Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όρος Ο΄: Προσόντα και καθήκοντα των κηρύκων του Ευαγγελίου

Εκτενής αναφορά στις προϋποθέσεις επιλογής, την ακτημοσύνη, την αφοσίωση, το παράδειγμα και τις υποχρεώσεις όσων προΐστανται και διδάσκουν τον λόγο του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 12 από 15

ΟΡΟΣ Οʹ. Ὅτι δεῖ τοὺς ἐγκεχειρισμένους τὸ κήρυγμα τοῦ Εὐαγγελίου μετὰ δεήσεως καὶ εὐχῆς καθίστασθαι, εἴτε διακόνους, εἴτε πρεσβυτέρους, ἀνεγκλήτους, καὶ δοκίμους τὸν πρότερον βίον.

Κεφάλ. Αʹ. ΜΑΤΘΑΙΟΣ. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμόν. ΛΟΥΚΑΣ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν, καὶ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης. ΛΟΥΚΑΣ.

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὑτοῦ, εἰς πᾶσαν πόλιν καὶ τόπον, οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. Ἔλεγεν οὖν πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὑτοῦ. ΠΡΑΞΕΙΣ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. ΠΡΑΞΕΙΣ. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἔνα, λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ᾽ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἔνδεκα ἀποστόλων. ΠΡΟΣ ΤΙΜ. αʹ.

Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ· ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· (εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;) μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.

Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Διακόνους ὡσαύτως, σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. ΠΡΟΣ ΤΙΤ. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς πρεσβυτέρους κατὰ πόλιν, ὡς ἐγώ σοι διεταξάμην. Εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.

Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾗ καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

Ὅτι οὐ δεῖ περὶ τὰς χειροτονίας εὐχερῆ εἶναι, οὔτε ἀπερισκέπτως ἐπ᾽ αὐτὰς ἔρχεσθαι· οὐ γὰρ ἀκίνδυνον τὸ ἀδόκιμον· τὸν δὲ ἁλόντα ἐπί τινι φανεροῦν, ἵνα μήτε αὐτὸς κοινωνήσῃ τῇ ἁμαρτίᾳ, μήτε οἱ λοιποὶ προσκόπτωσιν, ἀλλὰ μᾶλλον φοβεῖσθαι μάθωσιν.

Κεφάλ. Βʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. ΠΡΟΣ ΤΙΜ. αʹ. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Τοὺς δὲ ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.

Ὅτι οὐ δεῖ τὸν ἐκλεγέντα, ἀφ᾽ ἑαυτοῦ παρεῖναι ἐπὶ τὸ κήρυγμα, ἀναμένειν δὲ τὸν καιρὸν τῆς τοῦ Θεοῦ εὐδοκίας, καὶ ἄρχεσθαι μὲν τοῦ κηρύγματος ὅταν ἐπιτραπῇ, κηρύσσειν δὲ ἐκείνοις πρὸς οὓς ἂν ἀποσταλῇ.

Κεφάλ. Γʹ. ΜΑΤΘΑΙΟΣ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ΜΑΤΘΑΙΟΣ.

Καὶ ἰδοὺ γυνὴ Χαναναία, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγασεν, αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὸς Δαβίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ΙΩΑΝΝΗΣ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὔτε γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν. ΠΡΑΞΕΙΣ.

Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. ΠΡΟΣ ΡΩΜ. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. ΠΡΟΣ ΡΩΜ. Πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν;

ΠΡΟΣ ΤΙΜ. αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν. Ὅτι δεῖ τὸν κληθέντα εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου εὐθὺς ὑπακούειν, καὶ μὴ ἀναβάλλεσθαι.

Κεφάλ. Δʹ ΛΟΥΚΑΣ. Εἶπε δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. Ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. ΠΡΟΣ ΓΑΛ. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας με διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν· εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους· ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.

Ὅτι οὐ δεῖ ἑτεροδιδασκαλεῖν.

Κεφάλ. Εʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Καὶ μετ᾽ ὀλίγα· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.

Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ΠΡΟΣ ΓΑΛ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΤΙΜ. αʹ. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, καὶ τὰ ἑξῆς.

Ὅτι δεῖ πάντα τὰ προστεταγμένα ὑπὸ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ καὶ διὰ τῶν ἀποστόλων διδάσκειν τοὺς πεπιστευμένους, καὶ ὅσα τούτοις ἀκόλουθα.

Κεφάλ. ϛʹ. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ΠΡΑΞΕΙΣ. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων ἐν Ἱερουσαλήμ. ΠΡΟΣ ΤΙΜ. αʹ.

Ταῦτα δίδασκε, καὶ παρακάλει. ΠΡΟΣ ΤΙΤ. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ὅτι ὁ πιστευθεὶς τὸν λόγον τῆς τοῦ Κυρίου διδασκαλίας, ἐὰν σιωπήσῃ τι τῶν ἀναγκαίων εἰς τὴν πρὸς Θεὸν εὐαρέστησιν, ἔνοχός ἐστι τοῦ αἵματος τῶν κινδυνευόντων, ἤτοι ὑπὸ τῆς ἐργασίας τῶν ἀπηγορευμένων, ἢ καὶ ὑπὲρ τῆς ἐλλείψεως τῶν κατορθωθῆναι ὀφειλόντων.

Κεφάλ. Ζʹ. ΛΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. ΠΡΑΞΕΙΣ. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὸ ἱμάτιον, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. ΠΡΑΞΕΙΣ. Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.

Ὅτι δεῖ καὶ ἐπὶ τῶν μὴ κατ᾽ ἐπιταγὴν ὑπὸ τῆς Γραφῆς ὡρισμένων προτρέπειν ἕκαστον πρὸς τὸ κρεῖττον.

Κεφάλ. Ηʹ. ΜΑΤΘΑΙΟΣ. Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.

Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα, καὶ τὰ ἑξῆς. Ὅτι οὐκ ἔξεστιν ἑτέροις ἀνάγκην ἐπιτιθέναι ὧν αὐτὸς οὐ κατώρθωσεν.

Κεφάλ. Θʹ. ΛΟΥΚΑΣ. Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου τύπον προκεῖσθαι τοῖς ἄλλοις παντὸς καλοῦ, κατορθοῦντα πρότερον ἃ διδάσκει.

Κεφάλ. Ιʹ. ΜΑΤΘΑΙΟΣ. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. ΙΩΑΝΝΗΣ. Ὅτε οὖν ἔνιψε τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος, καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα, καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε ἀλλήλοις.

ΠΡΑΞΕΙΣ. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. ΠΡΟΣ ΚΟΡ. αʹ. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ΠΡΟΣ ΤΙΜ. αʹ. Μηδείς σου τῆς νεότητος καταφρονείτω· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, καὶ τὰ ἑξῆς.

Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μὴ τοῖς ἑαυτοῦ κατορθώμασιν ἐπαμεριμνεῖν, ἴδιον δὲ καὶ ἐξαίρετον τῆς ἐγχειρισθείσης αὐτῷ φροντίδος ἔργον εἰδέναι τὴν τῶν πεπιστευμένων βελτίωσιν.

Κεφάλ. ΙΑʹ. ΜΑΤΘΑΙΟΣ. Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. ΙΩΑΝΝΗΣ. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον. ΠΡΟΣ ΘΕΣΣ αʹ. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;

Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου περιάγειν τὰς κώμας καὶ τὰς πόλεις πάσας τὰς ἐγκεχειρισμένας αὐτῷ.

Κεφάλ. ΙΒʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. ΛΟΥΚΑΣ. Καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ εὐαγγελιζόμενος· καὶ οἱ δώδεκα σὺν αὐτῷ.

Ὅτι δεῖ πάντας προσκαλεῖσθαι πρὸς ὑπακοὴν τοῦ Εὐαγγελίου, καὶ μετὰ πάσης παῤῥησίας καταγγέλλειν τὸν λόγον, καὶ μαρτυρεῖν τῇ ἀληθείᾳ, κἀν τινες κωλύωσι, καὶ διώκωσιν οἵῳ δήποτε τρόπῳ μέχρι θανάτου.

Κεφάλ. ΙΓʹ. ΜΑΤΘΑΙΟΣ. Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ πρὸς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων. Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. ΜΑΤΘΑΙΟΣ. Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.

ΙΩΑΝΝΗΣ. Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν τῇ συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. ΠΡΑΞΕΙΣ. Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ, καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς, λέγων· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ μᾶλλον Θεῷ ἢ ἀνθρώποις. ΠΡΑΞΕΙΣ. Πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.

Ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.

ΠΡΟΣ ΘΕΣΣ. αʹ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἡμῶν ἐν πολλῷ ἀγῶνι.

Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῆς προκοπῆς τῶν πεπιστευκότων, καὶ ἐπ᾽ αὐτῇ εὐχαριστεῖν.

Κεφάλ. ΙΔʹ. ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι. Καὶ πάλιν· Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ. ΛΟΥΚΑΣ. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. ΠΡΟΣ ΡΩΜ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.

Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι ἐπὶ τῶν προσευχῶν μου. ΠΡΟΣ ΦΙΛ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.

Ὅτι δεῖ τὰ Θεοῦ χάριτι κατορθούμενα, γνώριμα ποιεῖν καὶ ἑτέροις εἰς δόξαν Θεοῦ.

Κεφάλ. ΙΕʹ. ΛΟΥΚΑΣ. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ, ὅσα ἐποίησαν. ΠΡΑΞΕΙΣ. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ᾽ αὐτῶν. ΠΡΟΣ ΕΦΕΣ. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾽ ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν.

Ὅτι δεῖ μὴ μόνον τῶν παρόντων ἐπιμελεῖσθαι, ἀλλὰ καὶ τῶν ἀπόντων· καὶ πάντα ποιεῖν ὡς ἂν ἀπαιτῇ ἡ χρεία τῆς οἰκοδομῆς.

Κεφάλ. Ιϛʹ. ΙΩΑΝΝΗΣ. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον, καὶ διάκονον τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν.

Ὅτι δεῖ τῶν προσκαλουμένων ἐπ᾽ εὐεργεσίᾳ ἀνέχεσθαι.

Κεφάλ. ΙΖʹ. ΜΑΤΘΑΙΟΣ. Ταῦτα αὐτοῦ λαλοῦντος, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτῷ, λέγων, ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν, ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτὴν, καὶ ζήσεται. Καὶ ἐγερθεὶς ὁ Ἰησοῦς, ἠκολούθησεν αὐτῷ. ΠΡΑΞΕΙΣ.

Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες, μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ἀναστὰς δὲ ὁ Πέτρος, συνῆλθεν αὐτοῖς. Ὅτι δεῖ τοὺς ὑποδεχομένους τὸν λόγον τῆς ἀληθείας ἐπιστηρίζειν δι᾽ ἐπισκέψεως.

Κεφάλ. ΙΗʹ. ΠΡΑΞΕΙΣ. Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.

Διὸ ἐθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Καὶ μετ᾽ ὀλίγα· Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι· καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα.

Ὅτι ἴδιον τοῦ ἀγαπῶντος τὸν Κύριον τὸ, ἐν πολλῇ φιλοστοργίᾳ, τῇ περὶ τοὺς διδασκομένους, μετὰ πάσης σπουδῆς ἐπιμελεῖσθαι αὐτῶν παντὶ τρόπῳ, κἂν μέχρι θανάτου δέῃ προσκαρτεροῦντα τῇ διδασκαλίᾳ ἔν τε τῷ κοινῷ καὶ κατ᾽ ἰδίαν.

Κεφάλ. ΙΘʹ. ΙΩΑΝΝΗΣ. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. ΙΩΑΝΝ. Ὃτε δὲ ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναὶ, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. ΠΡΑΞΕΙΣ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον· παρέτεινε δὲ τὸν λόγον μέχρι μεσονυκτίου.

Καὶ μετ᾽ ὀλίγα· Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον, καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας μέχρις αὐγῆς, ἐξῆλθεν ... Ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν ... Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν.

ΠΡΟΣ ΘΕΣΣ. αʹ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐλεήμονα καὶ εὔσπλαγχνον εἶναι, καὶ μάλιστα ἐπὶ τῶν κεκακωμένων τὰς ψυχάς.

Κεφάλ. Κʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας, εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ, μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ΜΑΤΘΑΙΟΣ. Ἰδὼν δὲ τοὺς ὄχλους, εὐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.

Ὅτι δεῖ καὶ ἐν ταῖς τοῦ σώματος χρείαις σπλαγχνίζεσθαι ἐπὶ τοῖς πεπιστευμένοις, καὶ φροντίζειν αὐτῶν.

Κεφάλ. ΚΑʹ. ΜΑΤΘΑΙΟΣ. Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. ΜΑΡΚΟΣ. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν, καὶ γονυπετῶν αὐτὸν, καὶ λέγων αὐτῷ, ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι.

ΠΡΑΞΕΙΣ. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν ταῖς τραπέζαις. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.

Ὅτι οὐ δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐν τοῖς ἐλάττοσιν αὐτουργεῖν φιλοτιμούμενον τῆς ὀφειλομένης περὶ τὰ μείζω σπουδῆς ἀπολείπεσθαι.

Κεφάλ. ΚΒʹ. ΠΡΑΞΕΙΣ. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καὶ μετ᾽ ὀλίγα· Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν.

Ὅτι οὐ δεῖ ἐπιδεικτιᾷν, οὐδὲ ἐμπορεύεσθαι τὸν λόγον τῆς διδασκαλίας ἐν κολακείᾳ τῶν ἀκουόντων, εἰς πληροφορίαν τῶν ἰδίων ἡδονῶν, ἤτοι χρειῶν· ἀλλὰ τοιούτους εἶναι, ὡς εἰς δόξαν Θεοῦ ἐνώπιον αὐτοῦ λαλοῦντας.

Κεφάλ. ΚΓʹ. ΜΑΤΘΑΙΟΣ. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· φιλοῦσί τε τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββὶ, Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ἐστιν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. ΙΩΑΝΝΗΣ.

Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἦ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ΠΡΟΣ ΚΟΡ. βʹ.

Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ Θεοῦ, κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν· οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.

Ὅτι οὐ δεῖ τὸν προεστῶτα τοῦ λόγου εἰς τὴν κατὰ τῶν ὑποκειμένων ὕβριν ἀποκεχρῆσθαι τῇ ἐξουσίᾳ· οὐ μὴν οὐδὲ κατεπαίρεσθαι αὐτῶν· ἀλλὰ μᾶλλον ὑπόθεσιν τῆς πρὸς αὐτοὺς ταπεινοφροσύνης τὸν βαθμὸν ἔχειν.

Κεφάλ. ΚΔʹ. ΜΑΤΘΑΙΟΣ. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν, Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ τε καὶ πίνῃ μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ΙΩΑΝΝΗΣ. Ὑμεῖς φωνεῖτέ με, ὁ Κύριος, καὶ ὁ Διδάσκαλος, καὶ ἀληθῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ Κύριος, καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ΛΟΥΚΑΣ.

Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ, τίς αὐτῶν μείζων δοκεῖ εἶναι. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς νεώτερος, καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.

Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν. ΠΡΑΞΕΙΣ. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας· ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων. ΠΡΟΣ ΚΟΡ. βʹ. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει. Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν τῷ μέρει τούτῳ.

Ὅτι οὐ δεῖ κατ᾽ ἔριν, ἢ φθόνον, ἢ φιλονεικίαν τὴν πρός τινας, κηρύσσειν τὸ Εὐαγγέλιον.

Κεφάλ. ΚΕʹ. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.

Ὅτι οὐ δεῖ τοῖς ἀνθρωπίνοις πλεονεκτήμασι κεχρῆσθαι εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου, ἵνα μὴ ἐγκρύπτηται αὐτοῖς ἡ τοῦ Θεοῦ χάρις.

Κεφάλ. Κϛʹ. ΜΑΤΘΑΙΟΣ. Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας. αὐτὰ νηπίοις. ΠΡΟΣ ΚΟΡ. αʹ. Οὐ γὰρ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. Κἀγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθανοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.

Ὅτι οὐ δεῖ οἴεσθαι τὴν εὐοδίαν τοῦ κηρύγματος ἐν ἰδίαις ἐπινοίαις κατεργάζεσθαι· τὸ δὲ ὅλον ἐπὶ τῷ Θεῷ πεποιθέναι.

Κεφάλ. ΚΖʹ. ΠΡΟΣ ΚΟΡ. βʹ. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς γενέσθαι διακόνους καινῆς διαθήκης.

ΠΡΟΣ ΚΟΡ. βʹ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅτι οὐ δεῖ τὸν ἐγκεχειρισμένον τὸ κήρυγμα τοῦ Εὐαγγελίου κτᾶσθαί τι πλέον τῶν πρὸς τὴν παρ᾽ αὐτοῦ ἀναγκαίαν χρείαν.

Κεφάλ. ΚΗʹ. ΜΑΤΘΑΙΟΣ. Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν· μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. ΛΟΥΚΑΣ. Μηδὲν αἴρετε εἰς ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. ΠΡΑΞΕΙΣ.

Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα, αὐτοὶ γινώσκετε. ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ὅτι οὐ δεῖ κιχρᾷν ἑαυτὸν εἰς τὴν περὶ τῶν βιωτικῶν φροντίδα τοῖς κατὰ προσπάθειαν περὶ ταῦτα ἀσχολουμένοις.

Κεφάλ. ΚΘʹ. ΛΟΥΚΑΣ. Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. Ὁ δὲ εἶπεν· Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; ΠΡΟΣ ΤΙΜ. βʹ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, καὶ τὰ ἑξῆς.

Ὅτι οἱ διὰ τὴν πρὸς τοὺς ἀκούοντας ἀρέσκειαν ἀμελοῦντες τῆς παῤῥησίας τῶν τοῦ Θεοῦ θελημάτων, ἐκείνοις ἑαυτοὺς δουλοῦντες, οἷς ἀρέσκειν θέλουσι, τῆς τοῦ Κυρίου δεσποτείας ἐκπίπτουσιν.

Κεφάλ. λʹ. ΙΩΑΝΝΗΣ. Πῶς δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΠΡΟΣ ΓΑΛ. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Ὅτι δεῖ σκοπὸν προκεῖσθαι τῷ διδάσκοντι, πάντας μὲν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καταρτίσαι, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.

Κεφάλ. λαʹ. ΜΑΤΘΑΙΟΣ. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν. ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσιν, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. ΠΡΟΣ ΕΦΕΣ. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ὅτι δεῖ ἐν ἀνεξικακίᾳ καὶ πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, προσδοκῶντα αὐτῶν τὴν μετάνοιαν, ἕως ἂν πληρώσῃ τὸ μέτρον τῆς εἰς αὐτοὺς ἐπιμελείας.

Κεφάλ. λβʹ. ΜΑΤΘΑΙΟΣ. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὔτε ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. ΠΡΟΣ ΤΙΜ. βʹ. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος.

Ὅτι δεῖ τοῖς διὰ φόβον καὶ εὐλάβειαν παραιτουμένοις τὴν παρουσίαν τοῦ κηρύσσοντος τὸν λόγον εἴκειν, καὶ μὴ φιλονείκως ἐγκεῖσθαι.

Κεφάλ. λγʹ. ΛΟΥΚΑΣ. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν, ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον, ὑπέστρεψεν. Ὅτι δεῖ καὶ τῶν διὰ ἀγνωμοσύνην μὴ καταδεχομένων τὸ κήρυγμα τοῦ Εὐαγγελίου ἀναχωρεῖν, μηδὲ τὰ πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν παρ᾽ αὐτῶν εὐεργετηθῆναι ἀνεχομένους.

Κεφάλ. λδʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἐκείνης, ἢ τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν. ΛΟΥΚΑΣ. Εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέξωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε· Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν ἀποματτόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ΠΡΑΞΕΙΣ. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· ἀθῶος ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.

Ὅτι δεῖ τῶν μετὰ τὸ πληρωθῆναι εἰς αὐτοὺς πάντα τρόπον ἐπιμελείας ἀπειθούντων ἀναχωρεῖν.

Κεφάλ. λεʹ. ΜΑΤΘΑΙΟΣ. Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. ΠΡΑΞΕΙΣ.

Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

ΠΡΟΣ ΤΙΤ. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. Ὅτι πρὸς πάντας ἐν παντὶ πράγματι φυλάσσειν δεῖ τὴν ἀκρίβειαν τῶν τοῦ Κυρίου ῥημάτων, μηδὲν ποιοῦντα κατὰ πρόσκλισιν.

Κεφάλ. λϛʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν τε καὶ λέγειν, ὡς ὀφείλοντα καὶ ὑπ᾽ αὐτῶν τῶν πεπιστευμένων αὐτῷ δοκιμάζεσθαί τε καὶ μαρτυρεῖσθαι.

Κεφάλ. λζʹ. ΠΡΑΞΕΙΣ. Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶν δακρύων καὶ πειρασμῶν. Καὶ μετ᾽ ὀλίγα· Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.

Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ ὑμεῖς οἴδατε.