Φύγωμεν οὖν ὅπως ἔνι τάχους, μὴ ἑαυτοὺς ἑκόντες συμπνίξωμεν. Εἰ δ᾽ ἄρα τις καὶ πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ᾽ ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν, ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον, ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε, καὶ μιμησάσθω τοὺς τῆς θαλάττης ἐργάτας. Ἐκεῖνοι γὰρ, εἰ καί τι τῶν ἀναγκαίων ἐπὶ τῆς νηὸς ἄγοντες τύχοιεν, κλύδων δὲ ἐπαναστῇ ζέων ἐκ τοῦ πελάγους αὐτοῖς, καὶ καλύπτειν ἀπειλήσῃ πεπιεσμένην τῷ φόρτῳ τὴν ναῦν, ὅπως ἔχουσι τάχους, τὸ πολὺ τοῦ βάρους ἀποσκευάζουσι, καὶ τὴν ἐμπορίαν ἀφειδῶς ἀντλοῦσιν εἰς θάλασσαν, ὥστε ὑψηλοτέραν ποιῆσαι τὴν ναῦν τοῦ κύματος, καὶ μόναις ταῖς ψυχαῖς, εἴπερ οἷόν τε, καὶ τοῖς σώμασιν ἐκ τοῦ κινδύνου δοῦναι φυγήν. Πολλῷ δὲ ἐκείνων δήπου μᾶλλον ταῦτα ἡμᾶς βουλεύεσθαί τε προσήκει καὶ πράττειν. Ἐκεῖνοι μὲν γὰρ ὅπερ ἂν ἀποῤῥίψωσιν, εὐθέως ἀπώλεσαν, καὶ περιίσταται λοιπὸν βία πενίας αὐτοῖς· ἡμεῖς δὲ ἐφ᾽ ὅσον ἂν τὸν πονηρὸν ἐξαντλήσωμεν φόρτον, πλείονα καὶ βελτίονα ταῖς ψυχαῖς πλοῦτον ἐπισωρεύσομεν.