Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι οὐ δεῖ τοῖς κοσμικοῖς προσκεῖσθαι

Μέγας Βασίλειος

Η ματαιότητα των κοσμικών ηδονών και η ζωή ως πορεία

Εισαγωγικές παραινέσεις για την αποφυγή των υλικών απολαύσεων, τη θεώρηση του ανθρώπινου βίου ως αναπόφευκτης οδού και την ανάγκη πνευματικής εγρήγορσης ενόψει του τέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ ΚΑʹ. Περὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, καὶ περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἔξωθεν τῆς Ἐκκλησίας. Ἐγὼ μὲν ᾤμην, ἀγαπητοὶ, σφοδρότερον ἑκάστοτε τοῦ λόγου τὸ κέντρον προσάγων, λυπηρός τις εἶναι δόξειν ὑμῖν, ὡς περιττήν τινα παῤῥησίαν ἐπιδεικνύμενος, καὶ οὔτε ξένῳ πρέπουσαν, οὔτε ἀνδρὶ κατειλημμένῳ παραπλησίοις ἐγκλήμασιν· ὑμεῖς δὲ ἐκ τῶν ἐλέγχων εἰς εὔνοιαν ἠρεθίσθητε, καὶ τὰς ἀπὸ τῆς γλώττης πληγὰς ὑπέκκαυμα πόθου πεποίησθε πλείονος. Καὶ οὐδὲν ξένον. Ἐστὲ γὰρ σοφοὶ τὰ τοῦ πνεύματος. Ἔλεγχε δὲ σοφὸν, καὶ ἀγαπήσει σε, φησί που τῶν αὑτοῦ λόγων ὁ Σολομών. Διὰ τοῦτο, ἀδελφοὶ, καὶ νῦν ἐπὶ τὴν αὐτὴν ἥκω παραίνεσιν, ὅπηπερ ἂν οἷός τε ὦ, τῶν τοῦ διαβόλου δικτύων ὑμᾶς ἀπάγειν βουλόμενος. Πολὺν γὰρ, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ᾽ ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ᾽ ἡμῶν βέλη ποιούμενος, καὶ παρ᾽ ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν.

Ἐπειδὴ γὰρ τὸ πολὺ τῆς ἐκείνου δυνάμεως ὁ Δεσπότης νόμοις ἀλύτοις κατέδησε, καὶ οὐκ εἴασεν εἰς ἅπαξ ὁρμήσαντα τὸ γένος ἐκτρῖψαι τῆς γῆς, κλέπτει τὴν καθ᾽ ἡμῶν νίκην λοιπὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ὁ βάσκανος. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφεδρεύειν εἰώθασι· καὶ εἰ ἴδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυκνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτεμνόμενοι προκαλύμμασιν, ἀθρόον ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ πρότερον δυνηθῆναί τινα τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν πρὶν εἰς τούτους πεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου τούτου πεφύκασι δειναὶ κρῦψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν.

Δεῖ τοίνυν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ πανταχόσε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ πάντα ὑποπιεύειν ὅσα τερπνὰ, καὶ παρατρέχειν εὐθὺς, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνὰς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶν, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ Σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοί· μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἑκούσιον (Πᾶσα γὰρ σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε).

Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων εἴ ποτε, τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ μή ποτε, προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ δόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον τὸν θάνατον λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν.

Ὥστε ἀναγκαῖον καὶ λυσιτελὲς ἅπασιν, ἀδελφοὶ, καθάπερ ὁδοιπόρους ἢ δρομέας στειλαμένους ἡμᾶς, καὶ πανταχόθεν τὸ κοῦφον ταῖς ψυχαῖς πρὸς τὸν δρόμον τοῦτον ἐπινοήσαντας, ἀμεταστρέπτως ἐπὶ τὸ τῆς ὁδοῦ πέρας ἐπείγεσθαι. Καί με μηδεὶς ὑπολάβοι καινῶν ὀνομάτων γίνεσθαι ποιητὴν, ὅτι τὴν ἀνθρωπίνην ζωὴν ὁδὸν ἐκάλεσα νῦν, ἐπεὶ καὶ Δαβὶδ ὁ προφήτης οὕτω τὸν βίον ὠνόμασε· νῦν μὲν ὧδέ πη λέγων· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· νῦν δὲ πρὸς τὸν ἑαυτοῦ Δεσπότην βοῶν· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ποτὲ δὲ ὑμνῶν τὴν ὀξεῖαν τοῦ Θεοῦ κατὰ τῶν ἐπηρεαζόντων βοήθειαν, καὶ τῇ λύρᾳ προσάγων μεθ᾽ ἡδονῆς, Καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; ἔλεγεν· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· πανταχοῦ τὴν ἐπὶ γῆς τῶν ἀνθρώπων διατριβὴν, ἢ θαυμαζομένην ἢ φαύλην, οὕτω δεῖν προσαγορεύειν ἡγούμενος εἰκότως.

Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς.

Ἢ οὐχὶ καὶ ὑμῖν δοκεῖ συνεχής τις ὁδὸς ὑφηπλῶσθαι ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς, ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητρῶν ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνὰς, καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐναυλισθέντας τοῦ βίου σταθμοῖς;

Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· αὕτη δὲ, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ᾽ αὐτῆς· καὶ οὐκ ἔστιν, ἀγαπητοὶ, τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν· ἕκαστος δὲ ἡμῶν, μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται, κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος.

Ἡμεῖς δὲ ἡδόμεθα μὲν ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν· καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης· ἀγνοοῦμεν δὲ ἄρα, τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν, καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος, οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ δρόμῳ χρόνον βουλήσεται, καὶ πότε ἑκάστῳ τῶν δρομέων ἀνοίξει τῆς εἰσόδου τὰς πύλας, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ᾽ ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς.

Ἔστωσαν γὰρ, φησὶν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.

Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν καὶ συμμεθίστασθαι δύναται τοῖς συλλέξασι, καὶ τὸν ἐκεῖ περιχαρῆ ποιεῖ βίον ἡμῖν, ἴδια τῶν κτησαμένων γινόμενα· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ᾽ ὅσα μὲν συλλέγειν ἐχρῆν, κατελίπομεν· ὧν δὲ ὑπερορᾷν προσήκει, ταῦτα συλλέγομεν· καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἱονεί τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειε.

Τοῦτο γὰρ δήπου γνώριμον οἶμαι καὶ νηπίοις πᾶσιν, ὡς οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ᾽ οἷς οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γίνεσθαι πέφυκεν· ἀλλ᾽ ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὔτε προσπελαζόντων αὐτοῖς. Οὐδὲ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ᾽ ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συνεκδημεῖν. Ἀλλ᾽ οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζοντος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαῖαν ὁδὸν, πυκνὰ μεταστρεφόμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ᾽ αὐτοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλοιτο δυναστείαν, ἀπολαύει δι᾽ αἰῶνος αὐτῶν· ἐπ᾽ ὀλίγον δὲ ἀπὸ τούτων· ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδὺς, πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν.

Ἢ οὐκ ἴσμεν ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν, οἱ δὲ κύριοι καὶ δεσπόται καλούμενοι στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς;