Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ ἀσκητικῆς ἀγωγῆς

Μέγας Βασίλειος

Ηθική αναστροφή, πνευματική εγρήγορση και εγκράτεια

Προτροπές για την αποφυγή των βιωτικών μεριμνών, των παθών και της κατάκρισης. Τονίζεται η αναγκαιότητα της σαρκικής εγκράτειας, της ανεξικακίας και της άδολης αγάπης προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ἐν ἔργοις καὶ λόγοις καλοῖς ἀναστρέφεσθαι, μὴ ὀμνύειν τὸ σύνολον, μὴ διδόναι τὸ ἀργύριον ἐπὶ τόκῳ, μὴ σῖτον καὶ οἶνον καὶ ἔλαιον ἐπὶ πλεονασμῷ· ἀπὸ κραιπάλης, καὶ μέθης, καὶ μεριμνῶν βιωτικῶν ἀπέχεσθαι· μετὰ δόλου μὴ ὁμιλεῖν, μηδὲ ὅλως φθέγγεσθαι κατά τινος· μὴ καταλαλεῖν, μηδὲ ὅλως ἡδέως ἀκούειν καταλαλιᾶς· μὴ ταχέως πιστεύειν κατά τινος· μὴ τυραννεῖσθαι ὑπὸ θυμοῦ, μὴ κρατεῖσθαι ὑπὸ ἀθυμίας, μὴ εἰκῆ ὀργίζεσθαι τῷ πλησίον, μὴ κρατεῖν μῆνιν κατά τινος, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· μᾶλλον λοιδορεῖσθαι ἢ λοιδορεῖν, τύπτεσθαι ἢ τύπτειν, ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἀποστερεῖσθαι ἢ ἀποστερεῖν.

Καὶ πρό γε πάντων χρὴ μοναχὸν ἐγκρατεύεσθαν ἀπὸ συντυχίας γυναικῶν, καὶ ἀπὸ οἰνοποσίας, ὅτι οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς· καὶ κατορθοῦντα κατὰ τὸ δυνατὸν τὰς τοῦ Κυρίου ἐντολὰς, μὴ ἀκηδιᾷν, ἀλλὰ τὸν μισθὸν καὶ τὸν ἔπαινον παρ᾽ αὐτοῦ ἐκδέχεσθαι, καὶ τῆς αἰωνίου ζωῆς ποθεῖν τὴν ἀπόλαυσιν, τό τε ῥητὸν τοῦ Δαβὶδ πρὸ ὀφθαλμῶν ἀεὶ ἔχειν, καὶ λέγειν· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ὡς μὲν υἱὸς ἐξ ὅλης καρδίας, καὶ ἰσχύος, καὶ διανοίας, καὶ τῆς δυνάμεως ἀγαπᾷν τὸν Θεόν· ὡς δὲ δοῦλος, εὐλαβεῖσθαι καὶ φοβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἑαυτοῦ κατεργάζεσθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν πανοπλίαν τοῦ ἁγίου Πνεύματος, καὶ τρέχειν οὐκ ἀδήλως καὶ πυκτεύειν ὡς οὐκ ἀέρα δέροντα, καὶ καταπαλαίειν τοῦ ἐχθροῦ ἐν τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ἐν τῇ πτωχείᾳ τῆς ψυχῆς, καὶ πάντα τὰ διατεταγμένα ποιεῖν, καὶ ἀχρεῖον ἑαυτὸν λέγειν· εὐχαριστεῖν τῷ ἁγίῳ καὶ ἐνδόξῳ καὶ φοβερῷ Θεῷ, καὶ μηδὲν κατ᾽ ἐριθείαν καὶ κενοδοξίαν ποιεῖν, ἀλλὰ διὰ τὸν Θεὸν, καὶ πρὸς τὴν ἑαυτοῦ ἀρέσκειαν· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.