Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι οὐ δεῖ τοῖς κοσμικοῖς προσκεῖσθαι

Μέγας Βασίλειος

Η ορθή χρήση του πλούτου και η αλληλεγγύη στους πυροπαθείς

Προτροπές για έμπρακτη ελεημοσύνη και αποφυγή της πλεονεξίας, με αφορμή τη θαυμαστή διάσωση του ναού από πυρκαγιά, και κάλεσμα για ανακούφιση των πληγέντων αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Φύγωμεν οὖν ὅπως ἔνι τάχους, μὴ ἑαυτοὺς ἑκόντες συμπνίξωμεν. Εἰ δ᾽ ἄρα τις καὶ πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ᾽ ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν, ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον, ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε, καὶ μιμησάσθω τοὺς τῆς θαλάττης ἐργάτας. Ἐκεῖνοι γὰρ, εἰ καί τι τῶν ἀναγκαίων ἐπὶ τῆς νηὸς ἄγοντες τύχοιεν, κλύδων δὲ ἐπαναστῇ ζέων ἐκ τοῦ πελάγους αὐτοῖς, καὶ καλύπτειν ἀπειλήσῃ πεπιεσμένην τῷ φόρτῳ τὴν ναῦν, ὅπως ἔχουσι τάχους, τὸ πολὺ τοῦ βάρους ἀποσκευάζουσι, καὶ τὴν ἐμπορίαν ἀφειδῶς ἀντλοῦσιν εἰς θάλασσαν, ὥστε ὑψηλοτέραν ποιῆσαι τὴν ναῦν τοῦ κύματος, καὶ μόναις ταῖς ψυχαῖς, εἴπερ οἷόν τε, καὶ τοῖς σώμασιν ἐκ τοῦ κινδύνου δοῦναι φυγήν. Πολλῷ δὲ ἐκείνων δήπου μᾶλλον ταῦτα ἡμᾶς βουλεύεσθαί τε προσήκει καὶ πράττειν. Ἐκεῖνοι μὲν γὰρ ὅπερ ἂν ἀποῤῥίψωσιν, εὐθέως ἀπώλεσαν, καὶ περιίσταται λοιπὸν βία πενίας αὐτοῖς· ἡμεῖς δὲ ἐφ᾽ ὅσον ἂν τὸν πονηρὸν ἐξαντλήσωμεν φόρτον, πλείονα καὶ βελτίονα ταῖς ψυχαῖς πλοῦτον ἐπισωρεύσομεν.

Πορνεία μὲν γὰρ, καὶ ὅσα τοιαῦτα, ῥιφέντα διόλλυται, καὶ πρὸς τὸ μηδὲ εἶναι χωρεῖ, λυθέντα τοῖς δάκρυσιν· ἁγιότης δὲ καὶ δικαιοσύνη λοιπὸν εἰς τὸν ἐκείνων μεθίσταται χῶρον, πράγματα κοῦφα, καὶ οὐκ εἰδότα κύμασι καλυφθῆναί τισι. Τὰ χρήματά γε μὴν, ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ᾽, ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς, τὰς τῶν πενήτων μετατεθέντα γαστέρας, διασώζεται καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβάλλουσι, κόσμος, οὐ κίνδυνος.

Βουλευσώμεθα τοίνυν, ἀγαπητοὶ, περὶ ἑαυτούς τι φιλάνθρωπον, καὶ τὸ τῆς εὐπορίας ἄχθος, εἴπερ ὅλως ἐθέλοιμεν ποιήσασθαι κέρδος ἡμέτερον, πολλοῖς διανείμωμεν, οἳ βαστάσουσί τε αὐτὸ περιχαρῶς, καὶ τοῖς τοῦ Δεσπότου κόλποις, ἀσύλοις ταμείοις, ἐναποκλείσουσιν, Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ λῃσταὶ διορύττουσιν, οὐδὲ κλέπτουσι. Δῶμεν ἐξουσίαν ὑπερχυθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ. Μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους, μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν· μηδὲ, τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς· Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἢν αὐτὸς ἐφ᾽ ἑτέρων ἠγνόησας· μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα σὺ τῶν ἐλαττόνων φεισάμενος. Ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας.

Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Οὐδὲ γὰρ φειδόμενοι καθάπαξ πλούτου, τοὺς ἐῤῥιμμένους χαμαὶ παρατρέχομεν ἀδελφοὺς, οὐδὲ τοῖς παισὶν ἢ τοῖς ἄλλοις οἰκείοις τὴν εὐπορίαν φυλάττοντες, ἀποκλείομεν τοῖς δεομένοις τὰς ἀκοάς· ἀλλὰ τὴν δαπάνην μετατιθέντες ἐπὶ τοῖς χείροσι, καὶ τὸ φιλότιμον ἀκόνην πονηρίας ποιούμενοι τοῖς ταύτην ἐπιτηδεύουσι. Πόσαι γὰρ ἢ πόσοι τῶν ἐνίων περιεστήκασι τράπεζαν! οἱ μὲν αἰσχροῖς ῥήμασι τὸν ἑστιάτορα θέλγοντες, οἱ δὲ ἀτόποις βλέμμασί τε καὶ σχήμασι τὸ τῆς ἀκρασίας ἐκκαίοντες πῦρ· οἱ δὲ τοῖς εἰς ἀλλήλους σκώμμασι γέλωτα τῷ κεκληκότι κατασκευάζειν ἐθέλοντες· ἄλλοι δὲ ἐψευσμένοις ἐπαίνοις ἀπατῶντες αὐτόν. Καὶ οὐ τὸ μὲν οὕτως ἑστιαθῆναι λαμπρῶς μόνον κερδαίνουσιν, ἀλλὰ καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ᾽ ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις ὑπὸ τοῦ λιμοῦ καὶ φθεγγόμενος, ἀποστρεφόμεθα τὸν ὁμοφυῆ, βδελυττόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν.

Καὶ, εἰ μὲν εἰς γῆν νεύσοι, τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ, εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασιν δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν, καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ ἤπερ ἐκεῖνος ὁ πλούσιος. Εἰ μὲν οὖν ὁ καιρὸς ἐνεδίδου, δύναμίς τε ἀρκοῦσα ὑπῆν, πάντα ἂν ὑμῖν τὰ κατ᾽ ἐκεῖνον, ὅπως ἔδειξεν ἡ Βίβλος, ἐπεξελθὼν ἀπέδωκα τὴν ἐργασίαν τῶν λόγων· νῦν δὲ ὥρα διαφεῖναι πεπονηκότας ὑμᾶς. Αὐτοὶ δὲ εἰ καί τι παραλελοίπαμεν δι᾽ ἀσθένειαν ἐννοίας ἅμα καὶ γλώττης, ἑαυτοῖς ἀναπλάττοντες, ὥσπερ τινὰ φάρμακα τοῖς τῶν ψυχῶν προσαγάγετε τραύμασι.

Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, φησὶν ἡ Γραφή. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ἀλλὰ γὰρ ἤδη πρὸς λιμένας ἡμῖν, ὡς ὁρᾶτε, καταχθέντα τὸν λόγον, εἰς τὸν τῆς συμβουλῆς δρόμον αὖθις ἀδελφοί τινες ἐπανάγουσι, μὴ παραδραμεῖν τὰ χθὲς ὑπὸ τοῦ Δεσπότου θαυματουργηθέντα κελεύοντες, μηδὲ σιγῆσαι τὸ τρόπαιον, ὃ κατὰ τῆς τοῦ διαβόλου λύττης ἔστησεν ὁ Σωτήρ· δοῦναι δὲ ἀφορμὴν τῶν τῆς ὑμνῳδίας σκιρτημάτων ὑμῖν.

Πάλιν μὲν γὰρ, ὡς ἴστε, τὴν οἰκείαν ὁ διάβολος καθ᾽ ἡμῶν ἐπεδείξατο λύτταν, καὶ φλογὶ πυρὸς ὁπλίσας ἑαυτὸν, τοῖς τῆς Ἐκκλησίας σηκοῖς ἐπεστράτευσε. Πάλιν δὲ ἡ κοινὴ μήτηρ ἐνίκησε, καὶ τῷ πολεμίῳ περιέτρεψε τὸ μηχάνημα, καὶ οὐδὲν ὑπῆρξεν αὐτῷ πλὴν τοῦ δημοσιεῦσαι τὴν ἔχθραν.

Ἀντέπνευσεν ἡ χάρις ταῖς τοῦ πολεμίου ῥοπαῖς· ἔμεινεν ὁ νεὼς ἀπαθής. Οὐκ ἴσχυσεν ὁ προσαχθεὶς ὑπὸ τοῦ πολεμίου χειμὼν τινάξαι τὴν πέτραν ἐφ᾽ ἧς ὁ Χριστὸς τὴν τῆς ἑαυτοῦ ποίμνης ᾠκοδόμησε μάνδραν. Ἐτάχθη καὶ νῦν μεθ᾽ ἡμῶν ὁ καὶ πάλαι σβέσας ἐν Βαβυλῶνι τὴν κάμινον. Πῶς οἴεσθε στένει σήμερον ὁ διάβολος, οὐκ ἀπολαύσας ἐφ᾽ ᾧπερ ἠβουλήθη τῆς ἐγχειρήσεως; Γείτονα μὲν γὰρ τῆς Ἐκκλησίας ὁ δυσμενὴς ἀνῆψε πυρὰν, ἵνα ταῖς ἡμετέραις εὐπραγίαις λυμήνηται· καὶ πανταχόθεν ἡ φλὸξ ἀναῤῥιπιζομένη ταῖς βιαίοις ἐκείνου πνοαῖς, ὑπερεχεῖτο τῶν ὑποκειμένων αὐτῇ, καὶ τὸν ἀέρα τὸν ἐγγὺς ἐπενέμετο, ψαῦσαι τῶν ἀνακτόρων ἀναγκαζομένη, καὶ πρὸς κοινωνίαν ἡμᾶς καθέλκουσα τῆς συμφορᾶς. Ὁ Σωτὴρ δὲ ἐπὶ τὸν ἀνάψαντα ταύτην ῥυῆναι πεποίηκε, καὶ συστεῖλαι τὴν μανίαν αὐτοῦ εἰς ἑαυτὸν πάλιν προσέταξε. Καὶ τὸ μὲν τῆς ἐπιβουλῆς τόξον ηὐτρέπισεν ὁ πολέμιος· ἀφεῖναι δὲ τὸ βέλος κεκώλυται· μᾶλλον δὲ ἀφῆκε μὲν, ἀντέστραπται δὲ ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Αὐτὸς ἀπολαύει τῶν πικρῶν ἐκείνων δακρύων, ἅπερ ἡμῖν παρεσκεύασεν.

Ἀλλὰ ποιήσωμεν, ἀδελφοὶ, τὸ τραῦμα τῷ δυσμενεῖ φορτικώτερον, ἐπιτείνωμεν τὸ πένθος αὐτοῦ. Τὸ δὲ ὅπως, λέξω μὲν ἐγὼ, πράξατε δὲ ὑμεῖς. Εἰσί τινες ἐκ τῆς ἐπικρατείας τοῦ πυρὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες τὸν κίνδυνον.

Ἡμεῖς τοίνυν ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν τὴν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν, εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν.

Ἀντιστήσωμεν ταῖς τοῦ δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ, καὶ πολεμήσας, μηδένα δεῖξαι νενικημένον, καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος.