Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Όροι ΜΘ΄-ΝΓ΄: Ειρήνη, συμφιλίωση και πνευματικός έλεγχος
Η αποφυγή προσφυγής στα κοσμικά δικαστήρια, η ανεξικακία, η προσωπική διόρθωση, η νουθεσία των αμαρτανόντων και η ειλικρινής συγχώρηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Όροι ΜΘ΄-ΝΓ΄: Ειρήνη, συμφιλίωση και πνευματικός έλεγχος
Η αποφυγή προσφυγής στα κοσμικά δικαστήρια, η ανεξικακία, η προσωπική διόρθωση, η νουθεσία των αμαρτανόντων και η ειλικρινής συγχώρηση.
ΟΡΟΣ ΜΘʹ. Ὅτι οὐ χρὴ δικάζεσθαι οὐδὲ περὶ αὐτῶν τῶν πρὸς τὴν ἀναγκαίαν σκέπην τῷ σώματι περικειμένων.
Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Τῷ τύπτοντί σε ἐπὶ τὴν δεξιὰν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει. ΠΡΟΣ ΚΟΡ. αʹ. Τολμᾷ τις, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ μετ᾽ ὀλίγα· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ὅτι οὐ δεῖ μάχεσθαι, ἢ ἑαυτὸν ἐκδικεῖν· πρὸς πάντας δὲ, εἰ δυνατὸν, εἰρηνεύειν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου.
Κεφάλ. Βʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ τὰ ἑξῆς. ΜΑΡΚΟΣ. Ἀγάπην ἔχετε ἐν ἑαυτοῖς, ἀλλὰ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. ΠΡΟΣ ΡΩΜ. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. ΠΡΟΣ ΤΙΜ. βʹ. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας.
Ὅτι οὐ δεῖ οὔτε εἰς ἐκδίκησιν ἀδικουμένου ἑτέρου ἀμύνασθαι τὸν ἀδικοῦντα.
Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἐπέσπασε τὴν μάχαιραν αὑτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
Λέγει δὲ αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· ὅτι πάντες οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται. ΛΟΥΚΑΣ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὑτοῦ· καὶ πορευθέντες ἦλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτὸν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτοὺς, ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
ΟΡΟΣ Νʹ. Ὅτι δεῖ συμβιβάζειν καὶ ἑτέρους εἰς εἰρήνην τὴν ἐν Χριστῷ.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. ΙΩΑΝΝΗΣ. Εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
ΟΡΟΣ ΝΑʹ. Ὅτι δεῖ πρότερον ἑαυτὸν διορθοῦσθαι ἐφ᾽ ᾡτινιοῦν ἐλαττώματι, καὶ τότε ἑτέρῳ ἐγκαλεῖν.
Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. ΠΡΟΣ ΡΩΜ. Διὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, πᾶς ὁ κρίνων.
Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν τὰ αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ;
ΟΡΟΣ ΝΒʹ. Ὅτι οὐ χρὴ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι δὲ καὶ πενθεῖν ἐπ᾽ αὐτοῖς.
Κεφάλ. Αʹ. ΛΟΥΚΑΣ. Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ᾽ αὐτὴν, λέγων· Ὅτι, εἰ ἔγνως καὶ σὺ, καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται· ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ με ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.
Ὅτι οὐ δεῖ ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν.
Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Ἐὰν δὲ ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΕΦΕΣ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Ὅτι δεῖ τὴν πρὸς τοὺς ἁμαρτάνοντας συντυχίαν καταδέχεσθαι, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς μετάνοιαν αὐτοὺς ἀνακαλέσασθαι, ᾧπερ ἂν τρόπῳ δυνατὸν ᾖ χωρὶς ἁμαρτίας.
Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ, καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς, ἀκούσας, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
ΛΟΥΚΑΣ. Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. Καὶ διεγόγγυζον οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων· Τίς ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς, ἕως οὗ εὕρῃ αὐτό; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
Ὅτι δεῖ τοὺς, μετὰ τὸ πληρωθῆναι πάντα τρόπον τῆς εἰς αὐτοὺς ἐπιμελείας, ἐπιμένοντας τῇ ἰδίᾳ κακία ἀποστρέφεσθαι.
Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
ΟΡΟΣ ΝΓʹ Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μνησικακεῖν, ἀλλ᾽ ἀπὸ καρδίας ἀφιέναι τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν.
Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν· ἐὰν δὲ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.