Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Η συντριβή της τυραννίας του εχθρού και η αποκατάσταση του ανθρώπου

Η τελική νίκη επί του διαβόλου μέσω του πάθους του Χριστού, η λύτρωση του ανθρώπου και η επάνοδος στην κοινωνία με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 6

Ἐπεὶ οὖν ἐξεβλήθη ἡ πονηρὰ αὐτοῦ τυραννὶς, καὶ ἐκαθάρθη ὁ περίγειος τόπος διὰ τοῦ σωτηρίου πάθους, τοῦ εἰρηνεύσαντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς, κηρύσσεται ἡμῖν λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν· Ἰωάννου μὲν λέγοντος· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ Κυρίου δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας κηρύσσοντος· καὶ ἔτι πρότερον τῶν ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· καὶ τῶν ἀγαλλιωμένων ἐπὶ τῇ εἰς Ἱερουσαλὴμ εἰσόδῳ τοῦ Κυρίου ἡμῶν, καὶ κραζόντων· Εἰρήνη ἐν οὐρανοῖς, καὶ δόξα ἐν ὑψίστοις. Καὶ ὅλως, μυρίαι εἰσὶ τῶν ἐπινικίων αἱ φωναὶ, τὴν εἰς τέλος καθαίρεσιν τοῦ ἐχθροῦ παριστῶσαι, ὡς οὐδεμιᾶς πάλης, οὐδὲ ἀγῶνος ἐν τοῖς ἄνω ὑπολειπομένου ἡμῖν, οὐδέ τινος ἀνθισταμένου καὶ παρατρέποντος ἡμᾶς τῆς μακαρίας ζωῆς, ἀλλ᾽, ἄλυπον ἡμῶν τὴν διαδοχὴν ἐχόντων πρὸς τὸ ἑξῆς, καὶ ἀπολαυόντων ἡμῶν τοῦ ξύλου τῆς ζωῆς εἰς τὸ διηνεκὲς, οὗ μετασχεῖν ἐξ ἀρχῆς διὰ τὴν τοῦ ὄφεως ἐπιβουλὴν ἐκωλύθημεν. Ἔταξε γὰρ ὁ Θεὸς τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς· ἣν παρελθόντες ἀκωλύτως, εἴσω γενοίμεθα τῆς ἀπολαύσεως τῶν καλῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.