Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ κρίσεως θεοῦ

Μέγας Βασίλειος

Η αυστηρότητα της θείας κρίσεως για κάθε μορφή παρακοής

Παράθεση παραδειγμάτων από την Παλαιά και την Καινή Διαθήκη που αποδεικνύουν τη θεία καταδίκη για εκούσια, ακούσια ή φαινομενικά μικρά παραπτώματα, αναιρώντας τον πρακτικό διαχωρισμό μεταξύ ελαφρών και βαρέων αμαρτημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ἐπὶ τούτοις, καὶ πλείοσι τοῖς σεσιωπημένοις, οὕτω σαφῶς καὶ ἀναντιῤῥήτως ἀναγκαίαν μὲν εἶναι πληροφορηθεὶς τὴν παρὰ πάσης ὁμοῦ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, κατὰ τὸ θέλημα τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ συμφωνίαν, ἐπικίνδυνον δὲ καὶ ὀλεθρίαν ἐν τῇ πρὸς ἀλλήλους διαστάσει τὴν πρὸς Θεὸν ἀπείθειαν (Ὁ γὰρ ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτὸν), ἐκεῖνο ἀκόλουθον ἡγησάμην ἐξετάσαι λοιπόν· ποῖα μὲν ἄρα συγγνώμην τῶν ἁμαρτημάτων ἔχειν δύναται παρὰ τῷ Θεῷ, πόσα δέ τις καὶ πηλίκα ἁμαρτήσας, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας. Εὑρίσκω τοίνυν, ἀναλαβὼν τὰς θείας Γραφὰς, ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος, σαφῶς κρινομένην τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα· ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκων τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα συλλέξαντα ἱστορίαν, ὧν ἑκάτερος οὐδὲν οὐδεπώποτε ἄλλως οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως εὑρίσκεται.

Ἀλλ᾽ ὁ μὲν, ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ τοῦ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται· ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθεμάτων οὔπω εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ τῇ σκηνῇ σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη καὶ πάντα τὸν λαὸν πυρὸς τρόπον ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα οὔτε εἰδότα τὸ γεγονὸς, οὐδὲ συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ· ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασσάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην ἔδωκε δίκην.

Ἄλλ᾽ ἴσως ἐρεῖ τις ὑποπτεύεσθαι μὲν τούτους εἰκότως καὶ ἐπ᾽ ἄλλοις ἁμαρτήμασιν, ἀφ᾽ ὧν καὶ ἐν τούτοις ἑάλωσαν· μόνων δὲ τούτων, ὡς χαλεπωτέρων καὶ θανάτου ἀξίων, ἐπιμνησθῆναι τὴν ἁγίαν Γραφήν. Ἀλλ᾽ εἰ καὶ λίαν εἴη ὁ τοιοῦτος τολμηρὸς προστιθέναι τι καὶ ὑφαιρεῖν, μὴ καὶ Μαρίας ἄρα τῆς ἀδελφῆς Μωϋσέως κατηγορήσει πλῆθος ἁμαρτημάτων, ἧς τὴν ἀρετὴν οὐδένα τῶν πιστῶν οἶμαι διαλανθάνειν; Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς ἀγανακτήσεως τοῦ Θεοῦ, ὡς μηδὲ αὐτοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Αὐτὸν τοίνυν ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα τιμῆς παρὰ Θεοῦ, οὕτω δὲ πολλάκις ὑπ᾽ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι διὰ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξομεν ὑμῖν ὕδωρ;

τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμενον, ὄντως μὲν ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω, Ἐκείνης ὅταν ἀκούσω τῆς φοβερᾶς τοῦ Θεοῦ ἀποφάσεως, ἣν καὶ κατὰ τοῦ μίαν ἐντολὴν ἐπ᾽ ἀγνοίᾳ παραβεβηκότος ἀποφαίνεται, οὐκ ἔχω πῶς ἐπαξίως φοβηθῶ τῆς ὀργῆς τὸ μέγεθος. Γέγραπται γάρ· Καὶ ψυχὴ ἐὰν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν, οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου, εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα.

Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημμέλειαν ἔναντι Κυρίου. Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρσεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρτυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι.

Ἐφ᾽ οἷς πόσον τινὰ συνέβαινεν εἶναι, καὶ κατ᾽ αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ, γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ ἀναγέγραπται· δεξάμενος ἀπειλὴν τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε.

Τοσαῦτα συμβέβηκε τῷ λαῷ. Τοιαῦτα πέπονθεν ὁ πατὴρ διὰ τὴν τῶν υἱῶν παρανομίαν, ὃς καίπερ τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ· καὶ αὐτοῖς δὲ ἐκείνοις οὐχ ὑπέμεινεν ἐφησυχάσαι, ἀλλὰ πολλὰ μὲν παρῄνει περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐπιμένειν· Μὴ, τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν· σφοδρότερον δὲ κατασκευάζων τῆς ἁμαρτίας τὸ μέγεθος, φοβερώτερον αὐτοῖς παρίστη τὸν κίνδυνον· Ἐὰν γὰρ ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος, φησὶν, εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον. Ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;

Ὅμως, ἐπειδήπερ, ὡς εἶπον, οὐχὶ τὸν πρέποντα ζῆλον κατ᾽ αὐτῶν ἐπεδείξατο, γέγονε τὰ εἰρημένα. Τοιαῦτα μὲν οὖν πλεῖστα ὅσα κατὰ τὴν Παλαιὰν Διαθήκην εὑρίσκω τὰ κατὰ πάσης παρακοῆς κρίματα· αὖθις δὲ ὅταν ἐπὶ τὴν Καινὴν ἔλθω, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἀπολύσαντος μὲν τῆς τιμωρίας οὔτε τὰ κατὰ ἄγνοιαν, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος, δι᾽ ὧν φησιν· Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας ἑαυτὸν, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὅταν εὕρω αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὰς τοιαύτας ἀποφάσεις, καὶ τῶν ἁγίων ἀποστόλων τὴν κατὰ τῶν ἁμαρτανόντων ἀγανάκτησιν· τὰ τοιαῦτα καὶ τηλικαῦτα πάθη, τῶν καὶ ἓν ὁτιοῦν ἡμαρτηκότων, οὐχ ἥττονα τῶν ἐκ τῆς Παλαιᾶς εἰρημένων, μᾶλλον δὲ καὶ πλείονα, καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα. Ἐπεὶ καὶ ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

Ἰδοὺ τοίνυν καὶ ὁ μακάριος Παῦλος ὑποδεικνὺς ὁμοῦ τῆς τε κλήσεως τὸ ἀξίωμα καὶ τὴν κατὰ παντὸς ἁμαρτήματος ἀγανάκτησιν, οἷά φησι· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· οὐ μόνον δὲ, ἀλλὰ Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Ἔνθα καὶ ἐξετάσαντα τῶν εἰρημένων ἕκαστον ἐπιμελέστερον, ἔνεστι γνῶναι τὸ βούλημα τῆς θείας Γραφῆς ἀκριβέστερον, ὡς οὐκ ἀφῆκεν ἡμᾶς ἠπατημέναις τισὶ δόξαις πλάζεσθαι τὴν ἑκάστου ψυχὴν εἰς ἁμαρτίας ὄλισθον, οἰομένην τινὰ μὲν τῶν ἁμαρτημάτων ἐκδικεῖσθαι, τινὰ δὲ ἀφίεσθαι ἀνεκδίκητα. Ἀλλὰ τί φησι; Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὡς πᾶν ἁμάρτημα, διὰ τὴν ἐπὶ τῷ θείῳ προστάγματι καταφρόνησιν, ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λέγεσθαι, ὅπερ καὶ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν δηλοῦται τρανότερον.

Ἐπειδὴ γὰρ, τὰ ἀκούσια τῶν ἁμαρτημάτων ἀπαριθμησάμενος, καὶ τὰς ἐπ᾽ αὐτοῖς θυσίας διαταξάμενος ὁ Θεὸς, ἔμελλεν ἤδη καὶ περὶ τῶν ἑκουσίων νομοθετεῖν τῷ λαῷ τὰ προσήκοντα, οὕτως ἄρχεται· Καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας (χεῖρα ὑπερηφανίας καλῶν τὴν τόλμαν τῶν ἑκουσίως ἁμαρτανόντων, ὅπερ ὁ Ἀπόστολος ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὀνομάζει), ψυχὴ οὖν, φησὶν, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας, ἢ ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, καὶ ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτῆς. Ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη· ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.

Παρατηρητέον ἐνταῦθα ἐκεῖνο, ὅτι, ἐὰν μὴ ἐκτρίψει ἐκτριβῇ ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ ἐπιδειξαμένους τὸν ἀγαθὸν ζῆλον, καθὼς πολλαχοῦ γέγραπται, καὶ πολλάκις γέγονε. Καὶ ἵνα ἐκ τῶν ἡττόνων παιδευθῶμεν τὸν ἐπὶ τοῖς μείζοσι φόβον, τὴν κατὰ ἱερέως ἢ κριτοῦ παρακουόντων ἀγανάκτησιν οἵαν ποιεῖται ἐν τῷ Δευτερονομίῳ καταμάθωμεν. Λέγει οὖν· Καὶ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσουσιν ἔτι. Πρὸς ἃ πῶς ἄν τις ἀξιολόγως κινούμενος φρικωδέστερον καταπλαγείη, συνορᾷν ἀκόλουθον.

Εἶτα φησι· Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· Πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι· καὶ ἐνταῦθα πάλιν, οὐχὶ τήνδε, ἢ τινὰ, ἀλλὰ Πᾶσαν παρακοήν. Ἄρα γε ἠπάτησεν ἡμᾶς ἡ κακίστη συνήθεια· ἄρα κακῶν αἰτία ἡμῖν μεγάλων γέγονεν ἡ διεστραμμένη τῶν ἀνθρώπων παράδοσις, τὰ μὲν παραιτουμένη δῆθεν τῶν ἁμαρτημάτων, τὰ δὲ ἀδιαφόρως αἱρουμένη· καὶ κατὰ μέν τινων σφοδρῶς ἀγανακτεῖν προσποιουμένη, οἷον φόνου, καὶ μοιχείας, καὶ τῶν τοιούτων· τὰ δὲ οὐδὲ ψιλῆς γοῦν ἐπιτιμήσεως ἄξια κρίνουσα, οἷον ὀργὴν, ἢ λοιδορίαν, ἢ μέθην, ἢ πλεονεξίαν, καὶ ὅσα τοιαῦτα, καθ᾽ ὧν ἁπάντων καὶ ἀλλαχοῦ ἔδωκε τὴν αὐτὴν ἀπόφασιν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, εἰπὼν ὅτι· Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὅπου δὲ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖται, καὶ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ αἰχμαλωτίζεται, καὶ πᾶσα παρακοὴ ἐπίσης ἐκδικεῖται, ἐκεῖ οὐδὲν ἀκαθαίρετον, οὐδὲν ἀνεκδίκητον ἀφίεται, οὐδὲν τῆς τοῦ Χριστοῦ ὑπακοῆς ἐκτὸς ἀπολείπεται.

Κοινὸν γὰρ καὶ μέγιστον ἀσέβημα κατὰ πάσης παρακοῆς ἔδειξεν ὁ ἀπόστολος Παῦλος, ἐκεῖνο εἰπών· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ἀλλ᾽ ἄρα μὴ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα; Ἰδοὺ τοίνυν· ἐν Κορίνθῳ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς εἰ μὴ τοῦτο μόνον, οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς διορθώσηται τὸ πλημμέλημα, πᾶσαν δὲ ὁμοῦ τὴν Ἐκκλησίαν, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλει τοῖς ἐγκλήμασιν· Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ μετ᾽ ὀλίγα· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. Τί δὲ ἄρα Ἀνανίας, ὁ ἐν ταῖς Πράξεσι; Τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται ἢ ἐκεῖνο αὐτό; Ποῦ τοίνυν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων· νοσφισάμενος ἀπὸ τῆς τιμῆς, ἐπὶ τούτῳ παρ᾽ αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θάνατον καταδικάζεται, οὐδὲ τοὺς περὶ τῆς μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυγῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετανοῆσαι προθεσμίαν λαβών.

Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ τῆς τοσαύτης τοῦ Θεοῦ ὀργῆς ἐπὶ τὸν ἡμαρτηκότα διάκονος, ὁ μακάριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μόνος δὲ πλεῖον τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον καὶ τρόμον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα μὲν οὐδεμιᾶς ἁμαρτίας, οὐδεμιᾶς δὲ καταφρονήσεως ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Θεὸν καὶ Κύριον, καὶ βασιλέα, καὶ Δεσπότην, καὶ διδάσκαλον, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσάμενον λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς, ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς ἰδίας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα.

Ἐπὶ τούτῳ τὴν τοσαύτην εἰσδέχεται ἀπειλὴν, ὡς εἰ μὴ πάλιν εἰδὼς τὴν ἀλήθειαν τῶν ῥημάτων τοῦ Κυρίου, ἔφθασε τῇ ὑπακοῇ διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν προλαβόντων, οὐ τῶν ἰδίων κατορθωμάτων, οὐ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν.