Ἔργον
Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος
Οργάνωση λειτουργιών και διευθέτηση ζητημάτων
Τα προσόντα των προεστώτων, η κατανομή των διακονημάτων, οι κανόνες για τις αποδημίες και ο τρόπος αντιμετώπισης εσωτερικών συγκρούσεων και παραπτωμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οργάνωση λειτουργιών και διευθέτηση ζητημάτων
Τα προσόντα των προεστώτων, η κατανομή των διακονημάτων, οι κανόνες για τις αποδημίες και ο τρόπος αντιμετώπισης εσωτερικών συγκρούσεων και παραπτωμάτων.
ΕΡΩΤΗΣΙΣ ΜΓʹ. Ὁ μὲν περὶ τῶν ἐργασιῶν τρόπος ἀρκούντως ἡμῖν παραδέδοται· πλὴν ἐὰν μή τι ὑπ’ αὐτῶν τῶν πραγμάτων προσεξευρεῖν διδαχθῶμεν. Τοὺς δὲ προεστῶτας τῆς ἀδελφότητος ὁποίους εἶναι χρὴ, ἢ πῶς ἄγειν τοὺς συνόντας, τοῦτο διευκρινηθῆναι δεόμεθα. ΑΠΟΚΡΙΣΙΣ Εἴρηται μὲν, ὡς ἐν κεφαλαίῳ, καὶ περὶ τοῦ μέρους τούτου· πλὴν ἀλλ’ ἐπειδὴ καλῶς ποιοῦντες ἐπὶ πλεῖον τρανωθῆναι τὸ μέρος τοῦτο βούλεσθε (διότι οἷον ἐὰν ᾖ τὸ ἐπιστατοῦν καὶ ἄρχον, τοιοῦτον, ὡς τὰ πολλὰ, γίνεσθαι φιλεῖ καὶ τὸ ἀρχόμενον), ἀναγκαῖον μὴ παρέργως αὐτὸ παρελθεῖν. Χρὴ τοίνυν τὸν προεστῶτα μεμνημένον τῆς τοῦ Ἀποστόλου παραγγελίας λέγοντος, Τύπος γίνου τῶν πιστῶν, πάσης ἐντολῆς τοῦ Κυρίου ἐναργὲς ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρέχειν, ὡς μηδεμίαν τοῖς διδασκομένοις ἀφορμὴν καταλιμπάνειν πρὸς τὸ ἀδύνατον ἢ εὐκαταφρόνητον ἡγεῖσθαι τὴν ἐντολὴν τοῦ Κυρίου.
Πρῶτον μὲν οὖν, ὃ πρῶτόν ἐστιν, ἐν ἀγάπῃ Χριστοῦ τὴν ταπεινοφροσύνην οὕτω χρὴ παρ’ αὐτοῦ κατορθοῦσθαι, ὡς καὶ σιωπῶντος αὐτοῦ τὸ ἐκ τῶν ἔργων ὑπόδειγμα παντὸς λόγου ἰσχυρότερον εἰς διδασκαλίαν προκεῖσθαι. Εἰ γὰρ οὗτος ὅρος Χριστιανισμοῦ, μίμησις Χριστοῦ ἐν τῷ μέτρῳ τῆς ἐνανθρωπήσεως, κατὰ τὸ ἐπιβάλλον τῇ ἑκάστου κλήσει, οἱ τὴν ὁδηγίαν τῶν πολλῶν πεπιστευμένοι τοὺς ἔτι ἀσθενεστέρους διὰ τῆς ἑαυτῶν μεσιτείας προβιβάζειν ὀφείλουσι τῇ τοῦ Χριστοῦ ἐξομοιώσει, κατὰ τὸν μακάριον Παῦλον λέγοντα· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Πρώτους οὖν αὐτοὺς, τὸ παραδοθὲν τῆς ταπεινοφροσύνης μέτρον παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατορθοῦντας, ὑπογραμμὸν ἀκριβῆ προσήκει γίνεσθαι. Μάθετε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Πραότης οὖν τρόπου καὶ καρδίας ταπείνωσις χαρακτηριζέτω τὸν προϊστάμενον.
Εἰ γὰρ ὁ Κύριος τὴν διακονίαν τῶν ἰδίων δούλων οὐκ ἐπῃσχύνθη, ἀλλὰ κατεδέξατο ὑπηρέτης εἶναι τῆς γῆς καὶ τοῦ πηλοῦ, ὃν αὐτὸς ἔπλασε, καὶ εἰς ἄνθρωπον διεμόρφωσεν (Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν)· τί χρὴ ποιοῦντας ἡμᾶς τοῖς ὁμοτίμοις νομίζειν αὐτοῦ τῆς μιμήσεως ἐφικνεῖσθαι; Ἓν μὲν δὴ τοῦτο ἐπὶ τοσοῦτον ὑπάρχειν δεῖ τῷ προεστῶτι. Ἔπειτα εὔσπλαγχνον, καὶ μακροθύμως ἀνεχόμενον τῶν ἐξ ἀπειρίας ἐλλιμπανόντων τι τῶν καθηκόντων, οὐχ ὑποσιωπῶντα τοῖς ἁμαρτήμασιν, ἀλλὰ πράως ἀνεχόμενον τῶν ἀφηνιαζόντων καὶ τὰς ἰατρείας αὐτοῖς ἐν πάσῃ εὐσπλαγχνίᾳ καὶ συμμετρίᾳ προσάγοντα. Ἱκανὸν δὲ τρόπον τῆς θεραπείας τῷ πάθει οἰκεῖον ἐξευρεῖν, οὐ μετὰ αὐθαδείας ἐπιτιμῶντα, ἀλλ’ ἐν πραότητι νουθετοῦντα καὶ παιδεύοντα, καθὼς γέγραπται, νηφάλιον ἐν τοῖς παροῦσι, προορατικὸν τῶν μελλόντων, ἱκανὸν μὲν τοῖς ἰσχυροῖς συναθλεῖν, τῶν δὲ ἀδυνάτων βαστάζειν τὰ ἀσθενήματα, καὶ πάντα ποιεῖν καὶ λέγειν δυνάμενον πρὸς καταρτισμὸν τῶν συνόντων· μὴ ἑαυτῷ λαμβάνοντα τὴν προστασίαν, ἀλλ’ ἐγκριθέντα τῶν ἐν ταῖς ἄλλαις ἀδελφότησι προεχόντων, καὶ ἱκανὴν πεῖραν τοῦ τρόπου ἐν τῷ παρελθόντι βίῳ δεδωκότα.
Καὶ οὗτοι γὰρ, φησὶ, δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Οὕτω καὶ ὁ τοιοῦτος ἐπιτρεπέσθω τὴν προστασίαν, καὶ τὴν εὐταξίαν ὁριζέτω τῇ ἀδελφότητι, τὴν διανομὴν τῶν ἔργων, καθ’ ὃ ἕκαστος ἐπιτηδείως ἔχει, ποιούμενος.
ΕΡΩΤΗΣΙΣ ΜΔʹ. Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας· καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀποδημίαν ἐπιτρεπέτω τῷ δυναμένῳ ἀβλαβῶς τῇ ἑαυτοῦ ψυχῇ καὶ ὠφελίμως τοῖς συντυγχάνουσιν αὐτὴν ἐκτελεῖν. Ὡς ἐὰν μὴ παρῇ ὁ ἐπιτήδειος, βέλτιον ἐν ἐνδείᾳ τῶν ἀναγκαίων πᾶσαν θλίψιν καὶ στενοχωρίαν μέχρι καὶ θανάτου ὑπενεγκεῖν, ἢ παραμυθίας ἕνεκεν σωματικῆς βλάβην ψυχῆς ὁμολογουμένην περιορᾷν. Καλὸν γάρ μοι, φησὶν ὁ Ἀπόστολος, μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· καὶ τοῦτο ἐν τοῖς ἐπ’ ἐξουσίας· πόσῳ οὖν μᾶλλον ἐν τοῖς κατ’ ἐντολήν;
Καίτοιγε οὐδὲ τοῦτο ἀπαραμύθητον ὁ τῆς ἀγάπης νόμος ἀφίησιν. Ἐὰν γὰρ συμβῇ μὴ παρεῖναι μιᾷ ἀδελφότητι τὸν ἐπιτηδείως ἀποστελλόμενον, οἱ σύνεγγυς τὸ λεῖπον ἀναπληρώσουσι, κοινὰς τὰς ἀποδημίας καὶ ἀχωρίστους ἀλλήλων ποιούμενοι, ὡς τούς τε κατὰ ψυχὴν ἀσθενεῖς, ἢ καὶ κατὰ τὸ σῶμα σαθροὺς ἐν τῇ τοιαύτῃ κοινωνίᾳ τοῖς ἰσχυροτέροις συνδιασώζεσθαι, πόῤῥωθεν καὶ τοῦτο τοῦ πεπιστευμένου προκαθιστῶντος, ὡς μὴ παρ’ αὐτὰ ἐπὶ τῆς χρείας ἄπορον ἐκ τοῦ καιροῦ τῆς στενοχωρίας τὴν παραμυθίαν εὑρίσκεσθαι. Μετὰ δὲ τὴν ἐπάνοδον ἀνακρινέτω τὸν ἀπόδημον, τίνες αἱ πράξεις, ποταπῶν ἀνδρῶν αἱ συντυχίαι αὐτῷ γεγόνασιν· οἱ λόγοι τίνες, οὓς πρὸς αὐτοὺς ἐποιήσατο· ποῖα τὰ τῆς ψυχῆς αὐτοῦ διανοήματα· εἰ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα τῷ φόβῳ τοῦ Θεοῦ συζῶν ἐξετέλεσεν, ἤ που παρετράπῃ, καὶ παρεκίνησέ τι τῶν δεδογμένων, ἢ ταῖς ἔξωθεν περιστάσεσιν ἐνδοὺς, ἢ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ παραῤῥυείς.
Καὶ τὸ μὲν ὀρθῶς ἐπιτελεσθὲν ἀποδοχῇ βεβαιούτω· τὸ δὲ ἐσφαλμένον τῇ ἐμμελεῖ καὶ ἐπιστημονικῇ διδασκαλίᾳ διορθούσθω. Οὕτω γὰρ νηφαλιώτεροί τε οἱ ὁδεύοντες ἔσονται τῇ φροντίδι τῆς ἀποδόσεως τοῦ λόγου, καὶ ἡμεῖς δόξομεν μήτε ἐν καιρῷ τοῦ χωρισμοῦ ἀμελεῖν αὐτῶν τῆς ζωῆς. Καὶ τοῖς ἁγίοις δὲ τοῦτο εἶναι σύνηθες ἡ ἱστορία τῶν Πράξεων παραδίδωσι, διδάσκουσα ἡμᾶς ὅπως μὲν Πέτρος τὸν λόγον τῆς τῶν ἐθνῶν κοινωνίας, ἐπανελθὼν εἰς τὰ Ἱεροσόλυμα, τοῖς ἐκεῖ ἀποδίδωσιν· ὅπως δὲ Παῦλος καὶ Βαρνάβας παραγενόμενοι, καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν· καὶ πάλιν, ὅτι ἐσιώπησεν ἅπαν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεός. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι τὰς περιδρομὰς καὶ πραγματείας καὶ τὰ καπηλικὰ κέρδη παντὶ τρόπῳ φευκτέον ταῖς ἀδελφότησι.
ΕΡΩΤΗΣΙΣ ΜΕʹ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ.
Ἐπειδὴ συμβαίνει πολλάκις ἢ δι’ ἀσθένειαν σώματος, ἢ ἀποδημίας ἀνάγκην, ἢ κατά τινα ἄλλην περίστασιν, χωρίζεσθαι τῆς ἀδελφότητος τὸν προεστῶτα, ἔστω τις καὶ ἕτερος μετὰ δοκιμασίας αὐτοῦ τε καὶ ἄλλων τῶν ἱκανῶν δοκιμάζειν, εἰς τοῦτο ἐξειλεγμένος, εἰς τὸ, ἀπόντος ἐκείνου, διαδέχεσθαι τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν, ὥστε καὶ τοῖς παροῦσι παρ’ ἑνὸς γίνεσθαι τὰς παρακλήσεις τοῦ λόγου· ἀλλὰ μὴ ἐν τῇ ἀποδημίᾳ τοῦ προεστῶτος δημοκρατικόν τι σχῆμα μεταλαμβάνειν τὴν ἀδελφότητα ἐπὶ διαλύσει τοῦ κανόνος καὶ τῆς παραδεδομένης εὐταξίας· φυλάσσεσθαι δὲ τὰ μετὰ δοκιμασίας ἐγκριθέντα εἰς δόξαν Θεοῦ, καὶ τοῖς ἐπιδημοῦσι δὲ τῶν ξένων εἶναι τὸν ἀποκρινόμενον συνετῶς, ἵνα οἵ τε τὸν λόγον ἐπιζητοῦντες οἰκοδομῶνται τῆς ὑποθέσεως ἐπαξίως, καὶ τὸ κοινὸν τῆς ἀδελφότητος μὴ καταισχύνηται, Τὸ γὰρ πάντας ὁμοίως ἐπιπηδᾷν τῷ λόγῳ, θορύβου αἴτιον, καὶ ἀταξίας σημεῖον· τοῦ Ἀποστόλου μηδὲ τοὺς κατηξιωμένους τοῦ χαρίσματος τῆς διδασκαλίας πλείους ἐπὶ τὸ αὐτὸ λαλεῖν συγχωρήσαντος, δι’ ὧν φησιν· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν τὸ ἄτοπον τῆς τοιαύτης ἀταξίας διελέγχοντος ἐν τῷ λέγειν· Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσι γλώσσαις, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε;
Καὶ ἐὰν ὑπὸ ἀγνοίας δὲ ἄλλῳ προσαγάγῃ τὰς ἐπερωτήσεις ὁ ξένος, κἂν ἔχῃ ἀποκρίνεσθαι ἀνενδεῶς ὁ παρὰ πρόσωπον ἐπερωτηθεὶς, ὅμως τῆς εὐταξίας ἕνεκεν αὐτὸς μὲν σιωπάτω, ὑποδεικνύτω δὲ τὸν τὸ μέρος τοῦτο πεπιστευμένον, ὡς ἐποίησαν οἱ ἀπόστολοι ἐπὶ τοῦ Κυρίου, ὥστε εὔτακτον καὶ εὐσχήμονα τὴν χρῆσιν τοῦ λόγου γίνεσθαι. Εἰ γὰρ ἐπὶ τῆς σωμάτων θεραπείας οὔτε σιδήρῳ παντός ἐστι χρήσασθαι ἐπὶ τῶν ἀσθενούντων, ἀλλὰ τοῦ τέχνην ἀνειληφότος, καὶ χρόνῳ μακρῷ, καὶ πείρᾳ, καὶ μελέτῃ τῶν ἔργων, καὶ διδασκαλίᾳ τῶν ἐπιστημόνων· τίνα ἔχει λόγον τῇ διὰ τοῦ λόγου θεραπείᾳ τοὺς τυχόντας ἐπιπηδᾷν; Ἐν ᾧ καὶ τὸ μικρότατον παροφθὲν μεγίστην φέρει τὴν ζημίαν. Παρ’ οἷς γὰρ οὐδὲ ἄρτου μετάδοσις τοῖς τυχοῦσιν ἐφίεται, ἀλλ’ ἑνὶ προσήκει ἡ τοιαύτη διακονία, τῷ μετὰ δοκιμασίας πεπιστευμένῳ, παρὰ τούτοις πῶς οὐχὶ πολὺ πλέον τὴν πνευματικὴν τροφὴν ἐξειλεγμένως καὶ παρατετηρημένως ὑφ’ ἑνὸς τῶν δυνατωτέρων προσάγεσθαι χρὴ τοῖς αἰτοῦσιν; Ὥστε οὐ τῆς τυχούσης αὐθαδείας τὸν ἐπερωτηθέντα κρῖμα Θεοῦ, ἀδεῶς οὕτω καὶ ὡς ἔτυχε κατατολμᾷν τῆς ἀποκρίσεως, ἀλλὰ μὴ ὑποδεικνύειν τὸν ἐγκεχειρισμένον τὴν τοῦ λόγου οἰκονομίαν, ὃς, διὰ τὸ πιστὸς εἶναι πάντως καὶ φρόνιμος οἰκονόμος, ἐπελέγη εἰς τὸ διαδιδόναι μὲν ἐν καιρῷ τὴν πνευματικὴν τροφὴν, οἰκονομεῖν δὲ τοὺς λόγους αὐτοῦ ἐν κρίσει, καθὼς γέγραπται.
Κἂν διαφεύγῃ δέ τι τὸν ὀφείλοντα ἀποκρίνεσθαι, καὶ ἄλλος ἐξεύρῃ, μὴ τῷ ἐλέγχῳ εὐθὺς ἐπιπηδάτω, ἀλλ’ ἰδίᾳ ὑποβαλλέτω τὸ παραστάν. Ἐπάρσεως γὰρ ἀφορμὴ ἐκ τούτου κατὰ τῶν προεχόντων τοῖς ὑποδεεστέροις γίνεται, ὥστε, κἂν χρησίμως ἀποκριθῇ τις, μὴ καθηκόντως δὲ, ἔνοχός ἐστι τοῖς τῆς ἀταξίας ἐπιτιμίοις.
ΕΡΩΤΗΣΙΣ Μϛʹ. Περὶ τοῦ μὴ συγκρύπτειν ἁμαρτήματα ἀδελφῷ ἢ ἑαυτῷ. ΑΠΟΚΡΙΣΙΣ Πᾶν δὲ ἁμάρτημα ἀναφέρεσθαι δεῖ τῷ προεστῶτι, ἢ παρ’ αὐτοῦ τοῦ ἡμαρτηκότος, ἢ παρὰ τῶν συνεγνωκότων, ἐὰν αὐτοὶ θεραπεῦσαι μὴ δυνηθῶσι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον. Κακία γὰρ σιωπηθεῖσα νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν ἐγκατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν διὰ ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε ἢ διὰ ἐμέτου ἀποῤῥίψαι τὸ βλάπτον, ἢ καθόλου διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας· οὕτω, δηλονότι, καὶ τὸ κρύπτειν ἁμαρτίαν συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία.
Κρείσσους δὲ ἔλεγχοι μετὰ παῤῥησίας κρυπτομένης φιλίας. Μήτε οὖν ἄλλος ἄλλῳ συγκρυπτέτω, ἵνα μὴ ἀδελφοκτόνος ἀντὶ φιλαδέλφου γένηται, μήτε αὐτὸς ἑαυτῷ. Ὁ γὰρ μὴ ἰώμενος, φησὶν, ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
ΕΡΩΤΗΣΙΣ ΜΖʹ. Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προεστῶτος τυπούμενα. ΑΠΟΚΡΙΣΙΣ Τὸν δὲ μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ φανερῶς ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. Εἰ δὲ αὐτὸς αἰσχύνοιτο, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω, ἵνα, εἰ μὲν παρὰ τὴν Γραφὴν εἴη ἡ διαταγὴ, ἐξέληται καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς ἀδελφοὺς βλάβης· εἰ δὲ δειχθείη κατὰ λόγον τὸν προσήκοντα γενομένη, καὶ ἑαυτὸν διακρίσεως ματαίας καὶ ἐπικινδύνου ἐλευθερώσῃ. Ὁ γὰρ διακρινόμενος, φησὶν, ἐὰν φάγῃ, κατακέκριται· ὅτι οὐκ ἐκ πίστεως· καὶ τοῖς ἁπλουστέροις μηδένα. δυσπειθείας ὄλισθον ἐμποιήσῃ. Συμφέρει γὰρ, φησὶν ὁ Κύριος, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἐὰν δέ τινες ἐπιμένωσι τῇ ἀπειθείᾳ, λάθρα μὲν καταμεμφόμενοι, μὴ δημοσιεύοντες δὲ τὴν λύπην, ὡς καὶ διακρίσεως αἴτιοι τῇ ἀδελφότητι, καὶ τὴν πρὸς τὰς ἐντολὰς πληροφορίαν διασαλεύοντες, καὶ δυσπειθείας καὶ παρακοῆς διδάσκαλοι, ἐκβαλλέσθωσαν τῆς ἀδελφότητος. Ἔκβαλλε γὰρ, φησὶ, λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· καὶ πάλιν· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Διότι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
ΕΡΩΤΗΣΙΣ ΜΗʹ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. ΑΠΟΚΡΙΣΙΣ. Ὑπὲρ δὲ τοῦ μὴ ῥᾳδίως τινὰ τῷ τοιούτῳ πάθει τῆς διακρίσεως εἰς βλάβην ἑαυτοῦ καὶ τῶν ἑτέρων περιπίπτειν, ἐκεῖνο καθόλου παραφυλακτέον ἐν ἀδελφότητι, τὸ τὴν ἀρχὴν μηδένα τὰς τοῦ προεστῶτος οἰκονομίας περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν τὰ γινόμενα ἐκτὸς τῶν ἐγγυτέρων τοῦ προεστῶτος καὶ βαθμῷ καὶ συνέσει· οὓς καὶ εἰς τὴν περὶ τῶν κοινῶν βουλήν τε καὶ σκέψιν ἀναγκαίως παραλήψεται, πειθόμενος τῇ παραινέσει τοῦ εἰπόντος· Μετὰ βουλῆς πάντα ποίει. Εἰ γὰρ τῶν ψυχῶν ἡμῶν ἐπετρέψαμεν αὐτῷ τὴν οἰκονομίαν, ὡς Θεῷ τὸν λόγον δώσοντι, ἀλόγιστον παντελῶς περὶ τῶν εὐτελεστάτων ἀπιστεῖν, καὶ ὑποψιῶν ἀτόπων κατὰ τοῦ ἀδελφοῦ αὐτόν τε πληροῦσθαι, καὶ τοῖς ἄλλοις ἀφορμὴν παρέχειν. Διόπερ, ἵνα μὴ τοῦτο συμβαίνῃ, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω· καὶ τῇ φροντίδι τῶν αὐτῷ ἐπιβαλλόντων ὅλον ἑαυτὸν ἀποδοὺς, μηδὲν τὰς ἄλλας οἰκονομίας περιεργαζέσθω, μιμούμενος τοὺς ἁγίους μαθητὰς τοῦ Κυρίου, ἐφ’ ὧν, καίτοι τοῦ πράγματος τοῦ κατὰ τὴν Σαμαρεῖτιν εἰς ὑποψίαν ἀγαγεῖν δυναμένου, ὅμως Οὐδεὶς, φησὶν, εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ’ αὐτῆς;
ΕΡΩΤΗΣΙΣ ΜΘʹ. Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Περὶ δὲ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι, ὅταν ἀσύμφωνοί τινες ὦσι περί τινος πράγματος, οὐ χρὴ φιλονείκως ἀλλήλοις ἀντιτείνειν, ἀλλὰ ταμιεύεσθαι τοῖς δυνατωτέροις τὴν ἐπίκρισιν. Ὥστε δὲ μήτε τὴν τάξιν συγχεῖσθαι, πάντων ἐπερωτώντων, καὶ πάντοτε, μήτε ἀφορμὴν ἐρεσχελίας καὶ φλυαρίας ἐγγίνεσθαι, ἕνα τινὰ εἶναι χρὴ τὸν δοκιμασθέντα, δυνατῶς ἔχειν ἢ εἰς κοινὴν ἐπίσκεψιν προτιθέναι τῇ ἀδελφότητι τὰ παρά τισιν ἀμφιβαλλόμενα, ἢ τῷ προέχοντι ἀνατίθεσθαι. Ἀκολουθοτέρα γὰρ καὶ ἐπιστημονικωτέρα ἡ διάσκεψις οὕτω τῶν ζητουμένων γενήσεται. Εἰ γὰρ ἑκάστῳ πράγματι ἐπιστήμης καὶ ἐμπειρίας χρεία, πολλῷ πλέον ἐν τοῖς τοιούτοις. Καὶ εἰ ἐργαλείων χρῆσιν οὐκ ἄν τις ἐπιτρέψειεν ἀπείροις, πολλῷ μᾶλλον χρὴ τὴν τῶν λόγων μεταχείρισιν τοῖς δυνατοῖς συγχωρεῖν· οἳ καὶ τόπον καὶ καιρὸν καὶ τρόπον τῶν ἐπερωτήσεων ἱκανοὶ ἔσονται διαγινώσκειν, ἀφιλονείκως τε καὶ φρονίμως ἀντιθέντες, καὶ συνετῶς ἀκούοντες, ἀκριβῶς φυλάσσειν τῶν ἐπιζητηθέντων τὰς λύσεις πρὸς οἰκοδομὴν τοῦ κοινοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.