Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΣΤ΄-ΙΣΤ΄: Ομολογία πίστεως, προσοχή και πνευματική ετοιμότητα

Αναφορές στην παρρησία της ομολογίας, τον φόβο των κριμάτων του Θεού, την υποταγή στο θείο θέλημα και τη διαρκή εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 15

ΟΡΟΣ ϛʹ. Ὅτι δεῖ ἀφόβως καὶ ἀνεπαισχύντως παῤῥησιάζεσθαι ἐν τῇ ὁμολογίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν λόγων αὐτοῦ.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.

Πᾶς οὖν, ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ΛΟΥΚΑΣ. Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πατρὸς, καὶ τῶν ἁγίων ἀγγέλων. ΠΡΟΣ ΤΙΜ. βʹ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.

ΟΡΟΣ Ζʹ. Ὅτι, κἂν δοκῇ τις ὁμολογεῖν τὸν Κύριον, καὶ ἀκούῃ τῶν λόγων αὐτοῦ, ἀπειθῇ δὲ ταῖς ἐντολαῖς αὐτοῦ, κατακέκριται, κἂν ἐν χαρίσμασι πνευματικοῖς διά τινα οἰκονομίαν γενέσθαι συγχωρηθῇ.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;

Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΤ. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

ΟΡΟΣ Ηʹ. Ὅτι οὐ δεῖ διακρίνεσθαι καὶ διστάζειν ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου λεγομένοις, ἀλλὰ πεπληροφορῆσθαι πᾶν ῥῆμα Θεοῦ ἀληθὲς εἶναι καὶ δυνατὸν, κἂν ἡ φύσις μάχηται. Ἐνταῦθα γὰρ καὶ ὁ ἀγὼν τῆς πίστεως.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἔρχεται ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν, λέγοντες· Φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;

ΙΩΑΝΝΗΣ. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι, λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Εἶπεν οὖν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ΛΟΥΚΑΣ. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι. Καὶ μετ᾽ ὀλίγα· Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.

Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. ΠΡΟΣ ΡΩΜ. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας.

Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει· δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

Ὅτι ὁ ἐπὶ τοῖς ἐλάττοσι μὴ πιστεύων τῷ Κυρίῳ δῆλός ἐστι πολὺ πρότερον ἐπὶ τοῖς μείζοσιν ἀπιστῶν.

Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; ΛΟΥΚΑΣ. Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.

Ὅτι οὐ χρὴ λογισμοῖς ἰδίοις στηρίζεσθαι ἐπὶ ἀθετήσει τῶν ὑπὸ τοῦ Κυρίου λεγομένων· ἀξιοπιστότερα δὲ εἰδέναι τῆς ἰδίας πληροφορίας τὰ τοῦ Κυρίου ῥήματα.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με ...

Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν· καὶ ἐσθιόντων αὐτῶν, λέγει αὐτοῖς· Λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; ΠΡΑΞΕΙΣ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον, καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπε· Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.

Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. ΠΡΟΣ ΚΟΡ. βʹ. Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

ΟΡΟΣ Θʹ. Ὅτι οὐ δεῖ ἀμελεῖν τῆς τῶν ἐπιβαλλόντων γνώσεως· μετὰ προσοχῆς δὲ τῶν τοῦ Κυρίου λόγων ἀκούοντα συνιέναι, καὶ ποιεῖν τὸ θέλημα αὐτοῦ.

Κεφάλ. Α ΜΑΤΘΑΙΟΣ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, καὶ κοινοῖ τὸν ἄνθρωπον; ... Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.

Καὶ μετ᾽ ὀλίγον· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιὼν, ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ΜΑΡΚΟΣ. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, εἶπεν αὐτοῖς· Ἀκούετέ μου, καὶ συνίετε. ΠΡΟΣ ΕΦΕΣ.

Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ. Ὅτι περὶ τῶν μὴ ἐπιβαλλόντων οὐ δεῖ πολυπραγμονεῖν.

Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ. ΠΡΑΞΕΙΣ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.

Ὅτι ἴδιον τῶν ἐχόντων σπουδὴν τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸ καὶ ἐπερωτᾷν περὶ ὧν δεῖ.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ ... Καὶ ἰδοὺ, εἷς προσελθὼν, εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; ΛΟΥΚΑΣ.

Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ μετ᾽ ὀλίγα· Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί ποιήσομεν; Ὁμοίως τελῶναι, ὁμοίως στρατευόμενοι. ΠΡΑΞΕΙΣ. Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον, καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;

Ὅτι δεῖ ἐπερωτωμένῳ φροντίζειν ἀξιολόγως ἀποκρίνεσθαι.

Κεφάλ. Δʹ. ΛΟΥΚΑΣ. Καὶ ἰδοὺ, νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ πρὸς αὐτόν· Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ.

ΠΡΟΣ ΚΟΛΟΣΣ. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ὅτι χεῖρον μὲν τὸ κρῖμα τῶν συνιέντων, καὶ μὴ ποιούντων· οὔτε δὲ τὸ κατὰ ἄγνοιαν ἁμαρτάνειν ἀκίνδυνον.

Κεφάλ. Εʹ. ΛΟΥΚΑΣ. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας.

ΟΡΟΣ Ιʹ. Ὅτι τέλος ἁμαρτίας θάνατος.

Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν. ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ᾽ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Καὶ μετ᾽ ὀλίγα· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος ... Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.

Ὅτι τέλος ἐντολῆς Θεοῦ ζωὴ αἰώνιος.

Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. —Ἀλλ᾽ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω, καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. ΠΡΟΣ ΡΩΜ. Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.

ΟΡΟΣ ΙΑ. Ὅτι οὐ δεῖ καταφρονεῖν κριμάτων Θεοῦ, ἀλλὰ φοβεῖσθαι, κἂν μὴ παραυτίκα τὴν ἀνταπόδοσιν ἔχῃ.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. ΛΟΥΚΑΣ. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι· καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.

ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ΠΡΟΣ ΕΦΕΣ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς, καὶ τῆς ἀφέσεως καταξιωθεὶς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρῖμα τῆς ὀργῆς.

Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ὅτι, κρίματι ὀργῆς Θεοῦ τινων ὑποπεσόντων, τοὺς λοιποὺς φοβουμένους παιδεύεσθαι δεῖ.

Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δοκεῖτε, ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;

Οὐχὶ, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ, καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε, ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.

ΠΡΑΞΕΙΣ. Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε. Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ΠΡΟΣ ΚΟΡ. αʹ. Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

Ταῦτα δὲ τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ὅτι καὶ αὐτοῖς τοῖς τῆς κακίας ἔργοις πρὸς τιμωρίαν πολλάκις παραδίδοταί τις διὰ προϋπάρχουσαν ἀσέβειαν.

Κεφάλ. Δʹ. ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.

Ὅτι οὐχὶ πλῆθος ἁμαρτωλῶν δυσωπεῖ τὸν Θεὸν, ἀλλ᾽ ὁ εὐαρεστῶν αὐτῷ, κἂν ἀνὴρ τυγχάνῃ, κἂν γυνή.

Κεφάλ. Εʹ. ΛΟΥΚΑΣ. Ἐπ᾽ ἀληθείας λέγω ὑμῖν, ὅτι πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάραφθα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν.

ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

ΟΡΟΣ ΙΒʹ. Ὅτι πᾶσα ἀντιλογία, κἂν ἐκ φιλικῆς καὶ εὐλαβοῦς διαθέσεως γένηται, ἀπαλλοτριοῖ τοῦ Κυρίου τὸν ἀντιλέγοντα· πᾶν δὲ ῥῆμα Κυρίου μετὰ πάσης πληροφορίας καταδέχεσθαι δεῖ.

Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψεις τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.

Ὅτι οὐ δεῖ παραδόσεσιν ἀνθρώπων ἀκολουθεῖν ἐπ᾽ ἀθετήσει ἐντολῆς Θεοῦ.

Κεφάλ. Βʹ. ΜΑΡΚΟΣ. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων· καὶ τὰ ἑξῆς.

Ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν, τὰ διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυρίου παραδεδομένα.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι ...

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· ὁ δὲ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν. Ὅτι οὐ δεῖ θέλημα ἴδιον παρὰ τὸ θέλημα τοῦ Κυρίου ἐγκρίνειν· ἀλλ᾽ ἐν παντὶ πράγματι ζητεῖν καὶ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ.

Κεφάλ. Δʹ. ΙΩΑΝΝΗΣ. Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο λέγων· Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. ΠΡΟΣ ΕΦΕΣ. Ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὸ θέλημα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ἡμῶν· καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.

ΟΡΟΣ ΙΓʹ. Ὅτι δεῖ νήφειν ἀεὶ, καὶ ἕτοιμον εἶναι ἐν τῇ σπουδῇ τῶν κατορθωμάτων τοῦ Θεοῦ, γνωρίζοντα τῆς ἀναβολῆς τὸ ἐπικίνδυνον.

Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος, καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Καὶ μετ᾽ ὀλίγα· γρηγορῶμεν, καὶ νήφωμεν.

Ὅτι δεῖ πάντα καιρὸν εὔθετον ἡγεῖσθαι εἰς τὴν σπουδὴν τῶν ἀρεσκόντων τῷ Θεῷ.

Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν. ΠΡΟΣ ΦΙΛΙΠ. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.

ΟΡΟΣ ΙΔʹ. Ὅτι οὐ δεῖ τὰ ἀνοίκεια μιγνύναι, ἀλλ᾽ ἑκάστου τῶν γινομένων ἢ λεγομένων τὸν ἴδιον καιρὸν γνωρίζειν.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου, λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις· καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΓΑΛ. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας· τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

ΟΡΟΣ ΙΕʹ. Ὅτι οὐ δεῖ τοῖς ἄλλων κατορθώμασιν ἐλπίζοντα, τῶν καθ᾽ ἑαυτὸν ἀμελεῖν.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.

ΟΡΟΣ Ιϛʹ. Ὅτι οὐδὲν ὠφελοῦνται οἱ συζῶντες τοῖς ἀρέσκουσι τῷ Θεῷ, καὶ τὸ ἑαυτῶν φρόνημα μὴ κατορθοῦντες, κἂν κατὰ τὸ φαινόμενον σώζωσι τὴν πρὸς αὐτοὺς ὁμοιότητα.