Δεῖ τὸν μοναχὸν πρὸ πάντων ἀκτήμονα βίον κεκτῆσθαι· σώματος ἐρημίαν, καὶ κοσμιότητα σχήματος, φωνὴν σύμμετρον, καὶ λόγον εὔτακτον· τροφὴν καὶ ποτὸν ἀθόρυβον· καὶ μετὰ ἡσυχίας ἐσθίειν· ἐπὶ πρεσβυτέρων σιωπᾷν, ἐπὶ σοφωτέρων ἀκροᾶσθαι· πρὸς τοὺς ἴσους ἀγάπην ἔχειν, πρὸς τοὺς ἐλάττους ἀγαπητικὴν συμβουλίαν, ἀπὸ τῶν φαύλων καὶ σαρκικῶν καὶ φιλοπραγμόνων ἀναχωρεῖν, πλείονα νοεῖν, ὀλίγα δὲ φθέγγεσθαι· μὴ θρασύνεσθαι λόγῳ, μηδὲ περιττεύειν ὁμιλίας, μὴ πρόχειρον γίνεσθαι περὶ γέλωτα, αἰδοῖ κοσμεῖσθαι, κάτω τὸ βλέμμα ἔχειν, ἄνω δὲ τὴν ψυχήν· μὴ ἀντιλέγειν ἀντιλογίαις, εὐπειθῆ εἶναι· κοπιᾷν ταῖς χερσὶ, μνημονεύειν τῶν ἐσχάτων πάντοτε, τῇ ἐλπίδι χαίρειν, τῇ θλίψει ὑπομένειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντὶ εὐχαριστεῖν, πρὸς πάντας ταπεινὸν εἶναι, μισεῖν τὴν ὑπερηφανίαν, νήφειν καὶ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν πονηρῶν, θησαυρίζειν ἐν οὐρανῷ δι᾽ ἐντολῶν, ἑαυτὸν ἀνακρίνειν περὶ τῶν λογισμῶν τῶν καθημερινῶν καὶ πράξεων, μὴ ἐμπλέκεσθαι ταῖς τοῦ βίου πραγματείαις καὶ περιττολογίαις· μὴ περιεργάζεσθαι τὸν τῶν ῥᾳθύμων βίον, ἀλλὰ ζηλοῦν τὸν τῶν ἁγίων Πατέρων· συγχαίρειν τοῖς κατορθοῦσιν ἀρετὴν, καὶ μὴ φθονεῖν· συμπάσχειν τοῖς πάσχουσι, καὶ συνδακρύειν, καὶ σφόδρα τούτους πενθεῖν, μὴ μέντοι κατακρίνειν· μὴ ὀνειδίζειν τὸν ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μηδέποτε δικαιοῦν ἑαυτόν· πρὸ πάντων ἁμαρτωλὸν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων ἑαυτὸν ὁμολογεῖν, νουθετεῖν τοὺς ἀτάκτους· παραμυθεῖσθαι τοὺς ὀλιγοψύχους· ὑπηρετεῖν τοῖς ἀῤῥώστοις, πόδας ἁγίων νίπτειν· ξενοδοχίας καὶ φιλαδελφίας ἐπιμελεῖσθαι· μετὰ τῶν οἰκείων τῆς πίστεως εἰρηνεύειν· αἱρετικὸν ἄνθρωπον ἀποστρέφεσθαι· τὰ ἐνδιάθετα βιβλία ἀναγινώσκειν· ἀποκρύφοις ὅλως μὴ ἐντυγχάνειν· περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μὴ συζητεῖν, ἀλλὰ ἄκτιστον καὶ ὁμοούσιον Τριάδα μετὰ παῤῥησίας λέγειν καὶ φρονεῖν, καὶ τοῖς ἐπερωτῶσι λέγειν, ὅτι Βαπτίζεσθαι δεῖ, ὡς παρελάβομεν· πιστεύειν δὲ, ὡς βεβαπτίσμεθα· δοξάζειν δὲ, ὡς πεπιστεύκαμεν.