Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΙΖ΄-ΙΘ΄: Τήρηση των εντολών και αποφυγή της ανθρωπαρεσκείας

Κατευθύνσεις για την ακριβή εφαρμογή των εντολών του Θεού, την απόρριψη της ανθρωπαρεσκείας και τη μη παρεμπόδιση του θείου θελήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 15

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἐξ αὐτῶν ἦσαν φρόνιμοι, καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἐν τοῖς ἀγγείοις αὑτῶν μετὰ τῶν λαμπάδων αὑτῶν. Οἷς ἐπιφέρει μετ᾽ ὀλίγα περὶ τῶν μωρῶν· Ὕστερον δὲ ἔρχονται αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. ΛΟΥΚΑΣ. Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. Δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται. Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.

ΟΡΟΣ ΙΖʹ. Ὅτι δεῖ, τὸν ἐνεστῶτα καιρὸν ἀπὸ τῶν δεδηλωμένων ἡμῖν παρὰ τῆς Γραφῆς ἰδιωμάτων γνωρίζοντας, ὁποῖός ἐστιν, ἐστοχασμένως τούτου τὰ καθ᾽ ἑαυτοὺς διατιθέναι.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε, ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε, ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

ΛΟΥΚΑΣ. Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὅτι Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτως. Καὶ ὅταν νότον πνέοντα, λέγετε, ὅτι Καύσων ἔσται· καὶ γίνεται. Ὑποκριταὶ, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

ΟΡΟΣ ΙΗʹ. Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὡς ὁ Κύριος προσέταξεν. Ὁ γὰρ περὶ τὸν τρόπον τῆς ἐργασίας διαπταίων, κἂν δόξῃ ποιεῖν τὴν ἐντολὴν, ἀδόκιμός ἐστι παρὰ τῷ Θεῷ.

Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ᾽ ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

Ὅτι οὐ δεῖ τὴν τοῦ Θεοῦ ἐντολὴν διὰ τὴν πρὸς ἀνθρώπους ἀρέσκειαν, ἢ δι᾽ ἄλλο τι πάθος, ποιεῖν, ἀλλ᾽ ἐν παντὶ σκοπὸν ἔχειν, τῷ Θεῷ ἀρέσαι, καὶ Θεὸν δοξάσαι.

Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθεν τῶν ἀνθρώπων, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.

ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων.

Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ συνειδήσεως καὶ διαθέσεως ἀγαθῆς πρός τε Θεὸν καὶ ἀνθρώπους ποιεῖν. Ὁ γὰρ μὴ οὕτω ποιῶν κατακέκριται.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. ΠΡΟΣ ΡΩΜ. Ὁ μεταδιδοὺς ἐν ἁπλότητι.

ΠΡΟΣ ΦΙΛΙΠ. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. ΠΡΟΣ ΤΙΜ. αʹ. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς ... Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν.

Ὅτι ἀπὸ τῆς περὶ τὰ ἐλάττονα εὐγνωμοσύνης ἡ ἐπὶ τοῖς μείζοσι τῆς ἀνταποδόσεως κρίσις δικαιοῦται.

Κεφάλ. Δʹ. ΜΑΤΘΑΙΟΣ. Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Καὶ μετ᾽ ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. ΛΟΥΚΑΣ. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει, Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;

Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Κυρίου μετὰ ἐπιθυμίας ἀκορέστου ποιεῖν, ἀεὶ πρὸς τὸ πλέον ἐπειγόμενον.

Κεφάλ. Εʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. ΠΡΟΣ ΦΙΛΙΠ. Ἐγὼ, ἀδελφοὶ, ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι Ἓν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ.

Ὅτι δεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ οὕτω ποιεῖν, ὥστε, ὅσον ἐπὶ τῷ ποιοῦντι, φωτίζεσθαι τοὺς πάντας, καὶ τὸν Θεὸν δοξάζεσθαι.

Κεφάλ. ϛʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Οὐδεὶς δὲ, λύχνον ἅψας, κρύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. ΠΡΟΣ ΦΙΛΙΠ.

Ἵνα ἦτε εἰλικρινεῖς, καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης, διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.

ΟΡΟΣ ΙΘʹ Ὅτι οὐ δεῖ ἐμποδίζειν τῷ ποιοῦντι θέλημα Θεοῦ, εἴτε κατ᾽ ἐντολὴν Θεοῦ, εἴτε κατὰ λόγον ἀκολουθοῦντα τῇ ἐντολῇ· οὔτε μὴν ποιοῦντα ἀνέχεσθαι τῶν κωλυόντων, κἂν γνήσιοι ὦσιν, ἀλλ᾽ ἐπιμένειν τῇ κρίσει.

Κεφάλ. Αʹ ΜΑΤΘΑΙΟΣ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην, καὶ τὰ ἑξῆς ... Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ὑπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων· καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

ΜΑΡΚΟΣ. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται. Οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΑΞΕΙΣ. Ἐπιμενόντων δὲ ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.

Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην Παύλου, καὶ δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

Ὅτι τὸν ποιοῦντα ἐντολὴν Θεοῦ μὴ ἐκ διαθέσεως ὑγιοῦς, κατά γε μὴν τὸ φαινόμενον σώζοντα τὴν ἀκρίβειαν τῆς τοῦ Κυρίου διδασκαλίας, κωλύειν μὲν οὐ χρὴ διὰ τὸ ὅσον ἐπὶ τῷ πράγματι μηδένα βλάπτεσθαι, ἐνίοτε δὲ καὶ ὠφελεῖσθαί τινας ἐξ αὐτοῦ· παραινεῖν δὲ αὐτῷ ἀξίαν τοῦ κατορθώματος ἔχειν τὴν διάνοιαν.

Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι αὐτὸς ἐν τῷ φανερῷ. Καὶ περὶ προσευχῆς ὁμοίως. ΜΑΡΚΟΣ.

Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης λέγων· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν, καὶ ἐκωλύσαμεν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπε· Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν, ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. Ὃς γὰρ οὐκ ἔστι καθ᾽ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστι. ΠΡΟΣ ΦΙΛΙΠ. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Οἱ μὲν ἐξ ἀγάπης, εἰδότες, ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι· οἱ δὲ ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.