Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Όροι Κ΄-ΚΕ΄: Βάπτισμα, Θεία Κοινωνία και φιλαλήθεια
Αγιογραφική τεκμηρίωση για το άγιο βάπτισμα, την άξια μετάληψη των θείων μυστηρίων, την αποφυγή της αμαρτίας και την αλήθεια στους λόγους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Όροι Κ΄-ΚΕ΄: Βάπτισμα, Θεία Κοινωνία και φιλαλήθεια
Αγιογραφική τεκμηρίωση για το άγιο βάπτισμα, την άξια μετάληψη των θείων μυστηρίων, την αποφυγή της αμαρτίας και την αλήθεια στους λόγους.
ΟΡΟΣ Κʹ. Ὅτι δεῖ τοὺς πιστεύοντας τῷ Κυρίῳ βαπτίζεσθαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ πάλιν· Ἀμὴν ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Τίς ὁ λόγος ἢ ἡ δύναμις τοῦ βαπτίσματος; Τὸ ἀλλοιωθῆναι τὸν βαπτιζόμενον κατά τε νοῦν, καὶ λόγον, καὶ πρᾶξιν, καὶ γενέσθαι ἐκεῖνο κατὰ τὴν δοθεῖσαν δύναμιν, ὅπερ ἐστὶ τὸ ἐξ οὗ ἐγεννήθη.
Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούεις· ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει.
Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. ΠΡΟΣ ΡΩΜ. Τὸ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείροντος αὐτὸν ἐκ νεκρῶν.
ΠΡΟΣ ΓΑΛ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΛ.
Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.
ΟΡΟΣ ΚΑʹ. Ὅτι ἀναγκαία καὶ πρὸς αὐτὴν τὴν αἰώνιον ζωὴν ἡ μετάληψις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς.
Ὅτι οὐδὲν ὠφελεῖται ὁ ἄνευ τῆς κατανοήσεως τοῦ λόγου, καθ᾽ ὃν δίδοται ἡ μετάληψις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, προσερχόμενος τῇ κοινωνίᾳ· ὁ δὲ ἀναξίως μεταλαμβάνων κατακέκριται.
Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καὶ μετ᾽ ὀλίγα· Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι.
ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦτο τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
Ποίῳ λόγῳ δεῖ ἐσθίειν τὸ σῶμα, καὶ πίνειν τὸ αἷμα τοῦ Κυρίου, εἰς ἀνάμνησιν τῆς τοῦ Κυρίου μέχρι θανάτου ὑπακοῆς, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου, τῷ ὑπὲρ ὑμῶν ἐκχυνομένῳ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι, εἰς τὸ γενέσθαι τοὺς πολλοὺς ἓν σῶμα ἐν Χριστῷ ...
ΠΡΟΣ ΚΟΡ. αʹ. Ὁ ἄρτος ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Ὅτι δεῖ τὸν μεταλαμβάνοντα τῶν ἁγίων ὑμνεῖν τὸν Κύριον
Κεφάλ. Δʹ. ΜΑΤΘΑΙΟΣ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ τὰ ἑξῆς. Οἷς ἐπιφέρει· Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
ΟΡΟΣ ΚΒ. Ὅτι ἡ ἐργασία τῆς ἁμαρτίας ἀπαλλοτριοῖ τοῦ Κυρίου, καὶ προσοικειοῖ τῷ διαβόλῳ.
Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ΠΡΟΣ ΡΩΜ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
Ὅτι ἡ πρὸς τὸν Κύριον οἰκειότης οὐκ ἐν τῇ κατὰ σάρκα συγγενείᾳ γνωρίζεται, ἀλλ᾽ ἐν τῇ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ κατορθοῦται.
Κεφάλ. Βʹ. ΙΩΑΝΝΗΣ. Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει. ΛΟΥΚΑΣ. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. ΠΡΟΣ ΡΩΜ. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν.
ΟΡΟΣ ΚΓʹ. Ὅτι ὁ ἄκων ἑλκόμενος ὑπὸ ἁμαρτίας ὀφείλει γνωρίζειν ἑαυτὸν ὑφ᾽ ἑτέρας προενυπαρχούσης κρατούμενον ἁμαρτίας, ᾗ ἑκὼν δουλεύων, ἄγεται λοιπὸν ὑπ᾽ αὐτῇ καὶ ἐφ᾽ ἃ μὴ θέλει.
Κεφάλ. Αʹ. ΠΡΟΣ ΡΩΜ. Οἴδαμεν δὲ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω· ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα δὲ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου. ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ᾽ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
ΟΡΟΣ ΚΔʹ. Ὅτι οὐ δεῖ ψεύδεσθαι, ἀλλ᾽ ἀληθεύειν ἐν παντί.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ΠΡΟΣ ΕΦΕΣ. Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ... ΠΡΟΣ ΚΟΛ. Μὴ ψεύδεσθε εἰς ἀλλήλους.
ΟΡΟΣ ΚΕʹ. Ὅτι οὐ δεῖ ζητήσεις ἀνωφελεῖς ἢ ἐμφιλονείκους ποιεῖσθαι.
Κεφάλ. Αʹ. ΠΡΟΣ ΤΙΜ. βʹ. Ταῦτα ὑπομίμνησκε διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου· μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ... Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς, ὅτι γεννῶσι μάχας.
Ὅτι οὐ δεῖ φθέγγεσθαι λόγον ἀργὸν, ἐξ οὗ οὐδὲν ὄφελος. Τὸ γὰρ μὴ πρὸς οἰκοδομὴν τῆς πίστεως λαλεῖν, ἢ καὶ ποιεῖν αὐτὸ τὸ ἀγαθὸν, λυπεῖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ.
Κεφάλ. Βʹ ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. ΠΡΟΣ ΕΦΕΣ. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.