Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημμέλειαν ἔναντι Κυρίου. Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρσεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρτυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι.