Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Διακονία, σχέσεις με τον κόσμο και άλλες αδελφότητες

Η διακονία των αδελφών, η αποφυγή μεριμνών για τους κατά σάρκα συγγενείς, η επικοινωνία με γυναικείες αδελφότητες και η πνευματική ωφέλεια από την ένωση των μονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 12

ΕΡΩΤΗΣΙΣ Λʹ. Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τοὺς προεστῶτας. ΑΠΟΚΡΙΣΙΣ. Τὸν δὲ προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ καὶ αὐτὸς ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀλλ’ ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑνὸς ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως, ἀγωνίας τε καὶ ἀγῶνος· οὕτω καὶ πολλῷ πλέον ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον δώσων, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει.

Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται αὐτῷ ὁ σκοπὸς, τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ἁπάντων ἔσχατος, καὶ πάντων διάκονος.

ΕΡΩΤΗΣΙΣ ΛΑʹ. Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. Χρὴ μέντοι καὶ τὴν σωματικὴν ὑπηρεσίαν παρὰ τῶν προέχειν δοκούντων ἐν τῇ ἀδελφότητι προσαγομένην τοὺς πολλοὺς καταδέχεσθαι. Ὁ γὰρ τῆς ταπεινοφροσύνης λόγος καὶ τῷ μείζονι τὸ ὑπηρετεῖν ὑποβάλλει, καὶ τῷ ἐλάττονι τὸ ὑπηρετεῖσθαι οὐκ ἀφαρμόζον δείκνυσι. Τὸ γὰρ ὑπόδειγμα τοῦ Κυρίου πρὸς τοῦτο ἡμᾶς ὁδηγεῖ, τοῦ μὲν νίψαι τοὺς πόδας τῶν ἑαυτοῦ μαθητῶν μὴ ἀπαξιώσαντος, τῶν δὲ πρὸς τοῦτο μὴ τολμησάντων ἐνστῆναι. Ἀλλὰ καὶ ὁ διὰ πολλὴν εὐλάβειαν τὰ πρῶτα μὴ καταδεξάμενος Πέτρος εὐθέως ἑαυτὸν πρὸς τὴν ὑπακοὴν μετέβαλε, τὸν ἐκ τῆς ἀπειθείας κίνδυνον διδαχθείς.

Οὐκ ἔστιν οὖν φόβος τῷ ὑπηκόῳ, μὴ λυθῇ αὐτῷ τῆς ταπεινοφροσύνης σκοπὸς, ὑπηρετουμένῳ ποτὲ παρὰ τοῦ μείζονος. Διδασκαλίας γὰρ αὐτῷ ἕνεκεν, καὶ ὑποδείγματος ἐνεργοῦς μᾶλλον, ἢ καὶ χρείας πολλάκις ἀναγκαίας ἡ ὑπηρεσία προσάγεται. Ἐν οὖν τῇ ὑπακοῇ καὶ τῇ μιμήσει τὸ ταπεινὸν ἐπιδεικνύσθω.

Καὶ μὴ ἀντιδιατιθέμενος, σχήματι ταπεινοφροσύνης, ὑπερηφανίας ἔργον καὶ ἀλαζονείας ποιείτω. Ἡ γὰρ ἀντιλογία τὸ αὐτοκρατορικὸν καὶ τὸ ἀνυπότακτον δείκνυσι. Φυσιώσεως οὖν μᾶλλον καὶ καταφρονήσεως ἀπόδειξιν ἔχει, ἀλλ’ οὐχὶ ταπεινότητος καὶ τῆς ἐν πᾶσιν ὑπακοῆς. Διόπερ ἀναγκαῖον πείθεσθαι τῷ εἰπόντι· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.

ΕΡΩΤΗΣΙΣ ΛΒʹ. Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους διακεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Χρὴ μέντοι τοὺς ἅπαξ παραδεχθέντας εἰς τὴν ἀδελφότητα μὴ ἐπιτρέπεσθαι παρὰ τοῦ προεστῶτος πρὸς μηδὲν ἀπομετεωρίζεσθαι· μηδὲ προφάσει οἰκείων ἐπισκέψεως ἀναχωρεῖν τῶν ἀδελφῶν, καὶ ἀμάρτυρον ζωὴν διάγειν, μήτε φροντίδας συγχωρεῖσθαι ἔχειν ἐν τῇ προστασίᾳ τῶν συγγενῶν κατὰ σάρκα. Ὅλως μὲν γὰρ ἀποδοκιμάζει ὁ λόγος τὸ ἐμὸν καὶ τὸ σὸν ἐν ἀδελφότητι λέγεσθαι· Ἦν γὰρ, φησὶ, πάντων τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Οἱ οὖν κατὰ σάρκα τινὸς γονεῖς, ἢ ἀδελφοὶ, εἰ μὲν κατὰ Θεὸν ζῶσιν, ὑπὸ πάντων τῶν ἐν τῇ ἀδελφότητι ὡς κοινοὶ πατέρες ἢ οἰκεῖοι θεραπευέσθωσαν.

Ὅστις γὰρ ἂν ποιῇ, φησὶν ὁ Κύριος, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Καὶ τούτων δὲ τὴν ἐπιμέλειαν διαφέρειν δοκιμάζομεν τῷ προεστῶτι τῆς ἀδελφότητος. Εἰ δὲ ἐμπεπλεγμένοι εἰσὶ τῷ κοινῷ βίῳ, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος, τοῖς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως κατορθοῦν ἐσπουδακόσι. Πρὸς γὰρ τῷ ἐκείνοις μηδὲν παρέχειν ὄφελος, ἔτι καὶ τὴν ἑαυτῶν ζωὴν θορύβων καὶ ταραχῆς πληροῦμεν, καὶ ἁμαρτιῶν ἀφορμὰς ἐπισπώμεθα. Ἀλλὰ οὐδὲ ἐρχομένους εἰς ἐπίσκεψιν τῶν ποτὲ οἰκείων, τοὺς καταφρονοῦντας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ τὸ ἔργον τῆς εὐσεβείας ἐξουθενοῦντας, ἀκόλουθον παραδέχεσθαι, ὡς οὐκ ἀγαπῶντας τὸν Κύριον τὸν εἰπόντα·

Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ. Τίς δὲ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ ὅτι μάλιστα δεῖ παντὶ τρόπῳ σπουδάζειν περιαιρεῖν τῶν ἔτι ἐν γυμνασίᾳ τῶν κατορθωμάτων τὰς πρὸς τὸ ἁμαρτάνειν ἀφορμὰς, ὧν μεγίστη ἐστὶν ἡ μνήμη τοῦ προτέρου βίου, μήποτε πάθωσι τὸ εἰρημένον ὅτι, Ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον· ὅπερ ἐν τῇ συνεχεῖ ὁμιλίᾳ τῶν κατὰ σάρκα οἰκείων ὡς τὰ πολλὰ γίνεται. Καθόλου δὲ οὔτε οἰκεῖον οὔτε ξένον ἐπιτρέπειν χρὴ λόγους τινὰς προσάγειν τοῖς ἀδελφοῖς, ἐὰν μὴ πεισθῶμεν περὶ αὐτῶν, ὅτι πρὸς οἰκοδομὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ποιοῦνται τὰς διαλέξεις. Εἰ δὲ χρεία γένοιτο λόγου πρὸς τοὺς ἅπαξ συνεμπεσόντας, παρὰ τῶν πεπιστευμένων τὸ τοῦ λόγου χάρισμα γινέσθω, ὡς ἐχόντων δύναμιν μετ’ ἐπιστήμης εἰπεῖν καὶ ἀκοῦσαι πρὸς οἰκοδομὴν τῆς πίστεως· σαφῶς τοῦ Ἀποστόλου διδάσκοντος μὴ πᾶσι παρεῖναι τὴν τοῦ λόγου δύναμιν, ἀλλ’ ὀλίγοις ὑπάρχειν τὸ χάρισμα, δι’ ὧν φησιν· ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ἀλλαχοῦ· Ἵνα δυνατὸς ᾖ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.

ΕΡΩΤΗΣΙΣ ΛΓʹ. Τίς ὁ τρόπος τῆς πρὸς τὰς ἀδελφὰς συντυχίας. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἅπαξ γάμον ἀπαρνησάμενος ἀπαρνήσεται, δηλονότι, πολὺ πρότερον τὰς μερίμνας, ἅς φησιν ὁ Ἀπόστολος μεριμνᾷν τὸν γεγαμηκότα, πῶς ἀρέσει τῇ γυναικὶ αὑτοῦ, καὶ καθαρίσει ἑαυτὸν παντάπασι πάσης μερίμνης τῆς πρὸς ἀρέσκειαν γυναικὸς γινομένης, φοβούμενος τὸ κρῖμα τοῦ εἰπόντος ὅτι, Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Ὥστε πρὸς ἀρέσκειαν μὲν οὐδὲ ἀνδρὶ συντυχεῖν ἀνέξεται· ἕνεκεν δὲ τῆς κατ’ ἐντολὴν Θεοῦ ὀφειλομένης ἑκάστῳ παρὰ τοῦ πλησίον σπουδῆς τῆς χρείας ἀπαιτούσης ἐπὶ τὴν συντυχίαν ἐλεύσεται. Οὐ μὴν οὐδὲ τοῖς βουλομένοις ἁπλῶς ἐφίεσθαι χρὴ τὴν συντυχίαν, οὐδὲ καιρὸς πρὸς ταύτην, οὐδὲ τόπος πᾶς ἐπιτήδειος. Ἀλλ’ εἴ γε μέλλοιμεν κατὰ τὸ πρόσταγμα τοῦ Ἀποστόλου ἀπρόσκοποι γίνεσθαι καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν, καὶ πάντα πρὸς οἰκοδομὴν ποιεῖν, ἀνάγκη καὶ πρόσωπον, καὶ καιρὸν, καὶ χρείαν, καὶ τόπον κατ’ ἐκλογὴν ἀφωρίσθαι πρεπόντως· δι’ ὧν ἁπάντων ὑπονοίας μὲν πονηρᾶς καὶ σκιὰ πᾶσα ἐξελαθήσεται, σεμνότητος δὲ καὶ σωφροσύνης ἀπόδειξις ἐν παντὶ τρόπῳ ἐπιφανήσεται τοῖς δοκιμασθεῖσιν ὁρᾷν ἀλλήλους, καὶ βουλεύεσθαι περὶ τῶν ἀρεσκόντων Θεῷ κατά τε τὴν σωματικὴν χρείαν καὶ τὴν τῶν ψυχῶν ἐπιμέλειαν.

Ἔστωσαν δὲ μὴ ἐλάττους τῶν δύο ἐξ ἑκατέρου μέρους· τὸ γὰρ ἓν πρόσωπον εὐεπηρέαστον εἰς ὑποψίαν, ἵνα μὴ πλέον τι λέγω καὶ ἀσθενέστερον πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν, σαφῶς τῆς Γραφῆς διαγορευούσης ἐπὶ δύο καὶ τριῶν ἵστασθαι πᾶν ῥῆμα· μήτε τῶν τριῶν πλείους, ὥστε μὴ τὴν σπουδὴν τῆς φιλεργίας τῆς διὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γινομένης ἐμποδίζεσθαι.

Εἰ δέ τινας τῶν ἄλλων τῶν ἐν τῇ ἀδελφότητι χρεία γένοιτο εἰπεῖν ἢ καὶ ἀκοῦσαί τι ἰδίᾳ τινὶ διαφέρον, μὴ αὐτοὶ ἐκεῖνοι εἰς ὁμιλίαν ἐρχέσθωσαν ἀλλήλοις· οἱ δὲ ἐπιλεγέντες πρεσβύτεροι ταῖς ἐπιλεγείσαις πρεσβυτέραις τὰ παρ’ αὐτῶν διακονείτωσαν, καὶ οὕτω διὰ τῆς τούτων μεσιτείας ἡ τοῦ λόγου χρεία πληρούσθω. Ἡ δὲ αὐτὴ εὐταξία οὐ μόνον ἐν γυναιξὶ πρὸς ἄνδρας, ἢ ἀνδράσι πρὸς γυναῖκας, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς τοὺς ὁμογενεῖς φυλασσέσθω. Οὗτοι μὲν οὖν ἔστωσαν μετὰ τῆς ἄλλης ἐν πᾶσιν εὐλαβείας τε καὶ σεμνότητος, καὶ συνετοὶ πρός τε ἐπερώτησιν καὶ ἀπόκρισιν, πιστοί τε καὶ φρόνιμοι πρὸς τὴν τῶν λεγομένων οἰκονομίαν, καὶ πληροῦντες τό· Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὥστε καὶ τοῖς ἐμπιστεύουσιν αὐτοῖς ὁμοῦ τήν τε χρείαν πληροῦσθαι, καὶ τὴν πληροφορίαν ὑπάρχειν περὶ τῶν ἐν αὐτοῖς κινουμένων.

Ὑπηρετείτωσαν δὲ καὶ ταῖς τοῦ σώματος χρείαις ἄλλοι τινὲς, καὶ αὐτοὶ μετὰ δοκιμασίας, τήν τε ἡλικίαν προήκοντες καὶ τὸ σχῆμα καὶ τὸ ἦθος σεμνοὶ, πρὸς τὸ μὴ πλῆξαί τινος συνειδὸς εἰς ὑποψίαν κακήν. Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;

ΕΡΩΤΗΣΙΣ ΛΔʹ. Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τῶν ἔσω δὲ τὰ πρὸς τὴν χρείαν ἐπινεμόντων ἐν ἑκάστῳ τάγματι πάντως ἔσονταί τινες οἱ δυνάμενοι μιμεῖσθαι τοὺς ἐν ταῖς Πράξεσι ποιοῦντας τὸ εἰρημένον ὅτι, Διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε· πρόνοιαν ποιούμενοι πολλὴν τοῦ τε εὐσπλάγχνου καὶ μακροθύμου πρὸς πάντας, καὶ τοῦ μήτε ὑποψίαν δοῦναί τινι προσπαθείας, ἢ προσκλίσεως πρός τινας, κατὰ τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· Μηδὲν ποιῶν κατὰ πρόσκλισιν, ἢ πάλιν φιλονεικίας ἣν ὡς ἀνοίκειον Χριστιανοῖς ὁ αὐτὸς ἀποπέμπεται εἰπών· Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ὡς διὰ τούτων τῶν μὲν ὑφαιρεῖσθαι τὴν χρείαν, πρὸς οὓς ἂν φιλονείκως ἔχωσι, τῶν δὲ ὑπερβαλεῖν, οἷς ἂν προσκεκλιμένοι τυγχάνωσιν. Ἔστι δὲ τὸ μὲν μισαδελφίας, τὸ δὲ προσπαθείας, τῆς μάλιστα διαβεβλημένης, ἐξ ὧν ἡ μὲν ἐξ ἀγάπης σύμπνοια τῆς ἀδελφότητος διασπᾶται, ὑποψίαι δὲ πονηραὶ, καὶ ζῆλοι, καὶ ἔριδες, καὶ ὄκνοι πρὸς τὰς ἐργασίας ἀντεισέρχονται.

Προσπαθείας μὲν οὖν καὶ φιλονεικίας διά τε τὰ εἰρημένα καὶ ἄλλα πολλὰ τοιαῦτα ἐπισυμβαίνοντα καθαρεύειν εἰς ἄκρον ἀναγκαῖον τοὺς τὰ πρὸς τὴν χρείαν ἐπινέμοντας τῇ ἀδελφότητι. Διάθεσίν γε μὴν τοιαύτην ἑαυτοῖς συνειδέναι ὀφείλουσι, καὶ σπουδὴν τοσαύτην ἐπιδείκνυσθαι αὐτοί τε καὶ οἱ τὴν ἄλλην ἐργασίαν πρὸς τὴν τῶν ἀδελφῶν ὑπηρεσίαν ἐκτελοῦντες, ὡς οὐκ ἀνθρώποις, ἀλλ’ αὐτῷ τῷ Κυρίῳ ἐξυπηρετούμενοι, τῷ διὰ πολλὴν ἀγαθότητα εἰς ἑαυτὸν λογιζομένῳ τὴν εἰς τοὺς ἀνακειμένους αὐτῷ τιμήν τε καὶ σπουδὴν, καὶ βασιλείας οὐρανῶν κληρονομίαν ὑπὲρ τούτων ἐπαγγελλομένῳ. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅτι ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἐκ τοῦ ἐναντίου τῆς ἀμελείας γνωρίζειν τὸν κίνδυνον, μεμνημένους τοῦ εἰπόντος·

Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Ὅτι οὐ μόνον τῆς βασιλείας ἐκβάλλονται, ἀλλὰ καὶ τὴν τοῦ Κυρίου φρικώδη καὶ φοβερὰν ἐκείνην ἐκδέχονται κατὰ τῶν τοιούτων ἀπόφασιν· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ δὲ οἱ τὴν ἐπιμέλειαν καὶ τὴν ὑπηρεσίαν προσάγοντες τοσοῦτον μὲν τῆς σπουδῆς τὸ κέρδος εὑρίσκουσι, τοσοῦτον δὲ τῆς ἀμελείας τὸ κρῖμα ἐκδέχονται· πόσου ἀγῶνος χρεία τοῖς ὑποδεχομένοις τὴν ὑπηρεσίαν πρὸς τὸ ἀξίους ἑαυτοὺς ἀποδεῖξαι τῆς τῶν ἀδελφῶν τοῦ Κυρίου προσηγορίας; διὰ τῆς τοῦ Κυρίου διδασκαλίας, εἰπόντος· Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Ἐπεὶ ὅ γε μὴ τὸ θέλημα τοῦ Θεοῦ διὰ παντὸς τοῦ βίου σκοπὸν προθέμενος, ὥστε καὶ ἐν ὑγείᾳ τὸν κόπον τῆς ἀγάπης διὰ τῆς σπουδῆς τῶν τοῦ Κυρίου ἔργων ἐνδείκνυσθαι, καὶ ἐν ἀῤῥωστίᾳ πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς ἐπιδείκνυσθαι, κίνδυνον ἔχει· πρῶτον μὲν καὶ μέγιστον, ὅτι τοῦ Κυρίου ἀπηλλοτρίωται, καὶ τῆς τῶν ἀδελφῶν αὐτοῦ μερίδος, διὰ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, ἑαυτὸν ἀποσχίσας· δεύτερον δὲ, ὅτι ἀναξίως μετέχειν τολμᾷ τῶν τοῖς ἀξίοις ἡτοιμασμένων. Διόπερ ἀναγκαῖον καὶ ἐν τούτῳ μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόντος·

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· καὶ τοὺς εἰς τόπον ἀδελφῶν τοῦ Κυρίου κληθέντας μὴ καθυβρίσαι τὴν τοιαύτην τοῦ Θεοῦ χάριν, μηδὲ προδοῦναι τὸ τοσοῦτον ἀξίωμα διὰ τῆς ἀμελείας τῶν τοῦ Θεοῦ θελημάτων, ὑπακοῦσαι δὲ μᾶλλον τῷ αὐτῷ Ἀποστόλῳ λέγοντι· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε.

ΕΡΩΤΗΣΙΣ ΛΕʹ. Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας συγκροτεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ὑπόδειγμα τῶν μελῶν ἐπὶ πολλὰ ἀγομένων χρησίμως ἡμῖν διαρθροῖ τὸ προκείμενον. Ἐπεὶ οὖν ἔδειξεν ὁ λόγος, ὅτι τῷ μέλλοντι σώματι καλῶς καὶ κατὰ λόγον πρὸς πᾶσαν ἐνέργειαν συνηρμόσθαι χρεία ὀφθαλμῶν, καὶ γλώσσης, καὶ τῶν λοιπῶν, ὅσα ἀναγκαῖα καὶ κυριώτατα, χαλεπὸν δὲ καὶ δυσεύρετον ψυχὴ δυναμένη εἶναι ὀφθαλμὸς πλειόνων. Εἰ γὰρ καὶ προορατικὸν, καὶ ἐν λόγῳ τὸ αὔταρκες ἔχοντα, καὶ νηφαλέον, καὶ εὔσπλαγχνον, καὶ ἐν τελείᾳ καρδίᾳ ἐκζητοῦντα τὰ δικαιώματα τοῦ Θεοῦ, τὸν προεστῶτα τῆς ἀδελφότητος ἐπιζητεῖ ἡ ἀκρίβεια, πῶς δυνατὸν ἐν τῇ αὐτῇ κώμῃ τοιούτων πλειόνων ἐπιτυχεῖν; Εἰ δὲ καὶ συμβαίη ποτὲ εὑρεθῆναι δύο ἢ τρεῖς, ὅπερ οὐκ εὔκολον οὐδὲ ἔγνωμέν ποτε· πολλῷ βέλτιον κοινωνεῖν ἀλλήλοις τοῦ φροντίσματος τούτους καὶ ἐπικουφίζειν τὸν πόνον· ὡς ἐν τῇ τοῦ ἄλλου ἀποδημίᾳ, ἢ ἀσχολίᾳ, ἢ ἐν ἄλλαις τισὶ περιστάσεσι, καθὼς χωρίζεσθαι συμβαίνει τῆς ἀδελφότητος τὸν ἕνα τὸν προεστῶτα, εἶναι τὸν ἕτερον εἰς παραμυθίαν τῆς ἀπολείψεως· ἢ εἰ μὴ τοῦτο, ἀπιέναι εἰς ἄλλην ἀδελφότητα δεομένην τοῦ ὁδηγήσοντος. Πολλὰ δὲ καὶ ἡ τῶν ἔξωθεν πραγμάτων πεῖρα εἰς τὸν προκείμενον σκοπὸν ὠφελεῖν ἡμᾶς δύναται.

Ὡς οὖν καὶ οἱ τῶν κοινῶν τεχνῶν ἔμπειροι ζηλοτύπως ἔχουσι πρὸς τοὺς ἀντιτέχνους, αὐτοῦ τοῦ πράγματος, κατὰ τὸ λανθάνον, τὰς φιλονεικίας ἐμποιεῖν πεφυκότος· οὕτω καὶ ἐπὶ τῆς τοιαύτης ζωῆς, ὡς τὰ πολλὰ, συμβαίνει γίνεσθαι.

Ἀρχόμενοι γὰρ ἀπὸ τοῦ διαμιλλᾶσθαι εἰς τὸ καλὸν καὶ σπουδάζειν ἀλλήλους ὑπερβαλέσθαι, ἢ ἐν ταῖς ξενοδοχίαις, ἢ ἐν τῇ αὐξήσει τοῦ ἀριθμοῦ τῶν συνασκουμένων, ἢ ἐν ἄλλοις τισὶ τοιούτοις ἔργοις, προϊόντες εἰς ἐριθείας ἐκπίπτουσιν. Εἶτα τοῖς μὲν ἐπιδημοῦσι τῶν ἀδελφῶν πολλὴν ἀμφιβολίαν συμβαίνειν γίνεσθαι καὶ δυσκολίαν ἀντὶ ἀναπαύσεως, μεριζομένοις τὸν λογισμὸν, πρὸς τίνας χρὴ καταχθῆναι· ἥ τε γὰρ προτίμησις λυπηρὰ, καὶ τὸ ἀμφοτέρους πληροφορῆσαι ἀδύνατον, καὶ μάλιστα ὅταν ἐπειγόμενοι τυγχάνωσι· τοῖς δὲ ἐξ ἀρχῆς προσιοῦσιν εἰς τὸ συζῇν πολλὴν ἀδημονίαν παρέξουσι, τίνας δεῖ προεστῶτας τῆς ἑαυτῶν ζωῆς ἑλέσθαι, καὶ πάντως ἐκ τοῦ τινας αἱρεῖσθαι, τοὺς λοιποὺς ἀποδοκιμάζειν Εὐθὺς οὖν αὐτοὺς ἀπὸ τῆς πρώτης εἰς ἔπαρσιν συμβαίνει βλάπτεσθαι, οὐχὶ τυποῦντας ἑαυτοὺς εἰς μάθησιν, ἀλλ’ ἐθιζομένους κριτὰς καὶ δοκιμαστὰς τῆς ἀδελφότητος γίνεσθαι. Ὁπότε τοίνυν ἀγαθὸν μὲν οὐδὲν ὁμολογούμενόν ἐστιν ἐν τῇ διαιρέσει τῶν οἰκήσεων, τὰ δὲ ὑπεναντία τοσαῦτα, τὸ χωρίζεσθαι ἀπ’ ἀλλήλων παντελῶς ἀσύμφορον. Εἰ δὲ προειλῆφθαί τινα συμβαίη, ἐπείγεσθαι χρὴ πρὸς τὴν διόρθωσιν, καὶ μάλιστα μετὰ τὴν πεῖραν τῶν βλαβερῶν. Τὸ δὲ ἐπιμένειν τῇ κρίσει φιλονεικία σαφής. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, φησὶν ὁ Ἀπόστολος, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.

Τίνος γὰρ ἕνεκεν φήσουσιν εἰς τὴν συνάφειαν κωλύεσθαι; Πότερον χρειῶν; Ἀλλὰ πολλῷ εὐπορώτεραί εἰσιν ἐν τῇ κοινωνίᾳ, ἑνὸς λύχνου, καὶ μιᾶς ἑστίας, καὶ πάντων τῶν τοιούτων τοῖς πᾶσιν ἐπαρκέσαι δυναμένων. Χρὴ γὰρ, εἴπερ τι ἕτερον, καὶ τὴν ἐν τούτοις εὐχέρειαν μεταδιώκειν ἐκ παντὸς τρόπου, ἐπὶ τὸ ἔλαττον τὰς κτήσεις τῶν ἀναγκαίων συστέλλοντας. Ἔπειτα καὶ τῶν ἔξωθεν τὰς χρείας ἐπεισαγόντων τῇ ἀδελφότητι, ἐν μὲν τῇ διαιρέσει πλειόνων χρεία, ἐν δὲ τῇ συνοικήσει τῶν ἡμίσεων.

Ὅπως δὲ δύσκολόν ἐστιν εὑρεθῆναι ἄνδρα μὴ καταισχύνοντα τὸ ὄνομα τοῦ Χριστοῦ, ἀλλ’ ἀξίαν τοῦ ἐπαγγέλματος τὴν τῶν ἔξωθεν συντυχίαν ἐν ταῖς ἀποδημίαις ποιούμενον, γνώριμον ὑμῖν πρὸ τῶν ἐμῶν λόγων. Εἶτα οἱ ἐπιμένοντες τῇ διαστάσει πῶς δύνανται τοὺς ἐν τῷ κοινῷ βίῳ οἰκοδομεῖν, ἢ πρὸς εἰρήνην συνελαύνοντες, εἴ ποτε δέοι, ἢ πρὸς τὰς ἄλλας ἐντολὰς παρακαλοῦντες, ὑπονοίας πονηρὰς ἐκ τοῦ μὴ ἡνῶσθαι καθ’ ἑαυτῶν παρεχόμενοι; Καὶ πρὸς τούτοις ἀκούομεν τοῦ Ἀποστόλου γράφοντος Φιλιππησίοις, ὅτι Πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.

Τίς οὖν μείζων ἀπόδειξις ταπεινοφροσύνης τοῦ ἀλλήλοις ὑποταγῆναι τοὺς προεστῶτας τῆς ἀδελφότητος; Εἴτε γὰρ ἴσοι εἰσὶν ἐν τοῖς πνευματικοῖς χαρίσμασι, κάλλιόν ἐστιν ἡ συνάθλησις. Ὥσπερ οὖν ὑπέδειξεν ἡμῖν αὐτὸς ὁ Κύριος, ἀνὰ δύο δύο ἀποστείλας· καὶ ὁ ἕτερος αὐτῶν αἱρήσεται πάντως μετὰ χαρᾶς ὑποτετάχθαι τῷ ἑτέρῳ, μεμνημένος τοῦ Κυρίου λέγοντος, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Εἰ δὲ τὸν μὲν ἐλαττοῦσθαι, τὸν δὲ ὑπερέχειν συμβαίνει, ὠφελιμώτερόν ἐστι προσληφθῆναι ὑπὸ τοῦ ἰσχυροτέρου τὸν ἀσθενέστερον. Πῶς δὲ καὶ οὐχὶ φανερὰ παρακοή ἐστι τοῦ ἀποστολικοῦ παραγγέλματος, τοῦ λέγοντος· Μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ ἑτέρων ἕκαστοι; Λογίζομαι γὰρ μὴ εἶναι δυνατὸν ἐν τῇ διαιρέσει τοῦτο κατορθωθῆναι, ἑκάστου τάγματος τὴν μὲν ὑπὲρ τῶν συνόντων μέριμναν ἰδιοποιουμένου, τῆς δὲ ὑπὲρ τῶν ἄλλων φροντίδος ἠλλοτριωμένου, ὅπερ, ὡς εἶπον, σαφῶς ἐναντιοῦται τῷ ἀποστολικῷ παραγγέλματι.

Καὶ τῶν ἐν ταῖς Πράξεσιν ἁγίων πολλάκις μαρτυρουμένων, περὶ ὧν γέγραπται, ποτὲ μὲν ὅτι, Τοῦ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· ποτὲ δὲ ὅτι, Πάντες οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· πρόδηλον ὅτι οὐδεμία διάστασις ἦν ἐν τοῖς πᾶσιν, οὔτε ἐν ἐξουσίᾳ ἑαυτοῦ διῆγεν ἕκαστος, ἀλλὰ ὑπὸ μίαν καὶ τὴν αὐτὴν οἱ πάντες ᾠκονομοῦντο φροντίδα· καὶ ταῦτα ἐν ὅλοις πεντακισχιλίοις τὸν ἀριθμὸν, ἐφ’ ὧν ἴσως οὐκ ὀλίγα ἦν τὰ κατὰ τὸν ἀνθρώπινον λογισμὸν ἐμποδίζειν δοκοῦντα τῇ συναφείᾳ. Ὅπου δὲ τοσοῦτον ἐλαττοῦνται οἱ καθ’ ἑκάστην κώμην εὑρισκόμενοι, τίς ἐπιτρέπει λόγος διεστάναι αὐτοὺς ἀπ’ ἀλλήλων;

Εἴθε δὲ ἦν δυνατὸν μὴ μόνον τοὺς ἐν τῇ αὐτῇ κώμῃ ἐπὶ τὸ αὐτὸ συνηγμένους οὕτως εἶναι, ἀλλὰ καὶ πλείους ἀδελφότητας, ἐν διαφόροις καθεστώσας τόποις, ὑπὸ μιᾷ φροντίδι τῶν δυναμένων ἀπροσκλίτως καὶ σοφῶς οἰκονομεῖν τὰ πάντων ἐν τῇ ἑνότητι τοῦ πνεύματος καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης οἰκοδομεῖσθαι.

ΕΡΩΤΗΣΙΣ Λϛʹ. Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. ΑΠΟΚΡΙΣΙΣ. Τούς γε μὴν ἅπαξ καθομολογησαμένους ἀλλήλοις τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν ἀδιαφόρως ἀναχωρεῖν οὐχ οἷόν τε· διότι τὸ μὴ ἐπιμένειν τοῖς δεδογμένοις δύο αἰτίας ἔχει, ἢ τὴν ἐκ τῆς συνοικήσεως βλάβην, ἢ τὸ ἄστατον τῆς γνώμης τοῦ μεταβαλλομένου. Ὁ μὲν οὖν διὰ τὸ βλάπτεσθαι ἀποσπώμενος ἀδελφῶν μὴ κρυπτέτω καθ’ ἑαυτὸν τὴν αἰτίαν, ἀλλ’ ἐλεγχέτω τὴν βλάβην, κατὰ τὸν τρόπον τὸν παρὰ τοῦ Κυρίου παραδοθέντα, εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν μὲν διορθωθῇ τὸ ἐπιζητούμενον παρ’ αὐτοῦ, τούς τε ἀδελφοὺς ἐκέρδησε, καὶ τὴν κοινωνίαν αὐτῶν οὐκ ἀτιμάζει· ἐὰν δὲ ἐπιμένοντας αὐτοὺς τῷ κακῷ καὶ μὴ καταδεχομένους τὴν διόρθωσιν ἴδῃ, τοῖς τὰ τοιαῦτα κρίνειν ἱκανοῖς ἐπιδείξει· καὶ μετὰ τὴν τῶν πλειόνων μαρτυρίαν τότε χωριζέσθω. Χωρισθήσεται δὲ οὐκέτι ἀδελφῶν, ἀλλὰ ἀλλοτρίων, τοῦ Κυρίου τὸν ἐπιμένοντα τῷ κακῷ ἐθνικῷ καὶ τελώνῃ συγκρίνοντος. Ἔστω γάρ σοι, φησὶν, ὁ τοιοῦτος ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Εἰ δὲ διὰ ἰδίαν κουφότητα ἀποπηδᾷ τῆς συναφείας τῶν ἀδελφῶν, τὸ ἑαυτοῦ ἀσθενὲς θεραπευσάτω, ἢ μὴ καταδεξάμενος, ἀπρόσδεκτος ἔστω ταῖς ἀδελφότησιν. Ἐὰν δὲ διὰ ἐντολὴν τοῦ Κυρίου ἄλλος ἀλλαχοῦ ἕλκηται, οὐ χωρίζονται οἱ τοιοῦτοι, ἀλλ’ οἰκονομίαν πληροῦσιν.

Ἄλλην δὲ αἰτίαν χωρισμοῦ ἀδελφῶν ὁ λόγος οὐ καταδέχεται· πρῶτον μὲν, ὅτι τὸ συναγαγὸν ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀτιμάζεται· ἔπειτα δὲ, ὅτι οὐδὲ ἡ συνείδησις ἑκάστου πρὸς τὸν ἕτερον καθαρεύειν δυνήσεται, ἀλλὰ δι’ ὑποψίας ἀλλήλοις ἔσονται. Τοῦτο δὲ ἐναντιοῦται σαφῶς τῷ προστάγματι τοῦ Κυρίου εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.