Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ ἀσκητικῆς ἀγωγῆς

Μέγας Βασίλειος

Αποφυγή κενοδοξίας, εσχατολογική προσδοκία και τελική δοξολογία

Η σημασία της κρυφής εργασίας των αρετών χωρίς ανθρωπαρέσκεια, η αναμονή της μελλούσης κρίσεως, η επαγγελία της αιωνίου ζωής και η δοξολογική κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

Μὴ καυχᾶσθαι τὸ σύνολον, μηδὲ ἐγκώμια ἑαυτοῦ λέγειν, μηδὲ ἄλλου ἐγκωμιάζοντος ἡδέως ἀκούειν· ἐν κρυπτῷ δὲ πάντα δουλεύειν, καὶ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιεῖν· ἀλλὰ μόνον τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ζητεῖν, καὶ τὴν φοβερὰν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ἐννοεῖν· τὴν μετάβασιν τὴν ἐντεῦθεν, τὰ ἀποκείμενα ἀγαθὰ τοῖς δικαίοις, ὁμοίως τὸ ἡτοιμασμένον πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπὶ πᾶσι δὲ τούτοις τοῦ ἀποστολικοῦ ῥητοῦ μνημονεύειν· Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

Καὶ σὺν τῷ Δαβὶδ προλέγειν· Τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ ἀνταπόδοσις πολλὴ, μισθὸς πολὺς, καὶ στέφανοι δικαιοσύνης, αἰώνιοι σκηναὶ, ζωὴ ἀτελεύτητος, χαρὰ ἀνεκλάλητος, μονὴ ἀκατάλυτος παρὰ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ ἐν οὐρανοῖς ἀληθινῷ Θεῷ· ἐμφανισμὸς προσώπου πρὸς πρόσωπον· μετὰ ἀγγέλων χορεῖαι, μετὰ Πατέρων, μετὰ πατριαρχῶν, μετὰ προφητῶν, μετὰ ἀποστόλων, καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ τῶν ἀπ᾽ αἰῶνος Θεῷ εὐαρεστησάντων, μεθ᾽ ὧν εὑρεθῆναι σπουδάσωμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.