Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Όροι ΛΔ΄-ΜΑ΄: Καλό υπόδειγμα, φιλοξενία και πραότητα
Η προσφορά θετικού παραδείγματος, ο κίνδυνος της βλασφημίας κατά του Αγίου Πνεύματος, η φιλοξενία των αδελφών και η στάση έναντι των ετεροδιδασκαλούντων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Όροι ΛΔ΄-ΜΑ΄: Καλό υπόδειγμα, φιλοξενία και πραότητα
Η προσφορά θετικού παραδείγματος, ο κίνδυνος της βλασφημίας κατά του Αγίου Πνεύματος, η φιλοξενία των αδελφών και η στάση έναντι των ετεροδιδασκαλούντων.
ΟΡΟΣ ΛΔʹ. Ὅτι δεῖ τύπον τῶν καλῶν προκεῖσθαι τοῖς ἄλλοις, ἕκαστον ἐν τῷ ἰδίῳ μέτρῳ
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. ΠΡΟΣ ΚΟΡ. βʹ. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα μὲν παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
ΠΡΟΣ ΘΕΣΣ. αʹ. Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου· ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
ΟΡΟΣ ΛΕʹ. Ὅτι οἱ τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος ἐν τινι ὁρῶντες πανταχοῦ τὸ ὁμαλὸν τῆς θεοσεβείας σώζοντα, καὶ μὴ τῷ ἁγίῳ Πνεύματι ἀνατιθέντες, ἀλλὰ τῷ ἐναντίῳ ἐπιφημίζοντες, εἰς αὐτὸ τὸ ἅγιον Πνεῦμα βλασφημοῦσιν.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφὸς, καὶ ἐθεράπευσεν αὐτὸν, ὥστε τὸν κωφὸν καὶ τυφλὸν καὶ λαλεῖν καὶ βλέπειν. Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι, καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβίδ; Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες, εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω ἐγὼ τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οἷς ἑξῆς ἐπιφέρει· Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις.
Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.
ΟΡΟΣ Λϛʹ. Ὅτι τοὺς φυλάσσοντας τὸν τύπον τῆς τοῦ Κυρίου διδασκαλίας μετὰ πάσης σπουδῆς καὶ τιμῆς δέχεσθαι δεῖ εἰς δόξαν αὐτοῦ τοῦ Κυρίου· ὁ δὲ μὴ ἀκούσας, μηδὲ δεξάμενος, κατακρίνεται.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντα με. Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἐκείνης ἢ τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. ΙΩΑΝΝΗΣ. Ὁ λαμβάνων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνε τὸν ἀποστείλαντά με. ΠΡΟΣ ΦΙΛ. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς. Καὶ μετ᾽ ὀλίγα· Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε.
ΟΡΟΣ ΛΖʹ. Ὅτι ἡ κατὰ δύναμιν, κἂν ᾖ ἐν τοῖς ἐλαχίστοις, προθυμία εὐπρόσδεκτός ἐστι τῷ Θεῷ, κἂν παρὰ γυναικῶν ᾖ.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ΛΟΥΚΑΣ. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. Εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτὰ, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν. Ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὑτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν. ΜΑΤΘΑΙΟΣ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βεθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου; Ἠδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί;
Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. ΠΡΑΞΕΙΣ. Περὶ τῆς Λυδίας· Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.
ΟΡΟΣ ΛΗʹ. Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὴν εἰς τοὺς ἀδελφοὺς δεξίωσιν ἀθόρυβον καὶ λιτοτέραν ποιεῖσθαι.
Κεφάλ. Αʹ. ΙΩΑΝΝΗΣ. Λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος· Ἔστι παιδάριον ἓν ὧδε, καὶ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ.
Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοῖς ἀνακειμένοις. Ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ΛΟΥΚΑΣ. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὑτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ.
Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. Ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία ἢ ἑνός. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.
ΟΡΟΣ ΛΘʹ. Ὅτι οὐ δεῖ εὐμετάθετον εἶναι, ἀλλὰ ἑδραῖον ἐν τῇ πίστει, καὶ ἀμετάθετον ἀπὸ τῶν ἐν Κυρίῳ καλῶν.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν. Οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε. ΠΡΟΣ ΓΑΛΑΤ. Θαυμάζω, ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον.
ΟΡΟΣ Μʹ. Ὅτι οὐ δεῖ ἑτεροδιδασκαλούντων ἀνέχεσθαι, κἂν σχηματίζωνται πρὸς ἀπάτην ἢ ἔλεγχον τῶν ἀβεβαίων.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσιν. ΛΟΥΚΑΣ. Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται.
Οὗτοι λήψονται περισσότερον κρῖμα. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν, παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
ΟΡΟΣ ΜΑʹ. Ὅτι δεῖ πᾶν τὸ σκανδαλίζον ἐκκόπτειν, κἂν οἰκειότατόν τι καὶ ἀναγκαιότατον εἶναι δοκῇ.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται· Εἰ δὲ ὁ ποῦς σου ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν, ἢ κυλλὸν, ἢ δύο πόδας ἢ δύο χεῖρας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ.
Ὅτι τῶν ἀσθενεστέρων ἐν τῇ πίστει φείδεσθαι δεῖ, καὶ ἀνάγειν αὐτοὺς δι᾽ ἐπιμελείας ἐπὶ τὴν τελειότητα· φείδεσθαι δὲ, δηλονότι, χωρὶς τοῦ παριδεῖν ἐντολὴν Θεοῦ.
Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. ΠΡΟΣ ΡΩΜ. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. ΠΡΟΣ ΓΑΛ.
Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.