Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΝΔ΄-Ξ΄: Αποφυγή κατάκρισης, προσευχή και πνευματικές δωρεές

Παραγγέλματα κατά της επίκρισης και της υπερηφάνειας, η αδιάλειπτη προσευχή, η διαχείριση των χαρισμάτων του Αγίου Πνεύματος και η ομόνοια της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 10 από 15

ΟΡΟΣ ΝΔʹ. Ὅτι οὐ δεῖ κρίνειν ἀλλήλους ἐπὶ τοῖς ὑπὸ τῆς Γραφῆς συγκεχωρημένοις.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε. ΛΟΥΚΑΣ. Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ΠΡΟΣ ΡΩΜ. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω.

Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ᾽ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν, ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ. Καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ.

Καὶ μετ᾽ ὀλίγα· Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν. ΠΡΟΣ ΚΟΛ. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.

Ὅτι οὐ δεῖ διακρίνεσθαι ἐπὶ τοῖς ὑπὸ τῆς Γραφῆς συγκεχωρημένοις.

Κεφάλ. βʹ ΠΡΟΣ ΡΩΜ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται· ὅτι οὐκ ἐκ πίστεως. Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. ΠΡΟΣ ΚΟΛ. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.

Ὅτι οὐ δεῖ κρίνειν περὶ τῶν ἀδήλων.

Κεφάλ. γʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.

Ὅτι οὐ δεῖ ἐν προσωποληψίᾳ κρίνειν.

Κεφάλ. δʹ. ΙΩΑΝΝΗΣ. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ τί χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.

Ὅτι οὐ δεῖ κατακρίνειν τινὰ, μὴ πρότερον ἐπὶ παρουσίᾳ αὐτοῦ τὰ κατ᾽ αὐτὸν ἀκριβώσαντες, κἂν πολλοὶ ὦσιν οἱ κατηγοροῦντες.

Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ, Λέγει Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; ΠΡΑΞΕΙΣ. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾽ αὐτοῦ καταδίκην· πρὸς οὓς ἀπεκρίθην· Ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχῃ τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβῃ περὶ τοῦ ἐγκλήματος.

ΟΡΟΣ ΝΕʹ. Ὅτι δεῖ εἰδέναι καὶ ὁμολογεῖν παντὸς ἀγαθοῦ τὴν χάριν, καὶ αὐτῶν τῶν ὑπὲρ Χριστοῦ παθημάτων τὴν ὑπομονὴν παρὰ Θεοῦ ὑπάρχειν.

Κεφάλ. αʹ. ΙΩΑΝΝΗΣ. Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. ΠΡΟΣ ΚΟΡ. αʹ. Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; ΠΡΟΣ ΕΦΕΣ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. ΠΡΟΣ ΦΙΛΙΠ. Καὶ τοῦτο ἀπὸ Θεοῦ, ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, καὶ τὰ ἑξῆς.

Ὅτι οὐ δεῖ σιωπᾷν τὰς εὐεργεσίας τοῦ Θεοῦ, ἀλλ᾽ εὐχαριστεῖν ἐπ᾽ αὐταῖς.

Κεφάλ. βʹ. ΛΟΥΚΑΣ. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθεν εἰς ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. ΛΟΥΚΑΣ.

Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ὑπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν. Καὶ αὐτοὶ ἦραν φωνὴν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν, εἶπεν αὐτοῖς· Πορευθέντες, ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς, ἐκαθαρίσθησαν. Εἷς δέ τις ἐξ αὐτῶν ἰδὼν, ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν. Καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;

Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος. Καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε. ΠΡΟΣ ΚΟΡ. αʹ. Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. ΠΡΟΣ ΤΙΜ. αʹ. Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ᾽ εὐχαριστίας λαμβανόμενον.

ΟΡΟΣ Νϛʹ. Ὅτι δεῖ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς ἀγρυπνίαις.

Κεφάλ. αʹ ΜΑΤΘΑΙΟΣ. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, λέγων· Κριτὴς ἦν ἔν τινι πόλει, καὶ τὰ λοιπά. ΛΟΥΚΑΣ. Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε οὖν, ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γενέσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ΠΡΟΣ ΚΟΛ.

Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Ὅτι δεῖ καὶ ὑπὲρ αὐτῶν τῶν πρὸς τὴν καθημερινὴν χρείαν τοῦ σώματος εὐχαριστεῖν πρότερον τῷ Θεῷ, καὶ οὕτω μεταλαμβάνειν.

Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ λαβὼν τοὺς πέντε ἄρτους, καὶ τοὺς δύο ἰχθύας, εὐχαριστήσας, ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. ΠΡΑΞΕΙΣ. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, ηὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας, ἤρξατο ἐσθίειν. ΠΡΟΣ ΤΙΜ. αʹ. Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον.

Ὅτι οὐ δεῖ βαττολογεῖν προσευχόμενον ἐν τῷ φθαρτὰ καὶ ἀνάξια τοῦ Κυρίου αἰτεῖν.

Κεφάλ. γ. ΜΑΤΘΑΙΟΣ. Προσευχόμενοι δὲ, μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί. Δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. ΛΟΥΚΑΣ. Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. Πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.

Πῶς δεῖ προσεύχεσθαι, καὶ ἐν ποίᾳ τῆς ψυχῆς καταστάσει.

Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, καὶ τὰ ἑξῆς. ΜΑΤΘΑΙΟΣ. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ. ΜΑΡΚΟΣ.

Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος. ΠΡΟΣ ΤΙΜ. αʹ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ ὑπὲρ τῶν προεστώτων τοῦ λόγου τῆς ἀληθείας.

Κεφάλ. εʹ. ΛΟΥΚΑΣ. Εἶπε δὲ ὁ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΟΣ ΕΦΕΣ. Προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες πάντοτε ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει, περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μὴ δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι ὡς δεῖ με λαλῆσαι.

ΠΡΟΣ ΘΕΣΣ. βʹ. Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται ἐν παντὶ, καθὼς καὶ πρὸς ὑμᾶς. Ὅτι δεῖ καὶ ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι.

Κεφάλ. ϛʹ. ΜΑΤΘΑΙΟΣ. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὅτι οὐ δεῖ ἄνδρα κεκαλυμμένον προσεύχεσθαι, ἢ προφητεύειν, οὔτε γυναῖκα ἀκατακάλυπτον.

Κεφάλ. ζʹ. ΠΡΟΣ ΚΟΡ. αʹ. Θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ.

Πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ ΝΖʹ. Ὅτι οὐ δεῖ μεγαλοφρονεῖν ἐφ᾽ ἑαυτῷ ἐν τοῖς κατορθώμασι, καὶ ἐξουθενεῖν τοὺς λοιπούς.

Κεφάλ. αʹ. ΛΟΥΚΑΣ. Εἶπε δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς, ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἷς Φαρισαῖος, ὁ δὲ ἕτερος τελώνης. Ὁ Φαρισαῖος, σταθεὶς, πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης, μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι· ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὑτοῦ, ἤπερ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.

ΟΡΟΣ ΝΗʹ. Ὅτι οὐ δεῖ νομίζειν δωρεὰν Θεοῦ διὰ χρημάτων ἢ καὶ δι᾽ ἄλλης τινὸς ἐπινοίας κτᾶσθαι.

Κεφάλ. αʹ. ΠΡΑΞΕΙΣ. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον.

Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ.

Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Ὅτι κατὰ ἀναλογίαν τῆς πίστεως ἑκάστῳ δίδοται παρὰ Θεοῦ χαρίσματα πρὸς τὸ συμφέρον.

Κεφάλ. βʹ. ΠΡΟΣ ΡΩΜ. Ἔχοντες δὲ χαρίσματα, κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων· ἄλλῳ προφητεία· ἄλλῳ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.

Ὅτι δεῖ τὴν χάριν τοῦ Θεοῦ δωρεὰν λαμβάνοντα δωρεὰν διδόναι, καὶ μὴ πραγματεύεσθαι αὐτὴν πρὸς τὰς ἰδίας ἡδονάς.

Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χρυσίον, μηδὲ ἀργύριον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. ΠΡΑΞΕΙΣ. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν αὐτόν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Οὔτε γὰρ ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων. Δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ἀλλ᾽ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.

Ὅτι ὁ τὴν πρώτην παρὰ Θεοῦ δωρεὰν εὐγνωμόνως δεξάμενος, καὶ σπουδαίως κατεργασάμενος εἰς τὴν δόξαν τοῦ Θεοῦ, καὶ ἑτέρων καταξιοῦται· ὁ δὲ μὴ τοιοῦτος τήν τε προϋπάρχουσαν ἀφαιρεῖται, καὶ τῆς ἡτοιμασμένης οὐ καταξιοῦται, καὶ τιμωρίᾳ παραδίδοται.

Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσι. Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἡσαΐου ... Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἓν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν, εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. Καὶ μετ᾽ ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

ΟΡΟΣ ΝΘʹ Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν προσπάσχειν τῇ ἀπὸ τῶν ἀνθρώπων δόξῃ, οὔτε ἀντέχεσθαι τιμῆς ὑπερβαλλούσης, ἀλλὰ καὶ διορθοῦσθαι τοὺς οὕτω τιμῶντας, ἢ πλέον περὶ αὐτοῦ φρονοῦντας.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ, εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. ΙΩΑΝΝΗΣ. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω.

Καὶ μετ᾽ ὀλίγα· Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπ᾽ ἄλλων. ΠΡΑΞΕΙΣ. Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ, προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· Ἀνάστηθι· καὶ γὰρ κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. ΠΡΑΞΕΙΣ. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης, ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει. Ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ, καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε.

ΟΡΟΣ Ξʹ. Ὅτι, τῶν χαρισμάτων τοῦ Πνεύματος διαφόρων ὑπαρχόντων, καὶ οὔτε ἑνὸς δυναμένου τὰ πάντα ὑποδέξασθαι, οὔτε πάντων τὸ αὐτὸ, δεῖ σωφρόνως καὶ εὐχαρίστως ἕκαστον ἐμμένειν τῷ δεδομένῳ, καὶ συμφωνεῖν ἀλλήλοις τοὺς πάντας ἐν ἀγάπῃ Χριστοῦ, ὥσπερ μέλη ἐν σώματι· ὥστε τὸν ὑποβεβηκότα ἐν τοῖς χαρίσμασι συγκρίσει τοῦ ὑπερέχοντος αὐτῷ μὴ ἀπογινώσκειν, μήτε μὴν τὸν μείζονα καταφρονεῖν τοῦ ἐλάττονος. Οἱ γὰρ διαμεμερισμένοι καὶ διαστασιάζοντες καταλύσεως ἄξιοι.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Πᾶσα βασιλεία, μερισθεῖσα καθ᾽ ἑαυτῆς, ἐρημοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία, μερισθεῖσα καθ᾽ ἑαυτῆς, οὐ σταθήσεται. ΠΡΟΣ ΓΑΛ. Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. ΙΩΑΝΝΗΣ.

Οὐ περὶ τούτων ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί· ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσι. ΠΡΑΞΕΙΣ. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. ΠΡΟΣ ΡΩΜ. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΚΟΡ. αʹ. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.

ΠΡΟΣ ΚΟΡ. αʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, μέλη δὲ ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος, τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ἐν Χριστῷ. Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα τὸ αὐτὸ φρονῆτε πάντες, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ᾽ ἐριθείαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.