Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Απλότητα βίου: Τράπεζα, ένδυμα και ευταξία

Οδηγίες για τη λιτότητα κατά τη φιλοξενία και τα γεύματα, την αποφυγή της κενοδοξίας και τον πρακτικό χαρακτήρα του μοναχικού ενδύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 12

ΕΡΩΤΗΣΙΣ Κʹ. Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. ΑΠΟΚΡΙΣΙΣ. Ἡ κενοδοξία, καὶ ἡ ἀνθρωπαρέσκεια, καὶ τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν, ὅλως ἐπὶ παντὸς πράγματος Χριστιανοῖς ἀπηγόρευται· ὅπου γε καὶ αὐτὴν τὴν ἐντολὴν ὁ πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων καὶ δοξασθῆναι ποιῶν τὸν ἐπ’ αὐτῇ μισθὸν ἀπόλλυσι.

Τοῖς δὲ πᾶν εἶδος ταπεινώσεως διὰ τὴν ἐντολὴν τοῦ Κυρίου καταδεξαμένοις μεθ’ ὑπερβολῆς φευκτέος πᾶς κενοδοξίας τρόπος. Ἐπεὶ δὲ τοὺς ἔξωθεν ὁρῶμεν τὸ ταπεινὸν τῆς πενίας αἰσχυνομένους, καὶ ἐπιτηδεύοντας πᾶσαν ἀφθονίαν βρωμάτων καὶ πολυτέλειαν, ὅταν τινὰ τῶν ξένων δέχωνται, φοβοῦμαι μὴ καὶ ἡμῶν κατὰ τὸ λανθάνον τὸ αὐτὸ πάθος ἅψηται, καὶ ἐλεγχθῶμεν ἐπαισχυνόμενοι τὴν ὑπὸ Χριστοῦ μακαριζομένην πτωχείαν. Ὥσπερ οὖν σκεύη ἀργυρᾶ, ἢ καταπετάσματα περιπόρφυρα, ἢ στρωμνὴν μαλακὴν, ἢ ἐπιβλήματα διαφανῆ συμπορίζεσθαι ἔξωθεν οὐκ εὐπρεπὲς ἡμῖν· οὕτως οὐδὲ βρώματα περινοεῖν παρὰ πολὺ τῆς ἡμετέρας διαίτης ἐξηλλαγμένα.

Τὸ γὰρ περιτρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον τῆς χρείας ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ἀθλίαν ἡδονὴν καὶ ὀλεθρίαν κενοδοξίαν περινενοημένα, οὐ μόνον αἰσχρὸν καὶ ἀσύμφωνον τῷ προκειμένῳ ἡμῖν σκοπῷ, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες, καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁριζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας ὁρῶσι καὶ ἡμᾶς στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Εἰ γὰρ πονηρὸν ἡ τρυφὴ καὶ φευκτὸν, οὐδέποτε ἡμῖν αἱρετή. Οὐδὲν γὰρ τῶν κατεγνωσμένων δύναται εἶναι πρὸς καιρὸν ἐπιτήδειον.

Οἱ σπαταλῶντες, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ τὸν διυλισμένον οἶνον πίνοντες, κατηγοροῦνται ὑπὸ τῆς Γραφῆς. Καὶ διὰ τὴν σπατάλην ἡ χήρα, ζῶσα, τεθνηκέναι λέγεται. Ὁ πλούσιος ἀπεστερήθη τοῦ παραδείσου διὰ τὴν ἐνταῦθα τρυφήν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις; Ἐπεδήμησέ τις τῶν ξένων;

Εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν σκοπὸν ἔχων τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται. Ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦτα εὑρήσει παρ’ ἡμῖν. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοιπορίας; Τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι.

Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; Μαθέτω διὰ τῶν ἔργων, ὅσα ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν τροφαῖς αὐταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπομνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει, δεύτερον ἡμῖν οὐκ ἐνοχλήσει. Ἡμεῖς δὲ, ὅταν τινὰς τῶν πλουσίων ἴδωμεν, οἳ τὴν ἀπόλαυσιν τῶν ἡδέων ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν τίθενται, μέγα στενάζομεν ἐπ’ αὐτοῖς, ὅτι τῇ ματαιότητι πάντα τὸν βίον προσαναλίσκοντες, καὶ θεοποιήσαντες ἑαυτῶν τὰς ἡδονὰς, ἐν τῇ ζωῇ ταύτῃ τῶν ἀγαθῶν τὸ μέρος ἀπολαμβάνοντες οὐκ αἰσθάνονται, διὰ τῆς ἐνταῦθα τρυφῆς, ἐφ’ ἕτοιμον τὸ πῦρ καὶ τὸν ἐν αὐτῷ καύσωνα πορευόμενοι. Κἂν καιροῦ ποτε τύχωμεν, οὐδὲ πρὸς αὐτοὺς ἐκείνους ταῦτα διεξελθεῖν ὀκνοῦμεν.

Εἰ δὲ μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ, κατὰ τὴν ὑπάρχουσαν ἡμῖν δύναμιν, καὶ τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι’ ὧν ἑτέρους κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφούμενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψωμεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ τοῦτο αἰσχρὸν, πολλῷ αἰσχρότερον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Μονότροπός ἐστιν ὁ τοῦ Χριστιανοῦ βίος, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν τοῦ Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος.

Ὥστε καὶ σὺ, πλήθει βρωμάτων καὶ περιεργίᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐτοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι’ ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Ἢ οὐχὶ πολλάκις, τὸ εἶδος καὶ τὸν τρόπον τῆς παρασκευῆς θεωρήσαντες, ἐστοχάσμεθα τοῦ προσδοκωμένου, ὅστις ἐστὶν, ἢ ὅπερ ἐστίν; Οὐκ ἐπῄνεσε τὴν Μάρθαν εἰς πολλὴν διακονίαν περισπωμένην ὁ Κύριος· ἀλλὰ, Μεριμνᾷς, καὶ τυρβάζῃ, φησὶ, περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία, ἢ ἑνός· ὀλίγων μὲν, δηλονότι τῶν πρὸς παρασκευὴν, ἑνὸς δὲ τοῦ σκοποῦ, ὥστε τὴν χρείαν ἐκπληρωθῆναι. Αὐτὸς δὲ ὁ Κύριος ὁποίαν παρέθηκε τοῖς πεντακισχιλίοις τροφὴν οὐκ ἀγνοεῖς.

Ἡ δὲ εὐχὴ τοῦ Ἰακὼβ πρὸς τὸν Θεόν· Ἐὰν δῷς μοι, φησὶν, ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὐκ, Ἐὰν τρυφὴν δῷς μοι καὶ πολυτέλειαν. Τί δὲ ὁ σοφώτατος Σολομών; Πλοῦτον δὲ καὶ πενίαν, φησὶ, μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα, καὶ αὐτάρκη, ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενόμενος κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ μου· πλοῦτον μὲν εἶναι τὴν πλησμονὴν ὁριζόμενος, πενίαν δὲ τὴν παντελῆ ἀπορίαν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων· διὰ δὲ τῆς αὐταρκείας τὸ ἀνενδεὲς ὁμοῦ καὶ ἀπέριττον τῶν πρὸς τὴν χρείαν δηλῶν. Αὐτάρκεια δὲ ἄλλη ἄλλῳ κατά τε τὴν τοῦ σώματος ἕξιν καὶ τὴν πρὸς τὸ προκείμενον χρείαν. Τῷ μὲν γὰρ πλείονος τροφῆς καὶ ἰσχυροτέρας χρεία διὰ τὸν κόπον, τῷ δὲ λεπτοτέρας καὶ κουφοτέρας, καὶ καταλλήλου τὰ πάντα διὰ τὴν ἀσθένειαν· κοινῇ δὲ πᾶσιν εὐτελεστέρας καὶ εὐποριστοτέρας. Ἐν παντὶ μέντοι τὸ ἐπιμελὲς καὶ τὸ εὐτράπεζον ἀναγκαῖον, μηδαμοῦ τοὺς ὅρους ἡμῶν τῆς χρείας ὑπερβαινόντων· ἀλλὰ τοῦτο ἔστω τῆς δεξιώσεως πέρας, τὸ παρὰ τῆς ἑκάστου χρείας τῶν ἐπιδημούντων ἐπιζητούμενον. Ὡς χρώμενοι γὰρ, φησὶ, τῷ κόσμῳ τούτῳ, καὶ μὴ παραχρώμενοι.

Παράχρησις δέ ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Οὐκ ἔχομεν χρήματα; μηδὲ ἔχοιμεν. Οὐ γέμουσιν ἡμῶν αἱ ἀποθῆκαι; Ἐφήμερος γὰρ ἡμῖν ἡ τροφή· διὰ χειρῶν ὁ βίος. Τί οὖν τὴν δεδομένην παρὰ Θεοῦ τροφὴν τοῖς πεινῶσιν εἰς ἡδονὰς τρυφώντων παραναλίσκομεν; ἀμφοτέρωθεν ἁμαρτάνοντες, καὶ τούτοις ἐπιτείνοντες τὰς ἐκ τῆς ἐνδείας θλίψεις, κἀκείνοις τὰς βλάβας τὰς ἐκ τοῦ κόρου.

ΕΡΩΤΗΣΙΣ ΚΑʹ. Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Ἐπειδὴ πρόσταγμά ἐστι Κυρίου πανταχοῦ πρὸς τὴν ταπείνωσιν ἐθίζοντος ἡμᾶς τὸ καὶ ἐν τοῖς ἀρίστοις κατακλινομένους τὸν ἔσχατον τόπον προκαταλαμβάνειν, ἀνάγκη τὸν πάντα κατ’ ἐντολὴν ποιεῖν ἐσπουδακότα μηδὲ τοῦτο παρορᾷν τὸ πρόσταγμα. Ἂν μὲν οὖν κοσμικοί τινες ἡμῖν συγκατακλίνωνται, ὑπόδειγμα αὐτοῖς πρὸς τὸ μὴ ὑπεραίρεσθαι, μηδὲ τὸ φιλόπρωτον ἐπιζητεῖν, καὶ ἐκ τούτου τοῦ μέρους γίνεσθαι ἡμᾶς προσήκει. Ὅπου δὲ πάντες κατὰ τὸν ἴσον σκοπὸν συνέρχονται, ὥστε ἐν παντὶ καιρῷ τὴν δοκιμὴν τῆς ταπεινοφροσύνης ἑαυτῶν διδόναι, τὸ μὲν προκαταλαμβάνειν τὸν ἔσχατον τόπον κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἑκάστῳ ἐπιβάλλον· τό γε μὴν πάλιν φιλονείκως περὶ τοῦτον συνωθεῖσθαι ἀδόκιμον, ὡς ἀναιρετικὸν τῆς εὐταξίας καὶ θορύβου αἴτιον.

Καὶ τὸ πρὸς ἀλλήλους δὲ ἀνενδότως ἔχειν, καὶ ἡ περὶ τούτου μάχη, ὁμοίους ἡμᾶς ποιήσει τοῖς περὶ πρωτείων φιλονεικοῦσι. Διόπερ χρὴ καὶ ἐνταῦθα, τὸ πρέπον ἡμῖν περιεσκεμμένως γνωρίζοντας καὶ σπουδάζοντας, ἐπιτρέπειν τῷ ὑποδεχομένῳ καὶ τὴν τῆς κατακλίσεως τάξιν, καθὰ καὶ ὁ Κύριος ὑπέθετο, τῷ οἰκοδεσπότῃ προσήκειν εἰπὼν τὴν περὶ τούτων διαταγήν.

Οὕτω γὰρ καὶ ἀνεξόμεθα ἀλλήλων ἐν ἀγάπῃ, πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦντες· καὶ οὐ πρὸς ἔνδειξιν τῶν πολλῶν, οὔτε δημοκοπικῶς τὴν ταπεινοφροσύνην ἐπιτηδεύειν διὰ τῆς ἀνενδότου καὶ σφοδρᾶς ἀντιλογίας δείξομεν· μᾶλλον δὲ διὰ τῆς εὐπειθείας τὸ ταπεινὸν κατορθώσομεν. Πλείων γὰρ ἐκ τῆς ἀντιλογίας ἡ τῆς ὑπερηφανίας ἔμφασις, ἢ ἐκ τῆς πρωτοκλισίας, ὅταν ἐκ προστάγματος αὐτὴν καταδεχώμεθα.

ΕΡΩΤΗΣΙΣ ΚΒʹ. Τί τὸ πρέπον ἔνδυμα τῷ Χριστιανῷ. ΑΠΟΚΡΙΣΙΣ. Προλαβὼν ὁ λόγος τήν τε ταπεινοφροσύνην ἀναγκαίαν ἔδειξε, καὶ τὴν λιτότητα, καὶ τὸ ἐν πᾶσιν εὐτελὲς, καὶ ὀλιγοδάπανον, ὡς ὀλίγας ἐκ τῶν σωματικῶν χρειῶν τὰς ἀφορμὰς τῶν περισπασμῶν ἐγγίνεσθαι ἡμῖν. Ἐκείνοις οὖν τοῖς σκοποῖς ἕπεσθαι χρὴ καὶ τὸν περὶ ἐνδύματος λόγον. Εἰ γὰρ πάντων προσήκει ἡμᾶς σπουδάζειν ἐσχάτους εἶναι, καὶ ἐν τούτῳ, δηλονότι, τὸ ἔσχατον προτιμότατον. Ὥσπερ γὰρ οἱ φιλόδοξοι καὶ ἐκ τῆς περιβολῆς τῶν ἐνδυμάτων τὴν δόξαν ἑαυτοῖς θηρῶνται, ἀποβλέπεσθαι καὶ ζηλοῦσθαι ἐπὶ τῇ πολυτελείᾳ τῆς ἐσθῆτος φιλοτιμούμενοι· οὕτω, δηλονότι, τὸν εἰς ἔσχατον αὑτοῦ τὴν ζωὴν διὰ τῆς ταπεινώσεως καταβαλόντα αἱρεῖσθαι προσήκει καὶ ἐν τούτοις τὸ πάντων ἔσχατον.

Ὥσπερ γὰρ ἐν τῷ δημοσίῳ δείπνῳ ἐγκαλοῦνται Κορίνθιοι, ὡς τῇ ἑαυτῶν πολυτελείᾳ καταισχύνοντες τοὺς μὴ ἔχοντας· οὕτω, δηλονότι, καὶ ἐν τῇ κοινῇ καὶ προφανεῖ τῶν ἐνδυμάτων χρήσει ὁ ὑπὲρ τοὺς πολλοὺς σχηματισμὸς οἱονεὶ διὰ τῆς συγκρίσεως καταισχύνει τὸν πένητα. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι, ἐξεταζέτω ἕκαστος ἑαυτὸν, ἡ πρὸς τίνα ὁμοίωσις ἁρμοδιωτέρα ἐστὶ Χριστιανοῖς, τοὺς ἐν τοῖς βασιλείοις οἰκοῦντας, καὶ τὰ μαλακὰ ἠμφιεσμένους, ἢ ἡ πρὸς τὸν ἄγγελον καὶ κήρυκα τῆς τοῦ Κυρίου ἐπιδημίας, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἰωάννην λέγω, τὸν τοῦ Ζαχαρίου, οὗ τὸ ἔνδυμα ἦν ἐκ τριχῶν καμήλου. Καὶ οἱ πάλαι δὲ ἅγιοι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι.

Τὸν δὲ σκοπὸν τῆς χρήσεως ὑπέβαλεν ὁ Ἀπόστολος, διὰ μιᾶς λέξεως εἰπών· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὡς τῆς σκέπης ἡμῶν προσδεομένων μόνης· οὐκέτι μέντοι καὶ τῆς ποικιλίας, καὶ τοῦ ἀπ’ αὐτῆς καλλωπισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερίαν ἐκπιπτόντων· ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστερον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας τῷ βίῳ.

Δήλη δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσιν ἔδωκεν. Ἐποίησε γὰρ αὐτοῖς, φησὶν, ὁ Θεὸς χιτῶνας δερματίνους. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει καὶ ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ δὲ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, ὁ τοῦ θάλπεσθαι διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχασμένην εἶναι τὴν χρῆσιν, τοῦ τε περιστέλλειν ἡμῶν τὰ ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν τῶν ἀέρων βλάβην. Ἐπεὶ μέντοι καὶ ἐν αὐτοῖς· τούτοις τὰ μὲν ἔστι πολύχρηστα, τὰ δὲ ἥττονα, ἀκόλουθον προτιμᾷν ὅσα ἐπὶ πλείονας ἕλκεσθαι χρείας δύναται, ὥστε μηδὲν τὸν τῆς ἀκτημοσύνης παραβλάπτεσθαι λόγον· καὶ μὴ ἄλλα μὲν εἶναι τὰ πρὸς ἐπίδειξιν ἡμῖν παρεσκευασμένα, ἄλλα δὲ πρὸς τὴν κατ’ οἶκον χρείαν· καὶ ταῦτα πάλιν ἕτερα μὲν τὰ μεθημερινὰ, ἕτερα δὲ τὰ ἐν τῇ νυκτὶ ἐπιβλήματα· ἀλλὰ ἐπινοεῖν ἑνὸς τοιούτου τὴν κτῆσιν, ὃ πρὸς πάντα ἡμῖν ἐξαρκεῖν δύναται, πρός τε τὴν εὐσχήμονα μεθ’ ἡμέραν περιβολὴν καὶ πρὸς τὴν ἀναγκαίαν ἐν τῇ νυκτί. Ἐκ δὲ τούτου συμβαίνει ἡμᾶς καὶ τῷ σχήματι κοινωνεῖν ἀλλήλοις, καὶ οἱονεὶ χαρακτῆρά τινα ἰδιάζοντα καὶ ἐκ τοῦ ἐνδύματος τῷ Χριστιανῷ ἐπικεῖσθαι. Τὰ γὰρ πρὸς ἕνα σκοπὸν συντείνοντα ὡς τὰ πολλὰ ταυτά ἐστιν ἀλλήλοις.

Χρήσιμον δὲ καὶ τὸ ἐκ τῆς ἐσθῆτος ἰδίωμα προκηρυττούσης ἕκαστον, καὶ προδιαμαρτυρομένης τὸ ἐπάγγελμα τῆς κατὰ Θεὸν ζωῆς· ὥστε ἀκόλουθον καὶ τὴν πρᾶξιν παρὰ τῶν συντυγχανόντων ἡμῖν ἀπαιτεῖσθαι. Οὐ γὰρ ὁμοίως τὸ ἀπρεπὲς καὶ ἄσχημον ἐν τοῖς τυχοῦσι καὶ ἐν τοῖς μεγάλα ὑπισχνουμένοις διαφαίνεται. Δημότην μὲν γὰρ, ἤ τινα τῶν τυχόντων διδόντα πληγὰς ἢ λαμβάνοντα δημοσίᾳ, καὶ φωνὰς ἀπρεπεῖς ἀφιέντα, καὶ ἐν καπηλείοις διαιτώμενον, καὶ ἄλλα παραπλήσια τούτοις ἀσχημονοῦντα, οὐκ ἄν τις ῥᾳδίως οὐδὲ παρατηρήσειεν, ἀκόλουθα εἶναι τῇ ὅλῃ προαιρήσει τοῦ βίου καταδεχόμενος τὰ γινόμενα· τὸν δὲ ἐν ἐπαγγέλματι ἀκριβείας, κἂν τὸ τυχὸν παρίδῃ τῶν καθηκόντων, πάντες ἐπιτηροῦσι, καὶ ἀντ’ ὀνείδους αὐτῷ προφέρουσι, ποιοῦντες τὸ εἰρημένον ὅτι, Στραφέντες ῥήξουσιν ὑμᾶς. Ὥστε οἱονεὶ παιδαγωγία τίς ἐστι τοῖς ἀσθενεστέροις, πρὸς τὸ καὶ ἄκοντας αὐτοὺς ἀπὸ τῶν φαύλων εἴργεσθαι, ἡ διὰ τοῦ σχήματος ἐπαγγελία.

Ὡς οὖν ἐστί τι στρατιώτου ἴδιον ἐν τῷ ἐνδύματι, καὶ ἄλλο τοῦ συγκλητικοῦ, καὶ ἄλλο ἄλλου, ἀφ’ ὧν εἰκάζεται αὐτῶν, ὡς ἐπὶ τὸ πλεῖστον, τὰ ἀξιώματα, οὕτως εἶναί τινα καὶ Χριστιανοῦ ἰδιότητα καὶ ἀπὸ τῆς ἐσθῆτος εὐπρεπὲς καὶ ἀκόλουθον σώζουσαν τὴν ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένην κοσμιότητα· ποτὲ μὲν τὸν ἐπίσκοπον κόσμιον εἶναι διοριζομένου, ποτὲ δὲ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ εἶναι διατασσομένου, τοῦ κοσμίου δηλονότι κατὰ τὸν ἴδιον τοῦ Χριστιανισμοῦ σκοπὸν νοουμένου. Ὁ αὐτὸς δέ μοι λόγος καὶ περὶ ὑποδημάτων ἐστίν· ὥστε τὸ ἀπερίεργον καὶ εὐποριστότερον, καὶ πρὸς τὸν σκοπὸν τῆς χρείας ἀρκοῦν, τοῦτο αἱρετὸν εἶναι ἐν ἑκάστῳ καιρῷ.

ΕΡΩΤΗΣΙΣ ΚΓʹ. Περὶ τῆς ζώνης. ΑΠΟΚΡΙΣΙΣ. Τὴν δὲ τῆς ζώνης χρείαν δηλοῦσιν ἀναγκαίαν οὖσαν καὶ οἱ προλαβόντες ἅγιοι· Ἰωάννης μὲν δερματίνῃ ζώνῃ περισφίγγων ἑαυτοῦ τὴν ὀσφὺν, καὶ Ἠλίας ἔτι πρότερον. Γέγραπται γὰρ, ὥσπερ ἰδίωμά τι τοῦ ἀνδρὸς, τὸ, Ἀνὴρ δασὺς, καὶ ζώνη δερματίνη περὶ τὴν ὀσφὺν αὐτοῦ. Καὶ Πέτρος δὲ ζώνῃ κεχρημένος δείκνυται, ὡς δῆλον ἐκ τῶν τοῦ ἀγγέλου ῥημάτων πρὸς αὐτὸν λέγοντος· Ζῶσαι, καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Καὶ ὁ μακάριος Παῦλος ἐκ τῆς τοῦ Ἀγάβου προφητείας τῆς εἰς αὐτὸν φαίνεται κεχρημένος ζώνῃ. Τὸν γὰρ ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσι, φησὶν, ἐν Ἱεροσολύμοις.

Καὶ ὁ Ἰὼβ δὲ παρὰ τοῦ Κυρίου ζώσασθαι προστάσσεται. Ὡς γὰρ ἀνδρείας τινὸς, καὶ τῆς πρὸς τὰ ἔργα ἑτοιμασίας σύμβολον, Ζῶσαι, φησὶν, ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ δῆλον, ὅτι πᾶσι τοῖς μαθηταῖς τοῦ Κυρίου συνήθης ἦν ἡ τῆς ζώνης χρῆσις, οἷς ἀπηγόρευτο μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Ἄλλως τε καὶ μέλλοντα αὐτουργήσειν ἀνάγκη εὐσταλῆ καὶ ἀνεμπόδιστον εἶναι πρὸς τὰς κινήσεις. Ὥστε καὶ ζώνης αὐτῷ χρεία, δι’ ἧς προσταλήσεται τῷ σώματι ὁ χιτών· καὶ μᾶλλόν γε αὐτὸν θάλψει περιπτυσσόμενος πανταχόθεν, καὶ τὸ ἀκώλυτον αὐτῷ πρὸς τὰς κινήσεις παρασκευάσει. Ἐπεὶ καὶ ὁ Κύριος, ὅτε εἰς τὴν διακονίαν τῶν μαθητῶν παρεσκευάζετο, λαβὼν λέντιον διέζωσεν ἑαυτόν.

Περί γε μὲν τοῦ πλήθους τῶν ἐνδυμάτων οὐδὲν δεόμεθα λέγειν, ἱκανῶς ἡμῖν ἐν τῷ περὶ ἀκτημοσύνης λόγῳ προεξητασμένου τούτου. Εἰ γὰρ ὁ ἔχων δύο χιτῶνας προστάσσεται μεταδοῦναι τῷ μὴ ἔχοντι, δηλονότι ἡ τῶν πλειόνων ἑαυτοῦ ἕνεκεν κτῆσις ἀπηγορευμένη ἐστίν. Οἷς οὖν τὸ ἔχειν δύο χιτῶνας ἀπαγορεύεται, τούτοις περὶ τῆς χρήσεως τί προσήκει νομοθετεῖν·