Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΜΒ΄-ΜΗ΄: Ευαγγελική δικαιοσύνη, ελεημοσύνη και ακτημοσύνη

Η εκπλήρωση του νόμου από τον Κύριο, η ανώτερη πνευματική τελειότητα της ευαγγελικής διδασκαλίας, η ταπεινοφροσύνη και η αποφυγή της βιοτικής μέριμνας και της πλεονεξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 15

ΟΡΟΣ ΜΒʹ. Ὅτι οὐ δεῖ νομίζειν ἐπὶ καταλύσει τοῦ νόμου καὶ τῶν προφητῶν τὸν Κύριον ἐληλυθέναι, ἀλλ᾽ ἐπὶ πληρώσει καὶ προσθήκῃ τῶν τελειοτέρων.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ΠΡΟΣ ΡΩΜ. Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! ἀλλὰ νόμον ἱστῶμεν.

ΟΡΟΣ ΜΓʹ. Ὅτι ὡς νόμος τὰς πράξεις ἀπαγορεύει τὰς φαύλας, οὕτω τὸ Εὐαγγέλιον αὐτὰ τὰ κεκρυμμένα πάθη τῆς ψυχῆς.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· ἔνοχος ἔσται τῇ κρίσει. ΠΡΟΣ ΡΩΜ. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.

Ὅτι ὡς ὁ νόμος τὸ ἐκ μέρους, οὕτω τὸ Εὐαγγέλιον τὸ ὁλόκληρον ἐφ᾽ ἑκάστῳ τῶν κατορθουμένων ἐπιζητεῖ.

Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι. ΠΡΟΣ ΚΟΛ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.

Ὅτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ πλείονα τῆς ἐν τῷ νόμῳ τὴν κατὰ τὸ Εὐαγγέλιον δικαιοσύνην ἐπιδεικνυμένους.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ΠΡΟΣ ΦΙΛΙΠΠ. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.

ΟΡΟΣ ΜΔʹ. Ὅτι ὁ ζυγὸς τοῦ Χριστοῦ χρηστὸς, καὶ τὸ φορτίον αὐτοῦ ἐλαφρόν ἐστιν εἰς ἀνάπαυσιν τῶν καταδεχομένων· πάντα δὲ τὰ ἀλλότρια τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας βαρέα καὶ φορτικά.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Δεῦτε πάντες πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

ΟΡΟΣ ΜΕʹ. Ὅτι ἀδύνατον καταξιωθῆναι βασιλείας οὐρανῶν τοὺς μὴ παιδίων πρὸς ἄλληλα ἰσοτιμίαν ἐν ἀλλήλοις μιμουμένους.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅτι δεῖ τὸν ἐπιθυμοῦντα μείζονος δόξης καταξιωθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἐνταῦθα ταπεινὸν καὶ ἔσχατον ἀγαπᾷν.

Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ὅστις οὖν ταπεινώσει ἑαυτὸν, ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος. ΜΑΡΚΟΣ. Καὶ ὃς ἐὰν θέλῃ γενέσθαι πρῶτος ὑμῶν, ἔσται πάντων δοῦλος. ΠΡΟΣ ΦΙΛΙΠΠ. Μηδὲν κατ᾽ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.

ΟΡΟΣ Μϛʹ. Ὅτι ἐξ ἀντιπαραθέσεως τῆς ἐπὶ τοῖς ἐλάττοσι φυλαττομένης ἀκολουθίας τὴν ἐπὶ τοῖς μείζοσι σπουδὴν ἀπαιτούμεθα.

Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὑτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Ἔλεγε δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον.

Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός;

ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὅτι ἐξ ἀντιπαραθέσεως τῶν ἐπὶ τοῖς ἐλάττοσιν ἐκ πίστεως φόβον, καὶ ἐξ ἐπιθυμίας ἀξιολόγου σπουδὴν ἐπιδειξαμένων, οἱ ἐπὶ τοῖς μείζοσι καταφρονηταὶ ἢ ἀμελεῖς ἁλόντες σφοδροτέραν ἔχουσι τὴν κατάκρισιν.

Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. ΜΑΤΘΑΙΟΣ.

Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Ὅτι οὐ δεῖ καταφρονεῖν τῶν μειζόνων, ἐπὶ τοῖς ἐλάττοσι σπουδὴν ἐνδεικνύμενον. Προηγουμένως δὲ τὰ μείζονα τῶν προσταγμάτων ποιοῦντα, συγκατορθοῦν καὶ τὰ ἐλάττονα.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ὁδηγοὶ τυφλοὶ οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.

ΟΡΟΣ ΜΖʹ. Ὅτι οὐ δεῖ θησαυρίζειν ἑαυτῷ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν οὐρανῷ· καὶ τίς ὁ τρόπος τοῦ ἐν οὐρανῷ θησαυρίζειν.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι. Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν. ΛΟΥΚΑΣ.

Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα· θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Πάντα ὅσα ἔχεις πώλησον, καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.

ΠΡΟΣ ΤΙΜ. αʹ. Εὐμεταδότους εἶναι, κοινωνικοὺς, ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.

ΟΡΟΣ ΜΗʹ. Ὅτι δεῖ ἐλεήμονα καὶ εὐμετάδοτον εἶναι· κατηγοροῦνται γὰρ οἱ μὴ τοιοῦτοι.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ΛΟΥΚΑΣ. Παντὶ τῷ αἰτοῦντί σε δίδου. ΠΡΟΣ ΡΩΜ. Ἀστόργους, ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. ΠΡΟΣ ΤΙΜ. αʹ. Εὐμεταδότους εἶναι, κοινωνικούς.

Ὅτι πᾶν ὅπερ ἂν ἔχῃ τις πλέον τοῦ ἐπιδεομένου τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, ὀφειλέτης ἐστὶν ἐκεῖνον εὐεργετῆσαι, κατ᾽ ἐντολὴν τοῦ Κυρίου τοῦ καὶ δεδωκότος ἃ ἔχομεν.

Κεφάλ. Βʹ. ΛΟΥΚΑΣ. Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; ΠΡΟΣ ΚΟΡ. βʹ. Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.

Ὅτι οὐ δεῖ πλουτεῖν, ἀλλὰ πτωχεύειν, κατὰ τὸν τοῦ Κυρίου λόγον.

Κεφάλ. Γʹ. ΛΟΥΚΑΣ. Μακάριοι, οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. ΠΡΟΣ ΤΙΜ. αʹ. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.

Ὅτι οὐ δεῖ φροντίζειν τοῦ περισσεύεσθαι ἐν τοῖς πρὸς τὸ ζῇν· οὔτε περὶ τὴν πλησμονὴν, οὔτε περὶ τὴν πολυτέλειαν σπουδὴν ἔχειν· καθαρεύειν δὲ παντὸς εἴδους πλεονεξίας καὶ καλλωπισμοῦ.

Κεφάλ. Δʹ. ΛΟΥΚΑΣ. Ὁρᾶτε, καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. ΠΡΟΣ ΤΙΜ. αʹ. Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ.

Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Ὅτι οὐ δεῖ μεριμνᾷν τῆς ἰδίας ἕνεκεν χρείας, οὐδὲ τοῖς ἡτοιμασμένοις πρὸς τὴν παροῦσαν ζωὴν ἐπελπίζειν, ἀλλὰ τῷ Θεῷ ἀποδιδόναι τὰ καθ᾽ ἑαυτόν.

Κεφάλ. Εʹ. ΜΑΤΘΑΙΟΣ. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;

Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει. Λέγω δὲ ὑμῖν· οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων πάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ΛΟΥΚΑΣ. Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;

Καὶ εἶπε· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου· καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΜ. αʹ. Τοῖς πλουσίοις τοῦ νῦν αἰῶνος παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν.

Ὅτι δεῖ φροντίζειν καὶ μεριμνᾷν περὶ τῆς τῶν ἀδελφῶν χρείας κατὰ τὸ θέλημα τοῦ Κυρίου.

Κεφάλ. ϛʹ. ΜΑΤΘΑΙΟΣ. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Καὶ μετ᾽ ὀλίγα· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. ΙΩΑΝΝΗΣ. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς, καὶ θεασάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται· ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.

Ὅτι δεῖ τὸν δυνατῶς ἔχοντα ἐργαζόμενον μεταδιδόναι τοῖς χρείαν ἔχουσιν. Ὁ γὰρ μὴ θέλων ἐργάζεσθαι οὐδὲ τοῦ φαγεῖν ἄξιος ἐκρίθη.

Κεφάλ. Ζʹ. ΜΑΤΘΑΙΟΣ. Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. ΠΡΑΞΕΙΣ. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου, ὅτι αὐτὸς εἶπε· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. ΠΡΟΣ ΕΦΕΣ. Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.