Ἔργον
Μέγας Βασίλειος – Περὶ πίστεως
Η θεότητα και η σωτηριώδης Οικονομία του Υιού
Η διδασκαλία για την αΐδια γέννηση του Υιού, την κοινωνία της φύσεως με τον Πατέρα και τη συγκατάβαση του Μονογενούς για τη σωτηρία του ανθρώπου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεότητα και η σωτηριώδης Οικονομία του Υιού
Η διδασκαλία για την αΐδια γέννηση του Υιού, την κοινωνία της φύσεως με τον Πατέρα και τη συγκατάβαση του Μονογενούς για τη σωτηρία του ανθρώπου.
Ἐκεῖ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης. Πατήρ· ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. Ὅθεν προῆλθε ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἡ ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· ὢν, οὐχὶ προσγενόμενος· ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιητὴς, οὐχὶ ποίημα· κτίστης, οὐχὶ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν ὁ Πατήρ· Υἱὸς, εἶπον, καὶ Πατήρ. Φύλασσέ μοι ταύτας τὰς ἰδιότητας. Μένων οὖν ἐν τῷ εἶναι Υἱὸς, πάντα ἐστὶν ὅσα ἐστὶν ὁ Πατὴρ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα, ὅσα πρόσεστι τῇ πρωτοτύπῳ μορφῇ. Ἐθεασάμεθα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· τουτέστιν, οὐκ ἐκ δωρεᾶς καὶ χάριτος δοθέντων αὐτῷ τῶν θαυμάτων, ἀλλ᾽ ἐκ τῆς κατὰ φύσιν κοινωνίας ἔχοντος τοῦ Υἱοῦ τῆς πατρικῆς θεότητος τὸ ἀξίωμα. Τὸ μὲν γὰρ λαβεῖν κοινὸν καὶ πρὸς τὴν κτίσιν· τὸ δὲ ἔχειν ἐκ φύσεως ἴδιον τοῦ γεννηθέντος. Ὡς μὲν οὖν Υἱὸς, φυσικῶς κέκτηται τὰ τοῦ Πατρός· ὡς δὲ Μονογενὴς, ὅλα ἔχει ἐν ἑαυτῷ συλλαβὼν, οὐδενὸς καταμεριζομένου πρὸς ἕτερον.
Ἐξ αὐτῆς τοίνυν τῆς Υἱοῦ προσηγορίας διδασκόμεθα, ὅτι τῆς φύσεώς ἐστι κοινωνός· οὐ προστάγματι κτισθεὶς, ἀλλ᾽ ἐκ τῆς οὐσίας ἐκλάμψας ἀδιαστάτως, ἀχρόνως τῷ Πατρὶ συνημμένος, ἴσος ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει, κοινωνὸς τῆς δόξης.
Καὶ τί γὰρ, ἀλλ᾽ ἢ σφραγὶς καὶ εἰκὼν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα; Ὅσα δέ σοι μετὰ ταῦτα ἀπὸ τῆς σωματικῆς κατασκευῆς διαλέγεται, τὴν τῶν ἀνθρώπων σωτηρίαν οἰκονομῶν, ἣν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν ἐπεδείξατο, ἀποστελλόμενον λέγων ἑαυτὸν, καὶ μηδὲν δυνάμενον ἀφ᾽ ἑαυτοῦ ποιεῖν, καὶ ἐντολὴν λαβόντα, καὶ ὅσα τοιαῦτα, μή σοι παρεχέτω ἀφορμὰς πρὸς τὸ κατασμικρύνειν τοῦ Μονογενοῦς τὴν θεότητα. Οὐ γὰρ ἡ πρὸς τὸ σὸν ἀσθενὲς συγκατάβασις ἐλάττωσις ὀφείλει γίνεσθαι τῆς ἀξίας τοῦ δυνατοῦ· ἀλλὰ τὴν μὲν φύσιν νόει θεοπρεπῶς, τὰ δὲ ταπεινότερα τῶν ῥημάτων δέχου οἰκονομικῶς. Περὶ ὧν εἰ βουληθείημεν ἐν τῷ παρόντι πρὸς ἀκρίβειαν διηγεῖσθαι, λάθοιμεν ἂν ἑαυτοὺς πολύ τι καὶ ἀπέραντον πλῆθος λόγων ἐπεισάγοντες τῇ ὑποθέσει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.