Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πίστεως

Μέγας Βασίλειος

Μετάβαση στα ηθικά ζητήματα και μεθοδολογία των Όρων

Επεξήγηση της συγκέντρωσης των ηθικών παραγγελμάτων της Καινής Διαθήκης σε κεφαλαιώδεις όρους και του τρόπου παραπομπής στα αντίστοιχα αγιογραφικά χωρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως ἐν τοῖς πρὸ τούτων αὐτάρκως εἰρῆσθαι πρὸς τὸ παρὸν λογιζόμενοι, ἐντεῦθεν τὴν περὶ τῶν ἠθικῶν ἐπαγγελίαν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληρῶσαι σπουδάσωμεν. Ὅσα τοίνυν εὑρίσκομεν κατὰ τὴν Καινὴν τέως Διαθήκην σποράδην ἀπηγορευμένα ἢ ἐγκεκριμένα, ταῦτα, κατὰ τὸ δυνατὸν ἡμῖν, εἰς ὅρους κεφαλαιώδεις πρὸς τὸ εὔληπτον τοῖς βουλομένοις ἐσπουδάσαμεν συναγαγεῖν· παραθέντες ἑκάστῳ ὅρῳ καὶ τὸν ἀριθμὸν τῶν ἐμπεριειλημμένων αὐτῷ γραφικῶν κεφαλαίων, εἴτε ἐκ τοῦ Εὐαγγελίου, εἴτε ἐκ τοῦ Ἀποστόλου, ἢ τῶν Πράξεων· ἵνα ὁ ἀναγνοὺς τὸν ὅρον, καὶ ἰδὼν παρακείμενον αὐτῷ τὸν πρῶτον, εἰ τύχοι, ἢ τὸν δεύτερον ἀριθμὸν, εἶτα ἀναλαβὼν αὐτὴν τὴν Γραφὴν, καὶ ἀναζητήσας τὸ κεφάλαιον τοῦ προειρημένου ἀριθμοῦ, οὕτως εὕρῃ τὴν μαρτυρίαν πρὸς ἣν ὁ ὅρος πεποίηται. Ἐβουλόμην μὲν οὖν τὰ πρῶτα καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰ πρὸς ἕκαστον τῶν ἐν τῇ Καινῇ συμφώνως εἰρημένα παραθεῖναι τοῖς ὅροις· ἐπειδὴ δὲ κατήπειγεν ἡ χρεία, τῶν ἐν Χριστῷ ἀδελφῶν νῦν μάλιστα σπουδαιότερον ἀπαιτησάντων ἡμᾶς τὰ πάλαι ἐπηγγελμένα, ἐμνημόνευσα τοῦ εἰπόντος· Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.

Ὥστε ἔξεστι τῷ βουλομένῳ ἀφορμὴν αὐτάρκη ἐκ τῶν παρακειμένων εἰληφότι ἀναλαβεῖν τὴν Παλαιὰν Διαθήκην, καὶ γνωρίσαι ἀφ᾽ ἑαυτοῦ τὴν ἐν πάσαις ταῖς θεοπνεύστοις Γραφαῖς συμφωνίαν, ἄλλως τε καὶ μιᾶς φωνῆς ἀρκούσης τοῖς πιστοῖς καὶ πεπληροφορημένοις τὴν ἀλήθειαν τῶν τοῦ Κυρίου ῥημάτων. Διὸ καὶ τὰ ἐν τῇ Καινῇ Διαθήκῃ οὐ πάντα, ὀλίγα δὲ ἐκ πάντων παραθέσθαι αὔταρκες ἐλογισάμην.