Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Υποδοχή, δοκιμασία και διαπαιδαγώγηση νέων μελών

Κανόνες και προϋποθέσεις για την ένταξη νέων μελών, εγγάμων, δούλων και παίδων στην αδελφότητα, καθώς και η παιδαγωγική σημασία της σιωπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 12

ΕΡΩΤΗΣΙΣ Ιʹ. Πότερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι, ἢ τίνας; καὶ εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ δοκιμασίας, καὶ ποίας ταύτης; ΑΠΟΚΡΙΣΙΣ. Τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος καὶ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι’ ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν, καὶ τὸ τῶν ἐντολῶν φορτίον, τὸ πρὸς οὐρανὸν ἡμᾶς ἀνακουφίζον, βουλομένους. Οὐ μὴν οὐδὲ ἀνίπτοις ποσὶν ἐπιτρέπειν χρὴ τῆς σεμνότητος ἐπιβαίνειν τῶν διδαγμάτων· ἀλλ’ ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν προσελθόντα νεανίσκον ἐπηρώτησε περὶ τοῦ προτέρου βίου, καὶ μαθὼν, ὅτι κατώρθωται, τὸ πρὸς τὴν τελείωσιν ἐλλεῖπον ἔτι πληρῶσαι προσέταξε, καὶ τότε ἐπέτρεψεν ἀκολουθεῖν· οὕτω δηλονότι καὶ ἡμᾶς προσήκει τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν· καὶ οἷς μὲν ἤδη τι προκατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι, τοὺς δὲ ἢ ἐκ βίου πονηροῦ μετατιθεμένους, ἢ ἐκ τῆς ἀδιαφορίας πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι· μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι.

Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον, οἳ, πρὸς τὸ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται, ὀνείδη καὶ ψεύδη, καὶ βλασφημίας πονηρὰς τοῦ ἔργου ἡμῶν κατέχοντες. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας, ὡς, ἐάν τι βέβαιον παρ’ αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας, ἀποπέμπεσθαι· ὥστε ἀζήμιον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Δοκιμάζειν δὲ χρὴ καὶ εἴ τις, ἐν ἁμαρτήμασι προληφθεὶς, ἀνεπαισχύντως ἐξαγορεύει τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ κατήγορος ἑαυτοῦ γίνεται· ὁμοῦ τε καταισχύνων καὶ ἀποποιούμενος τοὺς τῶν πονηρῶν ἔργων ἑαυτοῦ συνεργοὺς, κατὰ τὸν εἰπόντα· Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καὶ ἀσφάλειαν ἑαυτῷ εἰς τὸν ἑξῆς βίον κτώμενος, πρὸς τὸ μηκέτι τοῖς ὁμοίοις πάθεσι περιπεσεῖν. Κοινὸς δὲ ἐπὶ πάντων δοκιμασίας τρόπος, εἰ πρὸς πᾶσαν ταπεινοφροσύνην ἀνεπαισχύντως διάκεινται, ὡς καὶ τὰς εὐτελεστάτας δέχεσθαι τέχνας, ἐὰν τὴν ἐκείνων ἐργασίαν χρήσιμον εἶναι ὁ λόγος ἐγκρίνῃ. Καὶ ἐπειδὰν διὰ πάσης ἐξετάσεως ἕκαστος παρὰ τῶν ἐπιστημόνως ἐρευνᾷν.

τὰ τοιαῦτα δυναμένων, ὥσπερ τι σκεῦος εὔχρηστον τῷ Δεσπότῃ, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον ἀποδειχθῇ, συναριθμείσθω τοῖς ἀνατεθεικόσιν ἑαυτοὺς τῷ Κυρίῳ. Μάλιστα δὲ τῷ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ’ ὁμοίωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταπεινοφροσύνην ἐπειγομένῳ, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν.

ΕΡΩΤΗΣΙΣ ΙΑʹ. Περὶ δούλων. ΑΠΟΚΡΙΣΙΣ. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ’ ὁμοίωσιν τοῦ μακαρίου Παύλου, ὃς, τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀνέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας οὐ μόνον ἀνεῖναι τὴν κατ’ αὐτοῦ ἀπειλὴν, μεμνημένον τοῦ ἀληθινοῦ Κυρίου εἰπόντος, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν, τῷ γράψαι· Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν.

Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ Δεσπότου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι, ὃ μὴ ἀρέσκει Θεῷ. Κατορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ παθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ, καθὼς γέγραπται, ἢ ἐν τῷ τοὺς ὑποδεξαμένους ἀναδέξασθαι ὡς ἀρέσκει Θεῷ τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς.

ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι δεῖ, εἰ ἐκ συμφώνου τοῦτο ποιοῦσι κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου (Τοῦ γὰρ ἰδίου σώματος, φησὶν, οὐκ ἐξουσιάζει)· καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Εἰ δὲ διαστασιάζοι τὸ ἕτερον μέρος, καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός· καὶ πληρούσθω τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος·

Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τὰ λοιπὰ, οὐ δύναταί μου εἶναι μαθητής. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Ἡμεῖς δὲ ἔγνωμεν ἐν πολλοῖς πολλάκις καὶ διὰ συντόνου προσευχῆς καὶ νηστείας ἀνενδότου τὸν σκοπὸν τῆς ἐν ἀγνείᾳ ζωῆς περιγενόμενον, τοῦ Κυρίου τοὺς μέχρι παντὸς ἀπειθοῦντας καὶ δι’ ἀνάγκης πολλάκις σωματικῆς τῇ συγκαταθέσει τῆς ὀρθῆς κρίσεως ὑπάγοντος.

ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δὲ τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. Ὁμοῦ τε γὰρ ἀπόδειξιν τῆς ἐγκρατείας ἱκανὴν παρέξονται, γλώσσης κρατοῦντες, καὶ ἐν ἡσυχίᾳ συντόνως καὶ ἀμετεωρίστως μαθήσονται παρὰ τῶν ἐπιστημόνως κεχρημένων τῷ λόγῳ, πῶς δεῖ καὶ ἐρωτᾷν, καὶ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Ἔστι γὰρ καὶ τόνος φωνῆς, καὶ συμμετρία λόγου, καὶ καιροῦ ἐπιτηδειότης, καὶ ῥημάτων ἰδιότης, οἰκεία καὶ διαφέρουσα τοῖς εὐσεβέσιν, ἣν οὐχ οἷόν τε διδαχθῆναι, μὴ τὰ ἐκ τῆς συνηθείας ἀπομαθόντα· τῆς σιωπῆς ὁμοῦ τε λήθην τῶν προτέρων διὰ τῆς ἀργίας ἐμποιούσης, καὶ σχολὴν πρὸς τὴν τῶν ἀγαθῶν μάθησιν παρεχομένης. Ὥστε, ἐὰν μή τις ἢ οἰκεία χρεία πρός τε τὴν ἐπιμέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ πρὸς τὴν ἀπαραίτητον τοῦ ἐν χερσὶν ἔργου ἀνάγκην, ἢ ἐπερώτημά τι τοιοῦτον προσαγόμενον κατεπείγῃ, ἐν σιωπῇ διάγειν, ἐκτὸς δηλονότι ψαλμῳδίας.

ΕΡΩΤΗΣΙΣ ΙΔʹ. Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ΑΠΟΚΡΙΣΙΣ. Παραδεχθέντα μέντοι εἰς τὴν ἀδελφότητα τούτων ἕκαστον, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ’ οὗ καὶ εἰς ὂν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεόν τις, φησὶν, ἁμάρτῃ, καὶ τίς προσεύξεται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τοῦ Θεοῦ τὸ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλήν ποτε πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειαν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύων ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.

ΕΡΩΤΗΣΙΣ ΙΕʹ. Ἀπὸ ποίας ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν ἑαυτοὺς τῷ Θεῷ, καὶ τὴν τῆς παρθενίας ὁμολογίαν πότε βεβαίαν ἡγεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ τοῦ Ἀποστόλου ἐπαινοῦντος τὸν ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μεμαθηκότα, καὶ πάλιν παραγγέλλοντος ἐκτρέφειν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, πάντα καιρὸν, καὶ τὸν τῆς πρώτης ἡλικίας εὔθετον εἶναι πρὸς τὴν τῶν προσιόντων παραδοχὴν δοκιμάζομεν, τὰ μὲν ἔρημα γονέων ἀφ’ ἑαυτῶν προσλαμβανόμενοι, ὥστε γενέσθαι κατὰ τὸν ζῆλον τοῦ Ἰὼβ ὀρφανῶν πατέρας· τὰ δὲ ὑπὸ γονεῖς ὄντα, παρ’ αὐτῶν ἐκείνων προσαγόμενα, ἐπὶ πολλῶν μαρτύρων δεχόμενοι, ὥστε μὴ δοῦναι ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν· ἀλλὰ πᾶν ἄδικον στόμα τῶν λαλούντων καθ’ ἡμῶν βλασφημίαν ἐπισχεθῆναι.

Δέχεσθαι μὲν οὖν χρὴ, κατὰ τοῦτον τὸν λόγον, οὐ μὴν εὐθὺς αὐτὰ, καὶ συναριθμεῖσθαι καὶ συγκαταλέγεσθαι τῷ σώματι προσήκει τῶν ἀδελφῶν, ὥστε μὴ τὰ ἐκ τῆς ἀποτυχίας αὐτῶν ὀνείδη ἐπὶ τὸν βίον τὸν κατ’ εὐσέβειαν ἀναφέρεσθαι· ἀλλ’ ἐκτρέφεσθαι μὲν αὐτὰ ἐν πάσῃ εὐσεβείᾳ ὡς κοινὰ τέκνα τῆς ἀδελφότητος, ἀφωρίσθαι δὲ καὶ οἴκους καὶ δίαιταν τοῖς τε ἄρσεσι τῶν παίδων, καὶ ταῖς θηλείαις, ὡς μήτε παῤῥησίαν, μήτε θάρσος ἄμετρον πρὸς τοὺς πρεσβυτέρους αὐτοῖς ἐγγίνεσθαι, τῷ δὲ σπανίῳ τῆς συντυχίας τὸ πρὸς τοὺς προάγοντας αἰδέσιμον σώζεσθαι· μήτε ἐκ τῶν ἐπιτιμίων τῶν προσαγομένων τοῖς τελειοτέροις ἐν τοῖς παροράμασι τῶν καθηκόντων, εἴποτε ἄρα μετεωρισθῆναι συμβαίη, εὐχέρειαν αὐτοῖς τῶν ἁμαρτημάτων, ἢ ἔπαρσιν πολλάκις κατὰ τὸ λεληθὸς ἐντίκτεσθαι, ὅταν ἐν οἷς αὐτοὶ κατορθοῦσι, πολλάκις τοὺς πρεσβυτέρους ἴδωσι διαπταίοντας. Διαφέρει γὰρ οὐδὲν τοῦ νηπίου καθ’ ἡλικίαν ὁ ταῖς φρεσὶ νηπιάζων. Ὥστε οὐδὲν θαυμαστὸν καὶ τὰ αὐτὰ πάθη πολλάκις ἐν ἀμφοτέροις εὑρίσκεσθαι.

Μήτε μὴν ἐν οἷς διὰ τὴν ἡλικίαν τὸ πρέπον τοῖς πρεσβυτέροις σώζεται, πρὸς ταῦτα τοὺς νέους διὰ τῆς συναναστροφῆς πρὸ καιροῦ ἀπρεπῶς προπετεύεσθαι. Ταύτης τε οὖν τῆς οἰκονομίας ἕνεκεν καὶ τῆς λοιπῆς σεμνότητος διωρίσθαι χρὴ τῶν παίδων καὶ τῶν τελειοτέρων τὴν οἴκησιν. Καὶ ἅμα οὐδὲ θόρυβον ἕξει ὁ οἶκος τῶν ἀσκητῶν ἐν τῇ μελέτῃ τῶν διδαγμάτων ἀναγκαίᾳ οὔσῃ τοῖς νέοις. Ἀλλὰ προσευχαὶ μὲν κοιναὶ καὶ παισὶ καὶ πρεσβυτέροις ἔστωσαν, αἱ κατὰ τὴν ἡμέραν διατετυπωμέναι· τοῖς τε γὰρ παιδίοις ἐθισμὸς ἐκ τοῦ ζήλου τῶν τελειοτέρων πρὸς κατάνυξιν, καὶ τοῖς προάγουσιν οὐ μικρὰ ἐν προσευχαῖς ἡ παρὰ νηπίων βοήθεια· μελέται δὲ ἰδιάζουσαι, καὶ δίαιται κατά τε ὕπνον καὶ ἐγρήγορσιν, καὶ τροφῆς καιρὸν, καὶ μέτρον καὶ ποιότητα παιδίοις πρεπόντως ἀφωρίσθω. Ἐπιτετάχθω δὲ τοῖς τοιούτοις ὁ καθ’ ἡλικίαν προήκων, καὶ τὴν ἐμπειρίαν ὑπὲρ τοὺς ἄλλους ὢν, καὶ μαρτυρίαν ἔχων ἐπὶ μακροθυμίᾳ· ὥστε πατρικῇ μὲν εὐσπλαγχνίᾳ, λόγῳ δὲ ἐπιστημονικῷ τὰ ἁμαρτήματα τῶν νέων ἐπανορθοῦσθαι, οἰκείας ἑκάστῳ πταίσματι τὰς θεραπείας προσάγοντα, ὥστε τὸ αὐτὸ καὶ ἐπιτίμησιν ἔχειν τοῦ ἁμαρτήματος, καὶ γυμνάσιον ἀπαθείας τῇ ψυχῇ γίνεσθαι. Οἷον, ὠργίσθη πρὸς τὸν ὁμήλικα; τοῦτον θεραπεῦσαι, καὶ ὑπηρετῆσαι αὐτῷ κατὰ ἀναλογίαν τοῦ τολμήματος ἀναγκασθήτω.

Ὁ γὰρ πρὸς τὴν ταπείνωσιν ἐθισμὸς οἷον ἐκτέμνει τῆς ψυχῆς τὸ θυμούμενον, τῆς ἐπάρσεως ὡς τὰ πολλὰ ἡμῖν τὴν ὀργὴν ἐμποιούσης. Ἥψατο βρωμάτων παρὰ καιρόν; ἐπὶ πλεῖστον τῆς ἡμέρας ἀπόσιτος ἔστω. Ἀμέτρως ἢ ἀσχημόνως σιτούμενος κατεγνώσθη; κατὰ τὸν καιρὸν τῆς τροφῆς εἰργόμενος τῶν σιτίων, ὁρᾷν τοὺς ἄλλους κατ’ ἐπιστήμην ἐσθίοντας ἀναγκαζέσθω, ὥστε καὶ κολάζεσθαι τῇ ἀποχῇ, καὶ διδάσκεσθαι τὴν σεμνότητα. Λόγον ἀφῆκεν ἀργὸν, ὕβριν εἰς τὸν πλησίον, ψεῦδος, ἄλλο τι τῶν ἀπηγορευμένων; Τῇ τε γαστρὶ καὶ τῇ σιωπῇ σωφρονιζέσθω.

Δεῖ δὲ καὶ τὴν τῶν γραμμάτων μελέτην οἰκείαν εἶναι τῷ σκοπῷ· ὥστε καὶ ὀνόμασιν αὐτοὺς τοῖς ἐκ τῶν Γραφῶν κεχρῆσθαι, καὶ ἀντὶ μύθων τὰς τῶν παραδόξων ἔργων ἱστορίας αὐτοῖς διηγεῖσθαι, καὶ γνώμαις παιδεύειν ταῖς ἐκ τῶν Παροιμιῶν, καὶ ἆθλα μνήμης ὀνομάτων τε καὶ πραγμάτων αὐτοῖς προτιθέναι, ὥστε μετὰ τερπνότητος καὶ ἀνέσεως ἀλύπως αὐτοῖς καὶ ἀπροσκόπως τὸν σκοπὸν διανύεσθαι.

Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας, καὶ ὁ τοῦ μὴ μετεωρίζεσθαι ἐθισμὸς, εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις ἐγγένοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιντο, ποῦ ἔχουσι τὴν διάνοιαν, καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς.

Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον, καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον, ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόῤῥητα τῆς ψυχῆς· ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις, ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, καὶ συνεχῶς ἑαυτὸν ἐκ τῶν ἀτόπων ἀνακαλέσεται, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος.

Εὔπλαστον οὖν ἔτι οὖσαν καὶ ἁπαλὴν τὴν ψυχὴν, καὶ ὡς κηρὸν εὔεικτον, ταῖς τῶν ἐπιβαλλομένων μορφαῖς ῥᾳδίως ἐκτυπουμένην, πρὸς πᾶσαν ἀγαθῶν ἄσκησιν εὐθὺς καὶ ἐξ ἀρχῆς ἐνάγεσθαι χρή· ὥστε τοῦ λόγου προσγενομένου, καὶ τῆς διακριτικῆς ἕξεως προσελθούσης, δρόμον ὑπάρχειν ἐκ τῶν ἐξ ἀρχῆς στοιχείων, καὶ τῶν παραδοθέντων τῆς εὐσεβείας τύπων, τοῦ μὲν λόγου τὸ χρήσιμον ὑποβάλλοντος, τοῦ δὲ ἔθους εὐμάρειαν πρὸς τὸ κατορθοῦν ἐμποιοῦντος. Τότε καὶ τὴν ὁμολογίαν τῆς παρθενίας προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης οἰκείας καὶ κρίσεως γινομένην μετὰ τὴν τοῦ λόγου συμπλήρωσιν· μεθ’ ὃν καὶ τιμαὶ, καὶ τιμωρίαι τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς κατορθοῦσι παρὰ τοῦ δικαίου κριτοῦ κατὰ τὴν τῶν ἔργων ἀξίαν δίδονται.

Μάρτυρας δὲ τῆς γνώμης τοὺς προεστῶτας τῶν ἐκκλησιῶν παραλαμβάνειν, ὥστε δι’ αὐτῶν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὥσπερ τι ἀνάθημα τῷ Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γινομένου διὰ τῆς μαρτυρίας. Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Οὕτω γὰρ καὶ ἡ σπουδὴ τῶν ἀδελφῶν τὸ ἀβλασφήμητον ἕξει, καὶ τοῖς ἑαυτοὺς καθομολογησαμένοις Θεῷ, εἶτα ἀθετεῖν ἐπιχειροῦσιν, ἀφορμὴ πρὸς ἀναισχυντίαν οὐχ ὑπολειφθήσεται. Ὁ δὲ μὴ καταδεχόμενος τὸν ἐν παρθενίᾳ βίον, ὡς οὐ δυνάμενος μεριμνᾷν τὰ τοῦ Κυρίου, ἐπὶ τῶν αὐτῶν μαρτύρων ἀπολυέσθω. Τόν γε μὴν καθομολογησάμενον μετὰ πολλὴν ἀνάκρισιν καὶ ἐπίσκεψιν, ἣν ἐν πλείοσιν ἡμέραις ἐπιτρέπειν αὐτῷ ποιεῖσθαι καθ’ ἑαυτὸν προσήκει, ὡς μὴ δόξαι τι καθ’ ὑπαρπαγὴν παρ’ ἡμῶν γίνεσθαι, οὕτως ἤδη παραδέχεσθαι δεῖ, καὶ ἐναρίθμιον ποιεῖσθαι τῇ ἀδελφότητι, καὶ οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθέξοντα.

Ὃ δὲ παρέλαθεν ἡμᾶς εἰπεῖν, οὐδὲ νῦν προσθεῖναι ἄκαιρον, ὅτι διὰ τό τινας τῶν τεχνῶν εὐθὺς ἐκ νηπίου ἐπιτηδεύεσθαι δεῖν, ἐπειδὰν ἤδη τινὲς τῶν παίδων ἐπιτηδείως ἔχοντες φανῶσι πρὸς τὴν μάθησιν, τὸ μὲν συνδιημερεύειν αὐτοὺς τοῖς διδασκάλοις τῆς τέχνης οὐκ ἀπαγορεύομεν· νύκτωρ δὲ ἀναγκαίως πρὸς τοὺς ὁμήλικας μεθιστῶμεν, μεθ’ ὧν καὶ τῆς τροφῆς αὐτοῖς ἀναγκαῖον μεταλαμβάνειν.