Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι Α΄-Ε΄: Μετάνοια, αγάπη και καθαρισμός από την αμαρτία

Η αναγκαιότητα της μετανοίας, η απάρνηση του εαυτού και η τήρηση των εντολών της αγάπης προς τον Θεό και τον πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 15

ΑΡΧΗ ΤΩΝ ΗΘΙΚΩΝ. ΟΡΟΣ Αʹ. Ὅτι δεῖ τοὺς πιστεύοντας τῷ Κυρίῳ μετανοῆσαι πρῶτον, κατὰ τὸ κήρυγμα Ἰωάννου, καὶ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· χεῖρον γὰρ τῶν πρὸ τοῦ Εὐαγγελίου κατακριθέντων οἱ νῦν μὴ μετανοοῦντες κατακρίνονται.

Κεφάλαιον αʹ. ΜΑΤΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ... Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν, καὶ τὰ ἑξῆς.

Ὅτι τῆς μετανοίας καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ὁ παρών ἐστι καιρός· ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἡ δικαία κρίσις τῆς ἀνταποδόσεως.

Κεφάλ. βʹ. ΜΑΡΚΟΣ. Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἁμαρτίας ἀφιέναι, λέγει· ΜΑΤΘΑΙΟΣ. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ΙΩΑΝΝΗΣ. Ὅτι ἔρχεται ὥρα, ἐν ᾖ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. ΠΡΟΣ ΡΩΜ.

Ἧ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ΠΡΑΞΕΙΣ. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην.

Ὅτι δεῖ τοὺς μετανοοῦντας κλαίειν πικρῶς, καὶ τὰ λοιπὰ, ὅσα ἴδια τῆς μετανοίας, ἐκ καρδίας ἐπιδείκνυσθαι.

Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἢ ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ὑφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ. Καὶ μετ᾽ ὀλίγα· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. ΠΡΑΞΕΙΣ.

Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων συγκομίσαντες τὰς βίβλους κατέκαιον ἐνώπιον αὐτῶν. Ὅτι τοῖς μετανοοῦσιν οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡ ἀναχώρησις μόνη τῶν ἁμαρτημάτων, χρεία δὲ αὐτοῖς καὶ καρπῶν ἀξίων τῆς μετανοίας.

Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.

Ὅτι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οὐκ ἔστι καιρὸς κατορθωμάτων, τοῦ Θεοῦ τὸν παρόντα καιρὸν ἐπιμετρήσαντος ἐν μακροθυμίᾳ εἰς ἐργασίαν τῶν πρὸς τὴν αὐτοῦ εὐαρέστησιν.

Κεφάλ. εʹ. ΜΑΤΘΑΙΟΣ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ πέντε μωραί· αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν μετὰ τῶν λαμπάδων αὑτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.

Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. ΛΟΥΚΑΣ. Ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πολλοὶ, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. Ἀφ᾽ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης, καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν θύραν, λέγοντες· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας μηδεμίαν ἐν μηδενὶ διδόντες προκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. ΠΡΟΣ ΓΑΛ. Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας.

ΟΡΟΣ Βʹ. Ὅτι ἀδύνατον δουλεῦσαι Θεῷ τὸν καὶ τοῖς ἀλλοτρίοις τῆς θεοσεβείας ἐπιμιγνύμενον πράγμασιν.

Κεφάλαιον αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;

Ὅτι τὸν ὑπακούσαντα τῷ Εὐαγγελίῳ δεῖ πρῶτον καθαρισθῆναι ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα οὕτως εὐπρόσδεκτος τῷ Θεῷ γένηται ἐν τοῖς τῆς ἁγιωσύνης κατορθώμασιν.

Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Ὅτι ἀδύνατον μαθητὴν τοῦ Κυρίου γενέσθαι τὸν προσπαθῶς ἔχοντα πρός τι τῶν παρόντων, ἢ ἀνεχόμενόν τινος τῶν καὶ ἐπ᾽ ὀλίγον ἀφελκόντων ἐντολῆς Θεοῦ.

Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος ... Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι.

Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν.

ΟΡΟΣ Γʹ. Ὅτι πρώτη καὶ μεγάλη ἐντολὴ ἐν τῷ νόμῳ ὑπὸ τοῦ Κυρίου ἐμαρτυρήθη, ἀγαπᾷν τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας· καὶ δευτέρα, ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶν ἡ πρώτη καὶ μεγάλη ἐντολή· δευτέρα δὲ ὁμοία, αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.

Ὅτι ἔλεγχος τοῦ μὴ ἀγαπᾷν τὸν Θεὸν, καὶ τὸν Χριστὸν αὐτοῦ, τὸ, τὰς ἐντολὰς αὐτοῦ μὴ τηρεῖν· ἀπόδειξις δὲ τοῦ ἀγαπᾷν, ἡ τήρησις τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἐν ὑπομονῇ τῶν αὐτοῦ παθημάτων μέχρι θανάτου.

Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. ΠΡΟΣ ΡΩΜ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα;

Καθὼς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ Δʹ. Ὅτι τιμᾷ καὶ δοξάζει τὸν Θεὸν ὁ τὸ θέλημα αὐτοῦ ἐργαζόμενος· ἀτιμάζει δὲ, ὁ παραβαίνων αὐτοῦ τὸν νόμον.

Κεφάλ. αʹ. ΙΩΑΝΝΗΣ. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. ΜΑΤΘΑΙΟΣ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. ΠΡΟΣ ΡΩΜ. Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις.

ΟΡΟΣ Εʹ. Ὅτι δεῖ, παντὸς μίσους πρὸς πάντας καθαρεύοντα, καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν· ὑπὲρ δὲ τῶν φίλων τὴν ψυχὴν τιθέναι, ὅταν χρεία καλῇ, τοιαύτην ἔχοντα ἀγάπην, οἵαν ἔσχε πρὸς ἡμᾶς ὁ Θεὸς, καὶ ὁ Χριστὸς αὐτοῦ.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· Καὶ μετ᾽ ὀλίγα· Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. ΛΟΥΚΑΣ. Καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. ΠΡΟΣ ΡΩΜ. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. ΠΡΟΣ ΕΦΕΣ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ.

Ὅτι ἀπόδειξις τῶν τοῦ Χριστοῦ μαθητῶν ἡ ἐν αὐτῷ πρὸς ἀλλήλους ἀγάπη.

Κεφάλ. βʹ. ΙΩΑΝΝΗΣ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Ὅτι ἔλεγχος τοῦ μὴ ἔχειν τὴν Χριστοῦ ἀγάπην πρὸς τὸν πλησίον τὸ ποιῆσαί τι τῶν βλαπτόντων ἢ λυπούντων αὐτὸν εἰς ἐκκοπὴν τῆς πίστεως, κἂν συγκεχωρημένον ὑπὸ τῆς Γραφῆς τῷ ἰδίῳ λόγῳ τὸ γινόμενον ᾖ.

Κεφάλ. γʹ. ΠΡΟΣ ΡΩΜ. Εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν. Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὸν λυπούμενον κατ᾽ αὐτοῦ παντὶ τρόπῳ τό γε ἐπ᾽ αὐτῷ θεραπεύειν.

Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ΠΡΟΣ ΚΟΡ. αʹ.

Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ὅτι τὴν κατὰ Χριστὸν ἀγάπην ὁ ἔχων ἔστιν ὅτε καὶ λυπεῖ πρὸς τὸ συμφέρον τὸν ἀγαπώμενον.

Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὥστε με μᾶλλον χαρῆναι, ὅτι, εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.