷ. κγʹ Περὶ τῶν ἡττωμένων καὶ εἰς ἃ μισοῦσιν ἁμαρτήματα.

κδʹ Περὶ ψεύδους καὶ ἀληθείας. κεʹ Περὶ ἀργολογίας, καὶ περὶ τῆς τῶν σπουδαίων λόγων οἰκονομίας. κϛʹ Περὶ τοῦ δεῖν κεχρῆσθαι πρῶτον μὲν ταῖς ἀπὸ τῶν Γραφῶν μαρτυρίαις εἰς σύστασιν τῶν παρ᾽ ἡμῶν γινομένων ἢ λεγομένων, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ συνηθείᾳ γνωριζομένοις.

κζʹ Περὶ τῆς πρὸς Θεὸν καὶ πρὸς τοὺς ἁγίους κατὰ δύναμιν ἐξομοιώσεως. κηʹ Περὶ τοῦ διακριτικὸν εἶναι περὶ τῶν ἀγαθῶν ἀνδρῶν, καὶ τῶν ἐναντίων. κθʹ Περὶ τοῦ, ποίῳ τρόπῳ τὸ ἐπάγγελμα ἑαυτῶν πιστούμεθα.

λʹ Περὶ τιμῆς ἀναθημάτων Θεοῦ. λαʹ Περὶ χρήσεως τῶν τοῖς ἁγίοις ἀφωρισμένων. λβʹ Περὶ χρεῶν καὶ ἀποδόσεων. λγʹ Περὶ σκανδαλιζόντων καὶ σκανδαλιζομένων. λδʹ Περὶ τοῦ δεῖν ἕκαστον ἐν τῷ ἰδίῳ μέτρῳ τύπον τῶν καλῶν προκεῖσθαι τοῖς ἄλλοις.

λεʹ Περὶ τῶν τὰ καλὰ φαυλιζόντων. λϛʹ Περὶ τῆς εἰς τοὺς ἁγίους τιμῆς καὶ διαθέσεως. λζʹ Περὶ τῶν ὀλίγα κατὰ δύναμιν προθυμουμένων. ληʹ Ὅπως χρὴ δεξιοῦσθαι. λθʹ Περὶ τῆς ἐν τοῖς σκανδάλοις στεῤῥότητος.

μʹ Περὶ ἑτεροδιδασκαλούντων. μαʹ Περὶ ἐκκοπῆς τῶν σκανδαλιζόντων, καὶ φειδοῦς τῶν ἀσθενεστέρων. μβʹ Περὶ τοῦ τὸν Κύριον ἐπὶ τῷ πληρῶσαι τὸν νόμον ἐληλυθέναι. μγʹ Περὶ διαφορᾶς ἐντολῶν τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου.

μδʹ Ὅτι ἐλαφρὸν τὸ τοῦ Κυρίου φορτίον, βαρεῖα δὲ ἡ ἁμαρτία. μεʹ Περὶ ἰσοτιμίας καὶ ταπεινοφροσύνης. μϛʹ Περὶ σπουδῆς κατορθωμάτων μειζόνων ἢ ἐλαττόνων. μζʹ Περὶ πλούτου καὶ πτωχείας, καὶ τῶν τούτοις παρεπομένων.

μηʹ Περὶ τῆς εἰς τοὺς ἀδελφοὺς εὐποιίας, καὶ τῆς διὰ ταύτην ἐργασίας. μθʹ Περὶ δικαζομένου καὶ ἐκδικοῦντος ἑαυτὸν, ἢ καὶ ἕτερον. νʹ Περὶ εἰρήνης καὶ εἰρηνοποιίας. ναʹ Ποταπὸς ὀφείλει εἶναι ὁ τὸν πλησίον διορθοῦσθαι πειρώμενος.

νβʹ Περὶ τῆς ἐπὶ τοῖς ἁμαρτάνουσι λύπης, καὶ ὅπως αὐτοῖς συντυγχάνειν χρή· καὶ πότε αὐτοὺς ἀποστρέφεσθαι, ἢ πότε προσδέχεσθαι. νγʹ Τί τὸ κρῖμα τῶν ἐφ᾽ οἷς ἔδοξαν ἀδικεῖσθαι μνησικακούντων. νδʹ Περὶ τοῦ κρίνειν, καὶ περὶ τοῦ διακρίνεσθαι.

νεʹ Περὶ διαθέσεως καὶ ὁμολογίας τῶν τοῦ Θεοῦ χαρισμάτων, καὶ τῆς ἐπ᾽ αὐτοῖς εὐχαριστίας. νϛʹ Περὶ προσευχῆς, καὶ πότε, καὶ τί, καὶ πῶς, καὶ ὑπὲρ τίνος προσεύχεσθαι δεῖ. νζʹ Περὶ τῆς ἐπὶ τοῖς κατορθώμασιν ἐπάρσεως.

νηʹ Περὶ κτήσεως χαρισμάτων Θεοῦ, καὶ μεταδόσεως. νθʹ Περὶ τιμῆς καὶ δόξης ἀνθρωπίνης. ξʹ Περὶ διαφορᾶς χαρισμάτων Θεοῦ, καὶ συμφωνίας τῶν ἐν τούτοις ὑπερεχόντων, ἢ ὑποβεβηκότων. ξαʹ Περὶ τῆς ὡς ἐν ἀνθρώποις εὐτελείας τῶν ὑποδεχομένων τὴν τοῦ Θεοῦ χάριν.

ξβʹ Περὶ πειρασμῶν, καὶ πότε μὲν ὑπαναχωρεῖν δεῖ, πότε δὲ ἐνίστασθαι, καὶ πῶς τοῖς ἐναντίοις ἀπαντᾷν. ξγʹ Περὶ δειλίας καὶ θάρσους ἐν ταῖς περιστάσεσι. ξδʹ Περὶ χαρᾶς τῆς ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν.

ξεʹ Ὅπως δεῖ καὶ ἐν αὐτῷ τῷ τέλει προσεύχεσθαι. ξϛʹ Περὶ τῶν ἐγκαταλιμπανόντων τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους, καὶ περὶ τῶν τούτοις συναγωνιζομένων. ξζʹ Περὶ τῶν ἐπὶ τοῖς ἀποθνήσκουσι λυπουμένων.

ξηʹ Περὶ διαφορᾶς τοῦ παρόντος αἰῶνος καὶ τοῦ μέλλοντος. ξθʹ Περὶ τῶν ὁμοῦ καὶ κατὰ συνάφειαν ἀπαγορευομένων ὑπὸ τῆς Γραφῆς, ἢ ἐγκρινομένων. οʹ Περὶ τῶν τὸ κήρυγμα τοῦ Εὐαγγελίου ἐγχειριζομένων, καὶ πότε, καὶ τίνας, καὶ τί διδάσκειν, καὶ πῶς ἑαυτοὺς προκατορθοῦν τοὺς τοιούτους χρή· καὶ ὅπως ἐν τῷ κηρύγματι παῤῥησιάζεσθαι, καὶ πῶς ἐπιμελεῖσθαι τῶν πεπιστευμένων, καὶ ποίᾳ διαθέσει, καὶ περὶ ποῖα τῶν σπουδασμάτων προηγουμένως καταγίνεσθαι· καὶ ὅπως καθαρεύειν ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον παρεπομένων ἐλαττωμάτων, καὶ ἐπὶ ποῖον ἄγειν μέτρον τοὺς διδασκομένους, καὶ πῶς ἐνάγειν τοὺς ἀντιδιατιθεμένους, καὶ τίνα τρόπον εἴκειν τοὺς διὰ φόβον παραιτουμένους, καὶ πῶς ἀναχωρεῖν τῶν δι᾽ ἀγνωμοσύνην μὴ καταδεχομένων· καὶ πῶς τινας χειροτονεῖν, ἢ ἀποβάλλειν τοὺς κεχειροτονημένους· καὶ ὅτι χρὴ τῶν προεστώτων ἕκαστον ὑπεύθυνον ἑαυτὸν ἡγεῖσθαι, καὶ τοῖς πεπιστευμένοις αὐτῷ εἰς τὴν περὶ ὧν ποιεῖ καὶ λέγει πληροφορίαν.

οαʹ Περὶ τῶν κατὰ συνάφειαν ἐπὶ τοῖς προεστῶσι διατεταγμένων. οβʹ Ὅπως δεῖ τοὺς διδασκομένους διακρίνειν τοὺς πνευματικοὺς τῶν διδασκάλων ἀπὸ τῶν μὴ τοιούτων, καὶ ὅπως πρὸς αὐτοὺς διατίθεσθαι, ἢ τὰ παρ᾽ αὐτῶν δέχεσθαι.

ογʹ Περὶ τῶν ἐν γάμῳ. οδʹ Περὶ χηρῶν. οεʹ Περὶ δούλων καὶ δεσποτῶν. οϛʹ Περὶ τέκνων καὶ γονέων. οζʹ Περὶ παρθένων. οηʹ Περὶ στρατευομένων. οθʹ Περὶ ἀρχόντων καὶ ὑπηκόων. πʹ Ποταποὺς εἶναι βούλεται καθόλου ὁ λόγος τοὺς Χριστιανοὺς, καὶ ποταποὺς τοὺς προεστῶτας.